TLG 2062 363 :: JOANNES CHRYSOSTOMUS :: De eleemosyna [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De eleemosyna [Sp.]

Citation: Vol — pg — (ln)

64

.

433

(28t)

ΟΜΙΛΙΑ Γʹ.
29tΠερὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν
30tΛάζαρον.
31 Αʹ. Μεγάλη τῆς ἐλεημοσύνης ἡ εὐεργεσία. Οὐδὲν ἄλλο ἐξισάζεται τῇ ἐλεημοσύνῃ. Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλεῖψαι ἁμαρτίας. Διὰ τοῦτο καὶ ἡ θεία Γραφή φησιν· Ὁ ἐλεῶν πτωχῷ, δανείζει
35Θεῷ. Ἐὰν δανείσῃς ἀνθρώπῳ χρυσίον, δεσμεύει τοῖς τραύμασι καὶ τοῖς γράμμασιν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς, τοῖς πέ‐ νησιν, καὶ ὁ Θεὸς προσκαλεῖ ἀποδοῦναι τὸ δάνειον. Ἂ ἐδάνεισας τῷ πένητι, σπεύδει λῦσαι τὴν ἐγγύην,
40καὶ οὐχ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλο‐ γίας ἀποδιδοῖ λέγων· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἄνθρωπον ἐὰν δανείσῃς, οὐκ, ἔστιν ὅτε, ἀποδίδωσι δάνειον, οὐδὲ
45τὸ πρόσωπόν σου θέλει ἰδεῖν· ὁ Θεὸς δανεισάμενος ἀντὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, καὶ τῶν πενήτων, οὐκ ἀποδίδωσι τὸ δάνειον καὶ ἀποπέμπει, ἀλλὰ καὶ συγκληρονόμους ποιεῖ τοὺς δανειστὰς, λέ‐ γων· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μοι, κλη‐

64

.

433

(50)

ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πότε ἡτοίμασεν ὁ Κύριος; Πότε; ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρ‐ τυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων
ἐπετέλεις, ὅτε σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες,433

64

.

436

ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχοὺς περιετίθεις ἱμάτιον, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτε σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ἡτοίμαζον.
5 Βʹ. Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς. Οὐκ εἶπεν γὰρ, ὅτι Παρθενίαν δι’ ἐμὲ ἐφυλάξατε· οὐδὲν τούτων εἶπεν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί· ἀλ‐
10λὰ τῆς ἐλεημοσύνης ἔλαττον τυγχάνουσαι. Ἐφύλαξαν καὶ πέντε παρθένοι αἱ μωραὶ παρθενίαν· ἀλλ’ ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, ἔμειναν ἔξω τοῦ νυμφῶνος. Αἱ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην εἶχον· διὰ τοῦτο εἰσῆλθον εἰς τὸν νυμ‐
15φῶνα. Αἱ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύ‐ λαξαν προσδοκῶσαι δι’ ἐκείνης εἰσελθεῖν εἰς τὴν βα‐ σιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, οὐ‐ δὲ ἐλεημοσύνην, οὐδ’ ἕτερόν τι. Διὰ τοῦτο καὶ ὁ Κύ‐ ριός φησιν πρὸς αὐτάς· Ἀπέλθετε ἀπ’ ἐμοῦ, οὐκ
20οἶδα ὑμᾶς. Διὰ τοῦτο καὶ μωραὶ ἐκλήθησαν, ὅτι τὴν παρθενίαν μόνον ἐφύλαξαν, καὶ ἐλεημοσύνην οὐκ ἐποίησαν. Γʹ. Ὥσπερ γὰρ ἐάν τις ἅψῃ λύχνον, καὶ μὴ ἐμβά‐ λῃ τὸ ἔλαιον, σβέννυται· οὕτως καὶ ἐὰν κτήσηται
25παρθενίαν, καὶ μὴ τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης θρέψῃ τὸν πένητα, οὐδὲν ἐκέρδησεν. Μεγάλη τῆς ἐλεημο‐ σύνης ἡ πραγματεία. Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμά‐ τιον ἢ βόας, ἐπαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ἐνίοτε
30πεινᾷς καὶ διψᾷς. Καὶ ταῦτα πάντα ὑπομένων, μό‐ λις δύνασαι τοῦ σκοποῦ τυχεῖν· καὶ ὅταν ἐπιτύχῃς, οὐχ ὡς θέλεις δώσει ὁ πωλῶν, ἀλλ’ ὡς αὐτὸς ἀρέσκε‐ ται. Ὀμνύεις σὺ, Οὐκ ἀγοράζω τοσούτου· ὀμνύει ἐκεῖνος, Οὐκ ἐπιπράσκω τοσούτου. Καὶ γίνεται ἀνὰ
35μέσον ὑμῶν πρώτη ἁμαρτία, καθὼς εἶπεν Σολομὼν, ὅτι· Ἀνὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία. Ἀνάγκη γὰρ τὸν ἕνα ἐπιορκῆσαι, ἢ τοὺς δύο. Πολλάκις γὰρ οὔτε ὁ ἀγοράζων ἐνὶ ῥήματι, οὔτε ὁ πωλῶν. Καὶ ὅτε μετὰ τοσούτου κόπου κτῆ‐
40σθαι ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές. Πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμον εὑρίσκεται, καὶ γίνεταί σοι διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐ‐ δὲν τοιοῦτον ὑπομένεις· οὐχ ὁδοιπορίας κόπον καὶ
45καύσωνος χαυνότητα, οὐ λύπην ἀποτυχίας· οὐδὲν τούτων. Ἀλλ’ ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ἔρ‐ χεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει· Δὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμα ἱματίου, καὶ λάβε βασιλείαν οὐρανῶν. Καὶ οὐ λέγω

64

.

436

(50)

σοι πόσου, ἵνα μὴ ὑπερτίθῃ, πενίαν ἀναλαμβανόμε‐ νος. Ὅσου θέλεις ἀγόρασον τὸν παράδεισον Δὸς ἄρτον. Οὐκ ἔχεις ἄρτον; Δὸς ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος. Ὃ θέλεις δὸς, ὃ ἔχεις· πάντα δέχο‐
μαι. Μόνον ἀγόρασον τὸν παράδεισον. Μίμησαι τὴν435

64

.

437

χήραν ἐκείνην τὴν θαυμαστὴν, ἥ τις δράκα ἀλεύρου ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐ‐ ρανῶν. Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτὰ
5καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίῳ, καὶ ἠγόρασεν τὸν παράδεισον. Δʹ. Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον. Δὸς τῷ πένητι, καὶ κτῆσαι τὸν Θεὸν χρεωστήν. Ὁ ἐλεῶν
10πτωχὸν, δανείζει Θεῷ. Καὶ πότε, φησὶν, ἀποδιδοῖ ὁ δανεισάμενος; Πότε; Ὅτε ἀφιεὶς τὰ χρήματα, τὰς οἰκίας, τὸν χρυσὸν, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἀπέρχῃ γυμνὸς, καὶ πάντα ἐγκαταλιπών· τότε ὁ δανεισάμενος μετ’ εὐχαριστίας ἀποδίδωσιν.
15Πρόπεμψόν σου τὰ χρήματα ἐκεῖ, καὶ τότε σὺ ὕπαγε. Μὴ ἀναμένῃς τὸν χρυσὸν, μὴ τηρήσῃς αὐτά. Ἄδη‐ λος ὁ βίος· οὐκ οἶδας πότε ἐξέρχῃ τοῦ βίου. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος. Οἵᾳ ὥρᾳ οὐ γινώσκεις καὶ προσδοκᾷς, πορεύῃ· καὶ
20τὰ χρήματά σου ὧδε μένει καὶ ἐκεῖ ἐπιθυμεῖς ῥα‐ νίδα ὕδατος, ἵνα βρέξῃς τὰ χείλη, καὶ ἄλλοι ὧδε κα‐ ταμερίζονταί σου τὸν βίον. Εʹ. Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν
25Ἀβραὰμ λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ, ἀπόστειλον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ αὐτοῦ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Οὗτος ὁ πλούσιος ὅτε ἦν ἐπὶ τῆς γῆς, πορφύραν ἐνεδιδύσκετο, βύσσον καὶ σηρικά· καὶ προ‐
30ήρχετο ὑπὸ ὀχήματος φερόμενος· οἱ ἵπποι αὐτοῦ ἔξασπροι, χρυσῷ καὶ ἀργύρῳ κεκαλλωπισμένοι, χρυσῷ δὲ τὰ σκέλη ἐμπεπηγμένοι. Παῖδες προ‐ τρέχοντες καὶ ἀκολουθοῦντες, μανιάκια χρυσᾶ περι‐ κείμενα, ψέλλια καὶ ὁρμίσκοι, καὶ ἁπαξαπλῶς ἐν
35μεγάλῃ φαντασίᾳ προήρχετο. Ἐν δὲ τῷ ἀρίστῳ αὐ‐ τοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοὶ, χῆνες, πορφυρίωνες, πέρδικες, περιστεραὶ, ὄρνεις, λαγωοὶ, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων· ἄλλοι ῥιπίζοντες
40σποδὴ μὴ μία ὑφίσταται αὐτοῦ τῇ κεφαλῇ· ἄλλοι ἀργυροῦς νιπτῆρας κατέχοντες, καὶ ὀθόνια καθαρὰ ἕτοιμοι παρεστήκεισαν, τὰ ἄκρα τῶν δακτύλων αὐ‐ τοῦ ἀποσμήχοντες, ἀνακειμένου αὐτοῦ. Καὶ βλέπε τὴν ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην.
45 ϛʹ. Οἱ πάντες ἔκαμνον· αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν. Μετὰ δὲ τὸ ἐμπλησθῆναι αὐτὴν τῶν πολυτελῶν βρωμάτων, προετοιμάζονται αὐτῷ καὶ κλῖναι ἐλεφάντιναι, χηνόπλουμα, συνδόναι καθαραὶ

64

.

437

(50)

καὶ τρυφεραί. Καὶ μὴ δυναμένου ἀφυπνῶσαι διὰ τὴν καρηβαρίαν αὐτοῦ, ἄλλοι τοὺς πόδας ψηλαφῶσιν, ἄλλοι τῆς οἰκίας φροντίζονται, τὰς θύρας καὶ τὰς θυ‐
ρίδας φυλάσσοντες, μή που φωνὴ, μή που ζόφοι καὶ437

64

.

440

τοῦτο διυπνίσουσιν. Τοιαύτη ἦν ἡ φαντασία τοῦ πλουσίου. Ζʹ. Ἦν δέ τις πτωχὸς ὀνόματι Λάζαρος, καὶ ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου ἑλκόμε‐
5νος, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ἔβλεπε γὰρ αὐτὸν ὁ πλούσιος, καὶ ἀπέστρεφε τὸ πρόσωπον αὐτοῦ, ἐβδε‐ λύσσετο, διέπτυσεν, παρέτρεχεν, μᾶλλον δὲ παρεβλέ‐
10πετο. Οὐκ εἶπεν ὁ ἄθλιος, ὅτι Οὗτος ἄνθρωπός ἐστιν ὡς κἀγώ. Ἡ αὐτὴ χεὶρ τοὺς ἀμφοτέρους ἐδημιούρ‐ γησεν, ὁμόφυλός μού ἐστι καὶ ὁμογενής. Οὐκ ἔκλινε τὸν λογισμὸν, οὐκ ἐμειλίχθη πρὸς τὴν εὐσπλαγχνίαν. Οὐκ ἠλέησεν τὸν ἐν τοσαύτῃ ἀσθενείᾳ βεβλημένον
15εἰς τὸν πυλῶνα αὐτοῦ. Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα πε‐ ριῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερ‐ χόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν
20μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχη‐ νότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι. Ὦ τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν
25τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο. Καὶ ὁ πλούσιος, ὁ προσδοκῶν τὸ φοβερὸν κριτήριον παραστῆναι, τὸν πένητα οὐκ ἠλέησεν.
30 Ηʹ. Ἴδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξαν, τὴν τρυφήν; Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφά‐ νειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν; Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος· ἐκεῖνος ἐν τρυφε‐ ρότητι διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος.
35Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν· οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ κα‐ τακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν. Δεῦρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶνι ἐκείνῳ ἀμφοτέρου τὸ τέλος.
40 Θʹ. Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν πλούσιον, καὶ ἀπενεχθῆναι εἰς κόλασιν αἰώνιον. Ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέ‐ λων εἰς τοὺς κόλπους Ἀβραάμ. Καὶ ὑπάρχων ἐν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυό‐
45μενον εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ ἐγνώρισεν αὐτόν. Καὶ ἔκραξε λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποῦ ὁ πλοῦτος; ποῦ ὁ χρυσός,

64

.

440

(50)

ποῦ ὁ ἄργυρος; ποῦ ἡ στέγη ἡ ἀργυρᾶ; ποῦ ἡ φαν‐ τασία τῶν παίδων; ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν ῥανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς; Ἐλέη‐ σόν με, πάτερ Ἀβραάμ; Ὦ ἄθλιε πλούσιε! Ὅτε εἰς τὸν πυλῶνά σου ἔκειτο ὁ Λάζαρος, γνωρίσαι
55αὐτὸν οὐκ ἤθελες· καὶ νῦν Λάζαρον ἐπιθυμεῖς εἰς439

64

.

441

βοήθειαν; Ἐλέησόν με, ἀνωφελὴς λοιπὸν ἡ ἱκεσία σου. Παρῆλθεν ὁ καιρὸς τοῦ ἐλέους. Ἐκεῖ λοιπὸν οὐκ ἔστιν ἔλεος. Ἡ γὰρ κρίσις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος. Τί ἐπιθυμεῖς ἔλεος, ὅπερ σὺ ἐπὶ
5γῆς οὐκ ἐκτήσω; Ἐλέησόν με, πάτερ Ἀβραὰμ, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποίῳ δακτύλῳ, ὦ πλούσιε; ὃν σὺ φαγεῖν ἐπὶ τραπέζης οὐ κατεδέξω; Τότε κατανοῆσαι τὰς
10χεῖρας αὐτοῦ οὐκ ἤθελες, ἀλλ’ ἐβδελύσσου, καὶ νῦν τῇ γλώσσῃ σου ἅψασθαι παρακαλεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ. Πῶς καλεῖς αὐτὸν πατέρα μὴ πρά‐ ξας τὰ τοῦ υἱοῦ; Ἐκεῖνος πατὴρ τῶν ἐν φωτὶ διαγόν‐ των ἐστίν. Οὐδεμία συμφωνία φωτὶ πρὸς σκότος.
15Μὴ καλέσῃς αὐτὸν πατέρα. Σὺ γὰρ κατὰ τὸν ἀνελεή‐ μονά σου τρόπον, υἱὸς σκότους καὶ γεέννης ὑπάρχεις. Πῶς δὲ καλεῖς αὐτὸν πατέρα, τὸν υἱὸν αὐτοῦ Λάζα‐ ρον μὴ ἐλεήσας; Ιʹ. Ὁ δὲ πατριάρχης οὗτος ὁ μέγας οὐκ ἐμάλλαξεν
20αὐτὸν τῇ ὀδύνῃ· οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις· οὐκ ἠρνήσατο τὴν φύσιν τὴν ἀνθρω‐ πίνην. Ἀλλὰ πραείᾳ τῇ φωνῇ καὶ ἱλαρὸς τῷ προσ‐ ώπῳ ἀπεκρίνατο, λέγων· Τέκνον, ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐπὶ τῆς γῆς, καὶ Λάζαρος τὰ κακά.
25Διὰ τοῦτο οὗτος ἐνταῦθα ἀναπαύεται, καὶ σὺ ὀδυνᾶσαι. Ὅμως χάσμα μέγα ἐστὶν ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, καὶ οὐδεὶς δύναται αὐτὸ περάσαι ἐξ ἡμῶν. ΙΑʹ. Ἴδες τοῦ πλουσίου τὸ τέλος; ἴδες τῆς τρυφῆς τὸ
30πρόσκαιρον; Μὴ ἀναμείνῃς δοῦναι τὰ σὰ τοῖς πένη‐ σιν. Μηδέποτε τηρήσῃς εἰς τὴν αὔριον. Οὐ γὰρ οἶ‐ δας τί τέξεται ἡ ἐπιοῦσα. Τί συντίθεις χρήματα; ἃ μετ’ ὀλίγον μὴ θέλων καταλιμπάνεις, καὶ πορεύῃ λυπούμενος, καὶ ἐπιθυμεῖς ἐκεῖ ῥανίδα ὕδατος, καὶ
35ἄλλοι ἐνταῦθα καταμεριζόμενοί σου τὸν πλοῦτον, οὕτως μνήμην τοῦ ὀνόματός σου ποιοῦνται. Πολ‐ λάκις γὰρ καὶ οἱ κληρονόμοι σου ἀνασκάπτουσιν τὰ ὀστᾶ καταρώμενοί σου. Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Δωρεάν σου παρ‐
40έχων τὴν βασταγὴν ὁ ἐκεῖ πανδοχεύς. Ἐνταῦθα ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον ἐκ πόλεως εἰς πόλιν ἑτέραν, μισθοῦ σὰ κτήνη, μισθοφόρους καμήλους, ἡμιόνους, φύλακας ξιφήρεις ἐν τῇ ὁδῷ, μή τινες ἀλιτήριοι ἐπιῤῥίψαντες διαρπάξωνταί σου
45τὸν πλοῦτον. Εἰς ἐκεῖνον δὲ τὸν κόσμον, ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον, οὔτε κόπον ὑπομένεις, οὔτε μισθὸν ἀναλίσκεις, οὔτε ἐπηρίαν τινὰ ὑπομένεις, οὔτ’ ἐξέρχῃ ἐκ τῆς οἰκίας, Ἀλλὰ σὺ κάθῃ ἐν τῇ πό‐ λει ἐν πολλῇ ἀναπαύσει, καὶ ἔρχεται ὁ πένης εἰς τὴν

64

.

441

(50)

θύραν σου, ζητῶν σου τὸν πλοῦτον μετενέγκαι εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Καὶ οὐ παραχωρεῖς αὐτῷ οἰκείᾳ σου προθέσει οὔτε ἕνα ὀβολόν; Ἀνάνευ‐ σον, ὦ ἄνθρωπε, εἰ θέλεις ἔχειν πλοῦτον ἀτελεύτη‐
τον. Δὸς εἰς τὰς χεῖρας τῶν πενήτων, καὶ εὑρήσεις441

64

.

444

ἐκεῖ ξενίαν σοι ποιούμενον. Μὴ φοβηθῇς, ὅτι ἄποροί εἰσιν οἱ πένητες· ἐγγυητὴς πλούσιός ἐστι καὶ εὐγνώμων. Ὁ γὰρ ἐλεῶν πτωχῷ δανεί‐ ζει Θεῷ.
5 ΙΒʹ. Φοβηθῶμεν τὴν ἡμέραν ἐκείνην, ἐν ἡμέρᾳ ᾖ ὁ οἰκοδεσπότης τοὺς ἐργάτας καλεῖ εἰς τὴν σπεῖραν τοῦ σίτου, καὶ συνάξει τὸν σῖτον εἰς τὰς ἀποθήκας, τὰ δὲ ἄχυρα κατακαύσει πυρὶ ἀσβέστῳ. Ὁ γὰρ οἰκο‐ δεσπότης ἐστὶν ὁ Κύριος, οἱ δὲ ἐργάται εἰσὶν οἱ ἄγ‐
10γελοι, οἱ συναγαγόντες τὸν κόσμον εἰς τὴν δίκην ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ἡμέρᾳ. Καὶ τοὺς μὲν δικαίους συνάξουσιν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς Κύριος, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον. Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥρι‐
15μος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰω‐ νίους σκηνάς. Μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσ‐
κύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.443