TLG 2062 364 :: JOANNES CHRYSOSTOMUS :: Ad eos qui magni aestimant opes [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Ad eos qui magni aestimant opes [Sp.]

Citation: Vol — pg — (ln)

64

.

453

(35t)

ΟΜΙΛΙΑ Εʹ.
36tΠρὸς τοὺς μεγάλα τὰ παρόντα νομίζοντας καὶ
37tπερὶ τὰ τοῦ βίου λαμπρὰ μάτην ἐπτοημέ‐
38tνους.
39Ἀγγέλοις μὲν οὐρανὸς εὐφροσύνης χωρίον, Ἐκ‐
40κλησία δὲ πιστοῖς ἀντ’ οὐρανῶν ἓν διαίτημα καὶ νό‐ μιμον, ταῖς ψυχαῖς ἡδονὴν δωρουμένη τῶν ἱερῶν ἐπῳδῶν τὴν ἀκρόασιν. Ταύτης ποτὲ τὴν Μαρίαν ἐκ‐ κρεμαμένην ὁ τῆς μακαριότητος δοτὴρ ἐμακάριζεν· Μαρία, φησὶν, τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις
45οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Μόνον δὲ τῆς εὐσε‐ βοῦς διδασκαλίας τὸ κέρδος καὶ ζῶσιν ἡμῖν ἀγαθὸν φυλακτήριον, καὶ τεθνεῶσιν πρὸς τὸν κριτὴν συν‐ οδεῦον· ἡ δὲ τῶν ἄλλων ἁπάντων εὐκατάλυτος κτῆ‐ σις, οὐ μόνον ὅτι τάφον τὴν διάδοχον ἔχει, ἀλλ’ ὅτι

64

.

453

(50)

καὶ πρὸ τοῦ τάφου μυρία τὰ τοῦ βίου ναυάγια. Καθάπερ γὰρ θάλατταν τὸν παρόντα ναυτιλλόμεθα βίον σφοδροτέροις κυμάτων συμπτώμασι χρώμενον. Οὐ πλοῦτος σταθερᾶς ἀπολαύει γαλήνης, ἀλλ’ ἐξ οὐ‐ ρίας πολλάκις τοῖς κεκτημένοις συμπλέων, αἰφνιδίῳ
55λαίλαπι πειρασμῶν ἐβαπτίσθη. Οὐ θρόνος τὸ τῆς453

64

.

456

δυναστείας ἀκατάσειστον ὕψος· ἀθρόαι γὰρ πνεύσα‐ σαι καταιγίδες κινδύνων αὐτόῤῥιζον τὴν εὐημερίαν ἀνέσπασαν. Οὐ τὸ τῆς ὑγείας ἀδιάδοχον δῶρον, ἀλλ’ ἐφεδρεύει καὶ ταύτῃ νοσημάτων ἀπροσδόκητος βλάβη.
5Πτεροῤῥυεῖ ποικίλως τῆς εὐπραγίας ἡ κτῆσις, καὶ δένδρῳ τινὶ προσέοικεν ἄνθρωπος, νῦν μὲν τὸ τῆς εὐθηνίας ἀνθηρὸν περιφέρων, νῦν δὲ τῷ ταύτης ὡς δένδρον ἐκδυόμενος φύλλον. Οὐδὲν τῶν βιωτικῶν ἀν‐ θηρῶν ἐξετάζων γείτονα κεκτημένον τὸν μαρασμὸν
10οὐχ εὑρήσεις. Οὕτω γὰρ ἡμῖν τὸν βίον ὁ Κτίστης συν‐ έθηκεν τῶν πρὸς τὴν γῆν κεχηνότων ἐκλύων τὴν ὄρε‐ ξιν, καὶ συνέζευξεν μαρασμῷ τὸ τοῦ βίου περίβλε‐ πτον, ἵν’ ὅταν σε τῶν γηΐνων τὸ τερπνὸν καταθέλξῃ, τὸ πρόσκαιρον ἐλπισθὲν ἀναστήση. Τοῦ γὰρ παρόντος
15αἰῶνος ὁδοιπόρος κατετάχθης, οὐ κτήτωρ, καὶ τὴν ἐν τῇ κτίσει μόνην ὡς πανδοχείου παροδεύομεν χρῆ‐ σιν. Καθάπερ γὰρ ὁδοιπόροι μικρᾶς ἐν πανδοχείῳ διατριβῆς ἀπολαύσαντες, τὴν ἐφεξῆς ἐκβάντες πλη‐ ροῦσιν ὁδοιπορίαν, οὕτω καὶ τὸν τῆς ζωῆς ταύτης
20ὁδοιποροῦντες αἰῶνα, μικρὸν ὡς ἐν καταλύματι τῷ βίῳ προσμείναντες, τῆς ἐντεῦθεν ἐκδημοῦμεν οἰκή‐ σεως. Ἄλλον γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωὴν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς
25ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας. Ταύτην δὲ ἡμῖν τὴν ὁδὸν ἐξελθοῦσιν ὁ τῶν κτηθέντων ἁπάντων ἀσυνό‐ δευτος πλοῦτος· οὐδὲν γὰρ ὧν ἐσχήκαμεν, ἐσχήκαμεν ἴδιον. Ἣν γὰρ φοροῦμεν πρῶτον ὡς ἰδίαν ἐσθῆτα, τὴν τῶν προβάτων ἐξεθύσαμεν φύσιν· ἃ περιβάλλο‐
30μεν τοῖς ποσὶν ὑποδήματα, παρὰ τῆς τῶν βοσκημά‐ των δορᾶς κεκομίσμεθα· τὴν τῶν βρωμάτων καὶ πο‐ τῶν χορηγίαν ἐκ τῶν τῆς γῆς συμπορίζομεν κόλπων· ταύτης ἐστὶν καὶ χρυσὸς, ὃν πάντες ὡς ἡμέτερον σφίγγομεν. Μαργαρίτας ἐξ ὀστρέων καὶ βασιλεῖς
35ἐρανίζονται. Ἐξ ἀλλοτρίας ζῶμεν εἰσφορᾶς καὶ πλου‐ τοῦμεν. Ἀπόδος τοῖς προβάτοις τὸ ἔριον, καὶ οὐδὲν ἕξεις τῆς σαρκὸς περιβόλαιον· ἀπόδος τὰς αὐτῶν δο‐ ρὰς τοῖς βοσκήμασιν, καὶ σκέπην ἰδιόκτητον τοῖς ποσὶν οὐχ εὑρήσεις· ἀπόδος τὰ σηρικὰ τοῖς σκώληξι
40νήματα, καὶ σηρικὴν ἰδίαν οὐ προσοίσεις ἐσθῆτα. Ἀλλ’ οὐδὲ ψιχῶν εὐπορήσεις ἰδίων, ἂν μὴ τὴν τρέ‐ φουσαν γῆν οἷς φιλεῖ κολακεύσῃς. Τοῦτο καὶ Χρι‐ στὸς ἐνδεικνύμενος ἔλεγεν· Εἰ ἐν τῷ ἀλλοτρίῳ πι‐ στοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
45Μή μοι τῶν ἐκ τῶν κτηνῶν καὶ τῆς γῆς προβαλλό‐ μενος πλοῦτον, ὡς ἐπ’ ἰδίοις τοῖς μὴ σοῖς καλλωπί‐ ζου. Ἑνὸς εἶ κτήματος μόνου εὐσεβείας ἰδιοκτήτωρ. Ταύτης σε θάνατος ἐπελθὼν οὐ συλήσει· τῶν ἄλλων δὲ ἁπάντων ἐκβαλεῖ καὶ μὴ θέλοντα· εἰς ὑποκατά‐

64

.

456

(50)

στασιν γὰρ τὴν βιωτικὴν πάντες παρελάβομεν κτῆσιν καὶ μόνην ταύτης τὴν χρῆσιν· ἕκαστος καρπούμε‐ νος ἄπεισιν, βραχὺ παρὰ τοῦ βίου κομιζόμενος μνῆ‐ μα. Τοῦτο γὰρ πάσης εὐημερίας τὸ τέλος, τοῦτο τῶν βιωτικῶν ἀγαθῶν τὸ συμπέρασμα. Μετὰ πολύπλε‐
55θρον κτῆσιν καὶ χρυσὸν πολυτάλαντον στενήν τινα καὶ δυσώδη κληρονομοῦμεν σορόν. Ὄντως Πᾶσα
σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος455

64

.

457

χόρτου. Μικρὰ σφοδρότης πυρετῶν ἐμπεσοῦσα πᾶ‐ σαν τοῦ βίου τὴν εὐθηνίαν ἐσκόρπισεν· προσέλεγε μὲν γὰρ ἔξωθεν ἡ τέχνη τὰ φάρμακα· τοῖς φαρμά‐ κοις δὲ πυκτεύων ἀοράτως ὁ θάνατος, κατὰ μικρὸν
5προϊὼν χειροῦται τὸν ἄῤῥωστον· ὁ δὲ βλέπων τὸν ἄφυκτον ἐγκείμενον δήμιον, καὶ τὴν ψυχὴν βιαίως ὠθοῦντα πρὸς ἔξοδον, τρέπει μὲν στένων τὴν κεφα‐ λὴν ἐφ’ ἑκάτερα, περιφέρει δὲ τὸ βλέμμα σὺν δάκρυ‐ σιν. Οὐδαμόθεν δὲ τῆς βίας βοήθεια· οὐκ οἰκέται, τὴν
10κλίνην περιεστῶτες, ἑλκόμενον σώζουσιν, οὐ τὰ τῶν φίλων κολακεύει τὸν θάνατον δάκρυα, οὐ χρυσὸς τὴν πρὸς τὸν κριτὴν κωλύει παράστασιν. Ἀδωροδόκητος γὰρ ὁ θάνατος δήμιος, καὶ δεξιὰν οὐκ ἔχων τῷ χρυσῷ πειθομένην, οὐδὲ πλουσίου ἐξαργυρίζων νεκροὺς,
15ἀλλὰ πάντας ἐν τάφοις ὡς ἐν εἱρκταῖς φυλακίζων. Πρὸς τὰ τῶν ὀστῶν παράκυψον λείψανα, καὶ πικρό‐ τερον κλαύσεις τοῦ βίου τὸ μάταιον. Τετέφρωται πρόσωπον, μελανθὲν ὑπὲρ ἄσβολον· ὀφθαλμοὶ διατέ‐ τρηνται σηπεδόνι γλυφέντες· διακέχηνεν στόμα καὶ
20πάροδον πολλάκις ἑρπετῶν ὑποδέχεται. Τί καθ’ ἕκα‐ στον μέλος ἐνδιατρίβω; Φθορᾷ σκώληκες, ἅπαν τὸ σῶμα καθάπερ πολέμιοί τινες συμμερίζονται καὶ σάρκας καὶ νεῦρα καὶ φλέβας ἀκριβῶς ἐρευνῶντες. Καλῶς ἄρα τὸ βρέφος τῆς γαστρὸς παρακύψαν, θρή‐
25νων εὐθέως οὐ γέλωτος ἄρχεται· κλαίει γὰρ ὥσπερ τοῦ βίου καταβοῶν, παρ’ οὗ θνησιμαίων ἐκ προοιμίων ἀπογεύεται δώρων. Τεχθὲν γὰρ χεῖρας εὐθέως σπαρ‐ γανοῦται καὶ πόδας καὶ δεσμοῖς ἐνειλημμένον τῆς θηλῆς ἀπολαύει, ὡς προοιμίου ζωῆς προδρόμου νεκρώ‐
30σεως. Ἄρτι τὸ βρέφος εἰς ζωὴν παρελήλυθεν, καὶ νεκρῶν εὐθέως αὐτῷ στολισμὸς προσηνέχθη. Ὑπο‐ μιμνήσκει γὰρ τοῦ τέλους τοὺς τεχθέντας ἡ φύσις· διὸ καὶ τὸ παιδίον γεννηθὲν ἀποδύρεται καθάπερ τῇ μητρὶ διὰ τοῦ θρήνου βοῶν· Τί μὲ πρὸς ταύτην, ὦ
35μῆτερ, τὴν ζωὴν ἀπεκύησας, ἐν ᾗ τοῦ ζῇν ἡ προσθήκη προσκοπὴ πρὸς τὸν θάνατον; Τί με πρὸς πολυτάρα‐ χον αἰῶνα παρήγαγες οὐ τεχθέν; Τί μοι τὰ προοίμια σπάργανα; Τί μὲ τοιούτῳ παρήγαγες βίῳ, ἐν ᾧ καὶ νεότης ἐλεεινὴ τρυγωμένη πρὸ γήρως, καὶ γῆρας
40φευκτὸν ὡς ἐπὶ θάνατον ἄγον; Δεινὸν, ὦ μῆτερ, τοῦ βίου τὸ στάδιον, θάνατον ἔχον τῶν τρεχόντων καμ‐ πτῆρα. Πικρὰν τὴν βιωτικὴν ὁδοιποροῦμεν ὁδὸν, καὶ τάφον ἔχουσαν τῶν ὁδευόντων κατάλυμα. Χαλεπὸν τὸ τοῦ βίου διαπλέομεν πέλαγος· ᾅδην γὰρ ἔχει πειρα‐
45τὴν ἐφεστῶτα. Οὐχ ὡς πονηρὸν στηλιτεύω τὸν βίον; Τοῦτο γὰρ τῶν τῆς μανίας ἐπωνύμων τὸ νόσημα· ἀλλ’ ὡς προσκαίρου μὴ σφοδρῶς ἐξηρτῆσθαι μαρτύρομαι. Ταύτην τοῦ βίου καὶ Παῦλος κηρύττων τὴν ἀθλιότη‐ τα, τὴν τῆς κτίσεως φύσιν εἰσῆγεν στενάζουσαν·

64

.

457

(50)

Πᾶσα, φησὶν, ἡ κτίσις στενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Ὅλη γὰρ σκυθρωπότητος ἡ κτίσις ἀνάμεστος· κἂν ἀκριβῆ ποιήσῃ τῶν ὄντων ἐρεύνη‐ σιν, τὸν οἰκεῖον ἐν ἑκάστῳ στεναγμὸν καθοπτεύσεις· πρῶτος παρ’ ἀνθρώπων στεναγμὸς ἀναπέμπεται τῇ
55τῆς φθορᾶς λειτουργούντων δαπάνῃ.457

64

.

460

Στένει μετ’ ἀνθρώπων καὶ γῆ, τὴν κατάραν δι’ ἡμᾶς δεξαμένη· ἀποδύρεται θάλαττα, καλὴ μὲν ἐξ ἀρχῆς παρὰ Θεοῦ γενομένη, τάφος δὲ μετὰ τὴν ἁμαρ‐ τίαν εὑρισκομένη πολλοῖς. Σκυθρωπάζει καὶ ἥλιος,
5τοὺς τὸν αὐτοῦ κτίστην οὐχ ὁρῶντας φωτίζων· ἀστέ‐ ρες σὺν σελήνῃ στενάζουσιν, ὅτι διὰ τῆς εἰρηναίου μετ’ ἀλλήλων χορείας τὸν εἰρηνοποιὸν δεικνύντες οὐ πείθουσιν. Οὐδὲ τῶν κτηνῶν τὸ γένος ἀστένακτον· οὐ μόνον εἰς ἡμᾶς ἀπαραιτήτῳ δουλείᾳ κοπτόμενα, ἀλλὰ
10καὶ δαίμοσι μάτην ἐν γωνίαις σφαττόμενα. Κοινός τις τῆς κτίσεως πανταχόθεν ὁ θρῆνος τὴν τῆς παρού‐ σης ζωῆς κλαιούσης κατάστασιν, ἣν εὐστόχως κέκλη‐ κεν ὁ προφήτης εἰκόνα· Τὰ σύμπαντα γὰρ, φησὶ, ματαιότης, πᾶς ἄνθρωπος ζῶν, μέντοιγε ἐν εἰκόνι
15διαπορεύεται ἄνθρωπος. Καὶ βλέπε τῆς φωνῆς τὴν ἀλήθειαν, τὴν ἀνθρωπίνην ἀκριβῶς ἀνερευνήσας ζωήν. Καθάπερ γὰρ ἐν εἰκόνι κάθηται μὲν ἐπὶ θρό‐ νων βασιλεὺς χρυσοπάστων· προσφέρουσι δὲ πόλεις ἐν τοῖς χρώμασι δῶρα· δέχεται δὲ τοῦ βασιλέως ἡ
20χεὶρ τὰ διδόμενα· πάντα δὲ σκιὰ καὶ σκηνὴ τὰ φαινό‐ μενα, καὶ ῥαγείσης τῆς σινδόνος ἐγυμνώθη τὸ σχῆμα· τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀνθρώπων ἡ φύσις καθ‐ άπερ ἐν εἰκόνι τῷ βίῳ βασιλεύς τις ἐγκαθημένη, δέ‐ χεται μὲν τὰς τῆς θαλάττης καὶ γῆς ὥσπερ ἔκ τινων
25πόλεων εἰσφορὰς διδομένας· ῥαγείσης δὲ αὐτῇ τῆς ζωῆς ὡς σινδόνος, ἅπαν ἔσχεν τοῦ βίου διαῤῥέον τὸ κάλλος. Ἓν δὲ μέγιστον τῶν ἐν ἀνθρώποις καλῶν καρδίας συντετριμμένης ταπείνωσις καὶ τὴν τῆς τε‐ λευτῆς ἀεὶ μελετώσης ἡμέραν, καθ’ ἣν γυμνοὶ τῆς
30βιωτικῆς ταύτης ἐξιόντες θαλάττης τὰς τῶν πράξεων ἐκπομπευούσας τῇ κτίσει κατοψόμεθα στήλας. Βούλει σοι τούτου παραγάγω παράδειγμα; Ἐπὶ μίας τινὸς ὁλκάδος συνέπλεόν τινες καὶ τὴν αὐτὴν ἀλλήλοις συνναυτιλλόμενοι θάλατταν, ποικίλας κατ’
35ἀλλήλων κλοπὰς ἐπεδείκνυντο. Ταύτας ὁ κυβερνήτης ἀκριβῶς κατοπτεύων, τὸν τῶν κλεμμάτων τέως οὐκ ἐπόμπευεν ἔλεγχον· ἀλλ’ ὡς λιμένι τὸ σκάφος προσ‐ εγγίζον ἑώρα, γυμνοὺς πάντας τῆς ὁλκάδος ἐξιέναι κελεύσας, εὗρεν ἑκάστου τὴν κλοπὴν ἐν τῷ πλοίῳ
40κειμένην. Κατὰ τοῦτό μοι τῆς ζωῆς τὸ παράδειγμα σκοπεῖ· πρόκειται γὰρ ἡμῖν ἀντὶ θαλάττης ὁ βίος· σκάφος δέ τι πρὸς τὸν πλοῦν ἡ κτίσις συνήρμοσται, κυβερνήτῃ μὲν τῷ Θεῷ κεχρημένον, πάσας δὲ τὰς τῶν ἔργων ἐμπορείας δεχόμενον. Ἂν διεφθαρμένον
45τις ἐμπορεύσηται βίον, ἐν τῷ τῆς κτίσεως αὐτὸν ἀπο‐ θήσεται πλοίῳ· ἂν εὐπολίτευτον ζωὴν πραγματεύ‐ σηται, ἐπὶ τῆς κρίσεως ἔσται τὸ πραχθὲν φυλαττό‐ μενον. Εἶτα τῶν τῆς τελευτῆς ἐγγισάντων λιμένων, γυμνοὺς ἡμᾶς ἐκ τοῦ γηΐνου σκάφους ὁ κυβερνήτης

64

.

460

(50)

ἐκβάλλει, καὶ μένει πάντων ἡ πρᾶξις ἐν τῇ κρίσει πομπευομένῃ. Ἄμεμπτοι τοίνυν τὸ τοῦ βίου ναυτιλ‐ λώμεθα πέλαγος· ἔργων ἀγαθῶν τὴν κτίσιν κτησώ‐ μεθα μάρτυρα· τὸν σκιώδη τῶν παρόντων ὑπερβαίνω‐ μεν κόμπον· τῆς θνητῆς ἀποστήσωμεν τὴν καρδίαν
55τερπνότητος· τὴν εἰς φθορὰν τελευτῶσαν σπουδὴν ἀποφύγωμεν· τοῖς γηΐνοις τὴν ψυχὴν μὴ συνδήσωμεν
βρόχοις· τῆς ἀποῤῥύτου τῶν θνητῶν ὑπερφρονήσω‐459

64

.

461

μεν δόξης· ὡς βαφὴν εὐαπόπλυτον τὸ τῶν προσκαί‐ ρων διαπτύσωμεν ἄνθος· οὐρανοπόρῳ τὸν βίον πτε‐ ρώδει διαδράμωμεν εὐχῇ, οἱ τὴν βιωτικὴν ὁδοιπο‐ ροῦντες ὁδὸν καὶ τὸ τῆς ἄνω κλήσεως βραβεῖον μεταδιώξωμεν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας
5τῶν αἰώνων. Ἀμήν.461