TLG 2062 362 :: JOANNES CHRYSOSTOMUS :: In lacum Genesareth et in sanctum Petrum apostolum [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In lacum Genesareth et in sanctum Petrum apostolum [Sp.]

Citation: Vol — pg — (ln)

64

.

47

(22t)

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου, ὁμιλία
23tεἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.
24Ὅτε διδάσκαλος εὐκλεὴς, τότε μαθητὴς εὐπειθὴς,
25τότε μαθητὴς εὔελπις· ὅτε διδάσκαλος πρόθυμος, τό‐ τε διδάσκαλος κέρδος καρποῦται· ὅτε μαθητὴς σπου‐ δὴν ἐπιδείξηται, τότε μαθητὴς διδασκάλου τέχνην ἐκ‐ δέχεται ὅτι τὴν διατριβὴν ὡς φίλην ἀσπάζεται. Ἄλ‐ λως γὰρ ἀμήχανον διδάσκαλον λάμψαι, εἰ μὴ τοῦ
30μαθητοῦ τὸν λύχνον ἀρδόμενον εὕροι τῷ τῆς φιλομαθίας ἐλαίῳ· καὶ ἄλλως ἀμήχανον λάμψαι, εἰ μὴ τοὺς ὀχε‐ τοὺς τῆς σοφίας ὁ διδάσκαλος πλουσίως ἐκχέῃ. Δεῖται γὰρ δρόμου καὶ σπουδῆς ἑκάτερα τὰ μέρη, καὶ πρὸς τὴν οἰκοδομὴν τῆς βελτιώσεως ἀμφοτέρους τὰ τῆς
35δυνάμεως συνεισφέρειν· καὶ τὸν μὲν τὴν γλῶτταν ὀξύνειν, τὸν δὲ τὴν ἀκοὴν εὐτρεπίζειν· καὶ τὸν μὲν τὴν διάνοιαν ἀπηρτισμένην ἔχειν, τὸν δὲ τὴν ψυχὴν γαληνιῶσαν παρέχειν. Ταῦτα δὲ οὐ μόνον ἐν τοῖς σωματικοῖς ἀναγκαῖα, ἀλλὰ καὶ ἐν τοῖς πνευματικοῖς
40περισπούδαστα. Ὥσπερ γὰρ ἐν τοῖς σωματικοῖς παι‐ δεύμασιν ἄλλως οὐκ ἐλευθεροῦται σκυτάλης παῖς, εἰ μὴ τοῖς μαθήμασιν ἐπαγρυπνῇ, οὕτω καὶ ἐν τοῖς πνευ‐ ματικοῖς διδάγμασιν ἄλλως κατακρίσεως οὐκ ἀπαλ‐ λάσσεται βροτὸς, εἰ μὴ ἐν τῷ νόμῳ Κυρίου κατὰ τὸν
45προφήτην μελετήσῃ ἡμέρας καὶ νυκτός. Ἐπεὶ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ πάντες οἱ παρόν‐ τες ἐσμὲν ἐν Χριστῷ συμμαθηταί· ἕνα γὰρ καὶ τὸν αὐτὸν ἔχομεν οἱ πάντες καθηγητὴν καὶ διδάσκαλον τὸν Χριστὸν κατὰ τὸ φάσκον θεῖον ῥητόν· Καὶ ἔσον‐

64

.

47

(50)

ται πάντες διδακτοὶ Θεοῦ· φέρε καὶ σήμερον τὴν διτ‐ τὴν ἀκοὴν, τὴν ψυχικὴν φημὶ καὶ τὴν σωματικὴν, εὐρυχωρότερον εὐτρεπίσωμεν εἰς τὴν τοῦ Κυρίου δι‐ δασκαλίαν, ὅπως τὸν λόγον ὡς σπόρον δεξάμενοι, δυ‐ νηθῶμεν καρποφορῆσαι τὴν τοῦ Κυρίου ἐπιμέλειαν ἐν
55τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὸν τῆς ὑπακοῆς πολύκοκκον στάχυν. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ βοῶντος· Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐ‐ τὸν ἐκ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας
60ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Εἶδες διδασκάλου θεομήνυτον διδασκαλίαν; εἶδες ὄχλου ἐράσμιον ὄχλησιν; εἶδες μαθητῶν ψυχωφελῆ σπουδήν; εἶδες ἀνθρώπων ἔμμισθον παραμονήν; Μή τις τῶν ἀκουόντων τὸν λόγον τοῦ Θεοῦ ἠκηδίασεν, ἢ
65ἀπέστη τῆς λίμνης, ἢ κατῆλθε τοῦ ὄρους, ἢ ᾐτήσατο λέγων καθώς τινες τῶν παρόντων· Τί πλατύνεις τὸν λόγον, διδάσκαλε; ἔχω τι διαπράξασθαι, συντυχία με περιμένει, οὐδὲν οὔπω τῶν ἐν τῷ ἀρίστῳ ἠγόρασα, ἡ ὥρα τοῦ λουτροῦ παρῆλθε, λοιπὸν ὁ καύσων συν‐
70έχει με. Μή τις τῶν παρόντων κατ’ ἐκεῖνον τὸν καιρὸν εἶπε πρὸς τὸν Δεσπότην τούτων τι; Οὐ μὴν οὐδαμῶς. Διὰ τί; Ὅτι ᾔδεισαν τὸν εἰρηκότα πάντα καλὰ ἐν
καιρῷ αὐτῶν. Εἰσῆλθες εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ,Column end

64

.

48

(22)

ἠξιώθης τῆς τοῦ Χριστοῦ συντυχίας· εἰ μὴ ἀπολυθῇς, μὴ ἐξέλθῃς· ἐὰν γὰρ πρὸ τῆς ἀπολύσεως ἐξέλθῃς, ὡς δραπέτης εὐθύνεις τὴν ὁδόν. Ἓξ ἡμέρας ἐν τοῖς
25σωματικοῖς ἀναλίσκεις, καὶ δύο ὥρας ἐν τοῖς πνευ‐ ματικοῖς ἀσχόλει. Μὴ ὧδε δριμύττου, καὶ ἔξω φαι‐ δρύνου· μὴ ὧδε τὸ νεῦμα, καὶ ἔξω τὸ σκέμμα· μὴ ὧδε ἐπαίνει, καὶ ἔξω λοιδόρει. Τὰ τοῦ Κυρίου παρ‐ ιστῶμεν· μὴ γὰρ μύθους λαλοῦμεν; τὰ τῶν προφητῶν
30ἀναγινώσκομεν· μὴ γὰρ τοὺς δικαίους βδελυσσόμεθα; τῶν ἀποστόλων μεμνήμεθα· μὴ γὰρ τοὺς πατέρας ἐξου‐ θενοῦμεν; Εἰς θέατρον πολλάκις ἀνέρχῃ, καὶ ἕως τῆς ἀπολύσεως οὐ κατέρχῃ· καὶ εἰς τὴν ἐκκλησίαν εἰσέρ‐ χῃ, καὶ πρὸ τῶν θείων μυστηρίων ἐξέρχῃ; Φοβήθητι
35τὸν εἰρηκότα· Ὁ καταφρονῶν πράγματος, καταφρο‐ νηθήσεται ὑπ’ αὐτοῦ. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν; Ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι τῷ Ἰη‐ σοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γενησαρέτ. Ὢ τῆς εὐτέχνου τοῦ Κυρίου διδασκαλίας· ὁ ποταμὸς
40παρὰ τὴν λίμνην εἱστήκει· μᾶλλον δὲ ὁ τῶν ἀνθρώ‐ πων ἁλιεὺς ἦλθε παρὰ τὴν λίμνην, ἵνα τοὺς θηρευτὰς τῶν ἰχθύων θηρεύσῃ. Οὐδὲν γὰρ ἀργὸν παρὰ τῷ Δεσπότῃ Χριστῷ, οὐ τόπος, οὐ λόγος, οὐκ αἴνιγμα, οὐ βῆμα. Ἐπειδὴ γὰρ Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος
45καὶ Ἰωάννης ἐπὶ τὴν λίμνην Γενησαρὲτ ἀνίχνευον ἁλιευτικὴν τέχνην μετιόντες, ἐν ἀδήλοις τὴν ἐλπίδα ἔχοντες, διεφθαρμένα δίκτυα χαλῶντες, ἀμετρήτῳ βυθῷ συνερίζοντες, μὴ ἰδόντες πόθεν δεῖ τραφῆναι, κλέπτοντες μᾶλλον ἢ κάμνοντες, δελεάζοντες ἢ πεί‐

64

.

48

(50)

θοντες· ἄνευ γὰρ ἀπάτης ἰχθὺς οὐ θηρεύεται· τούτους ὁ Κύριος κατανοήσας τῷ θεϊκῷ καὶ ἀπλανεῖ βλέμμα‐ τι, ἐπιτηδείους πρὸς τὴν τῶν ἰχθύων ἄγραν ὄντας, παρεγένετο ἐπὶ τὴν λίμνην ἀντισαγηνεῦσαι τούτους, οὐ δικτύῳ βεβαμμένῳ χρώμενος, ἀλλὰ καθηγητικῷ
55λόγῳ. Καὶ ὅτιπερ οἱ προλεχθέντες ἀπόστολοι ἐπὶ τοῖς λιμνοδρόμοις πλοίοις θαῤῥοῦντες, οὐκ ἐγίνωσκον τὸν τῆς λίμνης καὶ πάντων Δεσπότην· τούτου χάριν παρ‐ εγίνετο ὁ Κύριος ἐπὶ τὴν λίμνην, ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Τί οὖν ὁ εὐαγ‐
60γελιστής; Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Ὁρᾷς πῶς ἐμβαίνει πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου δεσπότην κερδάνῃ. Διὰ τί δὲ καὶ πα‐
65ρακαλεῖ τὸν Σίμωνα ὁ Κύριος; Διὰ τί; ἄκουε συν‐ ετῶς. Ὁ Σίμων, καθὼς ἀρτίως ἤκουες, διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμει‐ νεν. Ἐδυσφόρει δὲ σφόδρα κεναῖς χερσὶν ἀποπλύνων τὰ δίκτυα, καὶ κόπον κόπῳ συνάπτων, καὶ κέρδος μὴ
70βλέπων. Τούτου χάριν ὁ Κύριος θεωρήσας τὸν Πέτρον καταστυγνάσαντα, παρακαλεῖ αὐτόν· παρακλήτωρ γὰρ τῶν τεθλιμμένων ἐστί. Μόνον γὰρ εἶδεν ὁ Κύριος τὸν
Σίμωνα τεθλιμμένον, καὶ προτρεπτικῷ λόγῳ ἀποκρι‐47

64

.

49

θεὶς πρὸς αὐτὸν ἔλεγεν· μικρόν μοι δάνεισον τὸ πλοιά‐ ριόν σου, ναῦτα, ὅπως εἰσελθὼν διδάξω καὶ κατηχήσω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος· ἐκκλησία γέ‐ νοιτό μοι τὸ πλοιάριόν σου, ναῦτα· ἄκουσον λόγον Θεοῦ.
5Μὴ φορτικόν με νομίσῃς· ἦλθον γὰρ βελτιῶσαί σε. Κατάλιπε τὴν σωματικὴν ματαίαν ἐλπίδα, καὶ περί‐ βλεψαι τὴν πνευματικὴν μερίδα· μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα. Ὁ δὲ Σίμων ἔτι βεβαπτισμέ‐ νος τῇ λύπῃ τῆς ἀποτυχίας, ἀποκριθεὶς πρὸς τὸν Κύ‐
10ριον ἔφη· Πόθεν παραγέγονας, ξενοπρόσωπε ἄνθρωπε; τί μοι δι’ ὄχλου γίνῃ; ἄλλην περίβλεψαί τινα σκάφην, εἴ γε βούλει τὴν λίμνην περιαυλίζεσθαι. Ὁρᾷς με πεν‐ θοῦντα, ὡς ἄρτον μὴ εὐποροῦντα, καὶ λόγον Θεοῦ χορη‐ γεῖν ἐπαγγέλλεις; Οὐ περιβλέψομαι πόθεν ἀργύρια
15δανείσωμαι, ἵνα τὴν πενθεράν μου καὶ τὴν γυναῖκά μου θρέψω, ἀλλά σοι τὸ πλοιάριον ὑποστρώσω, ἵνα καὶ τὴν ἡμέραν ὡς τὴν νύκτα ματαιοπονήσω; Εἰ ἐπιφέ‐ ρεις ναῦλον, ἐπίβηθι τὸ πλοῖον· εἰ δὲ μὴ βαστάζεις, ἄπελθε, παρακαλῶ· ἐμὲ γὰρ δόσις, οὐ λόγος τρέφει.
20Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα Μὴ δυσχέραινε, Σί‐ μων· ὄντως ὡς ναύτης λαλεῖς· Θεοῦ λόγος θρε‐ πτικώτερος ἄρτου· θρέψω σε δαψιλῶς· ἄρτος γάρ εἰμι ζωῆς. Μή μου ζημίαν τὴν παρουσίαν ἡγήσῃ· ὅσον ἂν βούλῃ κομίζου· πλουσίου γὰρ πατρὸς εὔπορον τέκνον
25εἰμί. Ταῦτα ἀκούσας ὁ Σίμων, καὶ μικρὸν ἱλαρυνθεὶς τῷ προσώπῳ, ἐν τῷ πλοίῳ τὸν Κύριον ὑποδέχεται, κώπαις ἐλαύνων, ἔφη τε πρὸς αὐτόν· Μέσον καθέζου, ἄνθρωπε ξένε. Ὡς ἐπιβάτην φέρων διέκειτο, μὴ συνορῶν ὅτι
30φέρει τὸν τὰ πάντα φέροντα. Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Τοῦ δὲ Σίμωνος ἐπαναγαγόν‐ τος τῇ ἐλπίδι τῆς μισθαποληψίας, καθίσας ὁ Ἰησοῦς ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Τί δὲ ἐδίδασκεν;
35Ἀγάπην ἀνυπόκριτον, πίστιν ἀνενδοίαστον, εἰρήνην ἀπανούργευτον, φιλαδελφίαν ἄτμητον, εὐσέβειαν ἀκα‐ πήλευτον, θεογνωσίαν ἀφιλάργυρον, παρθενίαν ἀῤῥύ‐ πωτον, ἄσκησιν ἀλύγιστον, συζυγίαν ἄσχιστον· πάντα πόνον ὑπὲρ τῆς ἀληθείας ὑφίστασθαι, μὴ δειλιᾷν ἀπὸ
40τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνα‐ μένων ἀποκτεῖναι. Ταῦτα τοῦ Κυρίου διδάσκοντος καὶ ἔτι μετὰ προσθήκης λέγοντος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ πάλιν· Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν
45αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ αὖθις· Μὴ κτήσασθε χρυσὸν, μὴ ἄργυρον, μὴ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν, μὴ βαλάντιον, μὴ δύο χιτῶνας· ταῦτα τοῦ Κυρίου διδάσκοντος ὁ Σίμων ἀκούων, ὁ δόξας τὸ πλοῖον μεμισθωκέναι τῷ Κυρίῳ, ἤρξατο γογγύζειν καὶ λέγειν

64

.

49

(50)

ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκήσομεν λαβεῖν; ἐπιζημίᾳ νυχθημερινῷ περιέπεσα· τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται· μη‐ δένα μηδὲν ἔχειν διδάσκει. Τάχα ἐμὲ θέλει καὶ τὸ πλοῖον πωλῆσαι, ἵνα πτωχοῖς διανέμω· παρ’ αὐτοῦ
55μισθὸν προσδοκῶ λαβεῖν; Ταῦτα τοῦ Σίμωνος διαλε‐ γομένου ἐν ἑαυτῷ πληροῖ τὴν διδασκαλίαν ὁ Κύριος, ἵνα τὴν θαυματουργίαν ἐπιδείξηται, καὶ τὸν Σίμωνα πληροφορήσῃ. Κόπος γάρ ἐστιν ἰδιώτην λόγῳ πεῖσαί ποτε. Εἶτα τοῦ Κυρίου τὸν λόγον πληρώσαντος, καὶ τοῦ
60παντὸς πλήθους ἀρεσθέντος, προσελθὼν ὁ Σίμων τῷ Κυρίῳ ἔφη· Τὰ μὲν ῥήματά σου καλὰ, καὶ ἡ φωνή σου ἡδεῖα, καὶ ἡ διδασκαλία σου τιμία, ἀλλ’ ὅμως ἐμοὶ τὸ τῆς συντάξεως πλήρωσον· κέλευσόν με λαβεῖν τὸν μι‐ σθὸν τῆς ναυτιλίας, ὅπως κἀγὼ σὺν τῷ πλήθει χαιρό‐
65μενος εἰς τὸν οἶκόν μου ἀπέλθω. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· καθὼς ἀρτίως ἤκουες, τὸν μισθόν σου βούλει λαβεῖν, Σίμων; Ἐπανά‐ γαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν, καὶ κομίζου τὸν ἐπηγγελμένον σοι παρ’
70ἐμοῦ μισθόν. Ὁ δὲ Σίμων πρὸς τὸν Κύριον· Πάλιν ἁλιεύσω καὶ δίκτυα χαλάσω, καὶ κόπον ὑπομείνω; Εἴθε μηδὲ τὴν νύκτα κεναῖς χερσὶν ἐψηλάφησα. Μὴ γὰρ τεχνικώτερος εἶ τῆς ἐμῆς ναυτιλίας; ἢ κέκτησαί τι ἐν τῷ ἀφανεῖ βυθῷ; Δύνῃ διδάσκαλος εἶναι· μὴ
75γὰρ καὶ ἰχθύων θηρευτής; Ἔξελθε ἀπ’ ἐμοῦ· βλέπω γάρ σε μηδὲν βαστάζοντα. Τί καὶ τὸν καιρὸν ἀπόλλω; οὐ ταῦτα παρὰ τὴν ἀρχὴν ἐμαρτυράμην σοι; Ὁ δὲ Κύ‐ ριος πρὸς τὸν Σίμωνα· Μὴ ὡς ἄπορόν με πρόσεχε, Σί‐
μων· μὴ τὰς χεῖράς μου καὶ τὸν κόλπον μου κατανόει·Column end

64

.

50

οὐκ ἐν ταῖς χερσὶν, ἀλλ’ ἐν τῷ στόματί μου τὸν μισθόν σου βαστάζω. Πᾶσαν τὴν νύκτα κοπιάσας, οὐδὲν ἔλαβες· νὺξ γὰρ ἀπορίας τὰ Ἰουδαϊκὰ φρονήματα. Ἐν τῇ ἡμέρᾳ τῆς χάριτος τὰ δίκτυα χάλασον· φῶς γὰρ εὐκαρ‐
5πίας τὰ Χριστιανικὰ πειθαρχήματα. Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Τότε ὁ Σίμων πρὸς τὸν Κύριον· Καθὼς ἀρτίως ἤκουες, Ἐπιστάτα, δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐ‐ δὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ
10δίκτυα. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον. Ὢ τῶν παραδόξων πραγμάτων! οὐ λείπει τῷ Πέτρῳ φροντίς· Διεῤῥήγνυτο τὸ δίκτυον. Καὶ τὸν Χριστὸν περιεβλέ‐ πετο, καὶ τοὺς ἰχθύας κατενόει, καὶ τὸ πρᾶγμα ἐνενόει.
15Οὐκ ἴσχυσε τὸν φόρτον ἐκλύσαι, καὶ βοηθοὺς ἐπεσπά‐ σατο· Ἐνένευον γὰρ, φησὶ, τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, ἐν ᾧ ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἐλθόντας συλλαβέσθαι αὐτούς. Ἐνένευον, οὐκ ἔκρα‐ ζον, οἱ ἄνευ κραυγῆς καὶ θορύβου μηδὲν διαπραττόμε‐
20νοι ναῦται. Διὰ τί; Ὅτι τὸ ξένον τοῦ πράγματος εἰς ἀφωνίαν αὐτοὺς ἤγειρεν. Τί γὰρ εἶχον κράζειν, εἰ μὴ μόνον ἐννεύειν, ὡς θεῖον μυστήριον ὁρῶντες; Συνδρα‐ μόντες δὲ καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον
25συνῆγον, τοσοῦτον ἐπληθύνοντο. Ἔσπευδον γὰρ οἱ ἰχθύες τίς πρῶτος ὑπουργήσει τῷ προστάγματι τοῦ Δεσπότου· οἱ μικροὶ τοὺς μεγάλους παρέτρεχον, οἱ μέσοι τοὺς μείζονας ὑπερεπλεύριζον, οἱ μεγάλοι τοὺς μικροὺς ὑπερήλλοντο· τὰς χεῖρας τῶν ἁλιέων οὐ πε‐
30ριέμενον, ἑαυτοὺς ἐκυβίστευον ἐπὶ τὸ πλοῖον. Ὁ πυ‐ θμὴν τῆς λίμνης οὐκ ἐκινεῖτο, οὐδεὶς τῶν ἰχθύων κάτω μένειν ἠνείχετο· ᾔδεισαν γὰρ τὸν εἰρηκότα· Ἐξαγα‐ γέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Τί οὖν ὁ Σί‐ μων, ὁ δυσὶ πράγμασι περιπεσὼν, ὁ τὴν νύκτα κο‐
35πιάσας καὶ μηδὲν πιάσας, καὶ τῇ ἡμέρᾳ ἐπὶ τῷ ῥήματι τοῦ Ἰησοῦ τὰ πάντα θηρεύσας; Ὡς εἶδε τὰ δίκτυα διεῤ‐ ῥαγότα, καὶ ἄλλους πολλοὺς ἰχθύας ἔξωθεν ἑστῶτας καὶ πρὸς τὸ θηρευθῆναι κεχηνότας, καὶ πόῤῥω τῶν δικτύων μένειν μὴ ἀνεχομένους, ὡς βίαν ὑπομένων, προσέπεσε
40τῷ Κυρίῳ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, Κύριε, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι. Ἔγνων λοιπὸν ὅστις εἶ· οὐκ εἶδον ἰχθύων ἄγραν ποτὲ τοιαύτην. Ἔθος, Δέσποτα, τοὺς ἰχθύας τῇ σαγήνῃ ἔνδον ἀποκλείειν· τοὐναντίον δὲ νῦν βλέπω; ἔξωθεν οἱ ἰχθύες τὴν σαγήνην κρατοῦσιν. Ἔξελθε
45ἀπ’ ἐμοῦ, παρακαλῶ. Ἐπίσχες λοιπὸν τὸ θεϊκόν σου πρόσταγμα· κατάλιπε τῇ λίμνῃ κἂν δύο πρὸς γονὴν ἰχθύας. Ἔξελθε ἀπ’ ἐμοῦ· οὐ σὲ ἀπωθοῦμαι, ἀλλ’ ἐμαυτὸν ταλανίζω. Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρ‐ τωλός εἰμι, Κύριε. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα·

64

.

50

(50)

Ἐξέλθω, τοῦ πλοιαρίου σου, Σίμων, ἐξέρχομαι· ἐν σοὶ δὲ εἰσελεύσομαι· τούτου χάριν καὶ παρεγενόμην πρὸς σέ. Θηρεύων γὰρ ἐθηρεύθης· ὃ ποιεῖς, πέπονθας. Σὺ μὲν γὰρ ἀπὸ ζωῆς εἰς θάνατον ἕλκεις· ἐγὼ δὲ ἀπὸ θανάτου εἰς ζωήν. Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν
55ἀνθρώπους ἔσῃ ζωγρῶν. Τὴν λίμνην κατάλιπε, τὴν οἰκουμένην σαγήνευε· τὸν κάλαμον σύνθλασον, καὶ τὸν σταυρὸν εὐτρέπισον· τὴν ὁρμαῖαν διάσπασον, καὶ τὴν εὐσέβειαν κήρυξον· ῥῖψον τὸ ἄγκιστρον, καὶ νόσους θεράπευσον· τὰ δίκτυα μίσησον, καὶ τὰς οὐρανίους
60κλεῖς χάλκευσον· ἔξελθε ἀπὸ τοῦ πλοίου, καὶ εἴσελθε εἰς τὴν Ἐκκλησίαν. Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ὢ τῆς τοῦ Κυρίου δυνά‐ μεως! Ὢ τῆς τοῦ Πέτρου συνέσεως! Οὐκ εἶπεν ὁ ἁλιευ‐ θεὶς ἁλιεὺς, Τί τὸ ξένον τῆς τοῦ διδασκάλου παραινέ‐
65σεως; ἀνθρώπους ζωγρήσω, καὶ ποῖον δίκτυον εὐτρε‐ πίσω; ποῦ δὲ καὶ νίθοντα τὰ ἀνθρωπόθηρα ταῦτα δίκτυα; μὴ ἁρπάζει με λόγος ἀγκιστρεύσας με; Οὐ‐ δὲν τούτων εἶπεν ὁ Σίμων, μόνον δὲ ἤκουσεν, εὐθέως ὑπήκουσεν· οὐ τοὺς ἰχθύας ἐπώλησεν, οὐ τῆς εὐπορίας
70ἐδεήθη, οὐ τῇ γυναικὶ συνετάξατο, οὐκ εἶπε πρὸς τὸν Δεσπότην, Σῶσόν μου τὰ μέτρια, Δέσποτα· λογο‐ θετήσω τοὺς συναλλάκτας, μικρὰ ἀναλώματα τοῖς εἰς τὸν οἶκόν μου καταλείψω. Οὐδὲν τούτων ὁ Σίμων ἔφρα‐ σε· Πέτρος γὰρ ἦν τὸ ὅλον. Καὶ ὅτιπερ οὐ μόνον Πέ‐
75τρος ὑπήκουσε τῷ Δεσποτικῷ προστάγματι, ἀλλὰ καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης· αὗται γάρ εἰσιν αἱ ἀδελφαὶ καὶ πισταὶ δύο ζυγάδες.
Εἶδες τὴν τοῦ Κυρίου πραγματείαν; τίνος χάριν ἐπὶ49

64

.

51

τὴν λίμνην παρεγένετο; ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Ἤκουες οὖν ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ καταγαγόντες τὰ πλοῖα αὐτῶν ἐπὶ τῆς γῆς, ἀφέντες ἅπαντα, ἠκολούθησαν
5τῷ Ἰησοῦ. Τί δὲ ὁ Κύριος; δεῖ γὰρ συμπερᾶναι τῷ λόγῳ. Ὡς εἶδε τῶν ἀποστόλων τὴν προθυμίαν, ὅτιπερ ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ, ἐπὶ θεραπείαν ἐπείγεται, ἵνα μὴ ὁ διάβολος ἔκκωμα ἀπιστίας εὕρῃ· εὐμεταμέλητον γὰρ τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ πρὸς
10ἀντιταλάντευσιν ἕτοιμον. Ἔμελλον γὰρ λέγειν οἱ ἀπό‐ στολοι τοῦ Κυρίου, εἰ μηδὲν ἕτερον σημεῖον ἐθεάσαντο· μὴ ἄρα μάτην καταλιπόντες τὴν ὕπαρξιν ἡμῶν ἠκολου‐ θήσαμεν αὐτῷ; καὶ ἡ συνδρομὴ τῶν ἰχθύων κατά τινα τρόπον γεγένηται, οὐχὶ δὲ κατὰ θεῖον κέλευσμα. Ὅπως
15οὖν μὴ τοιούτοις σκεύμασι μολυνθῶσιν οἱ ἀπόστολοι, μόνον ἀπέστη τῆς λίμνης, καὶ ἐν μιᾷ τῶν ἐγγύθεν πό‐ λεων ὄχλου συνδεδραμηκότος θεοθεράπευτον ἰατρεῖον ἀνοίγει, καὶ εὐθὺς θελήματι μόνῳ ἀποδύει τὸν λεπρὸν, καὶ τὴν κατάστικτον αὐτοῦ μηλωτὴν τῆς λέπρας ἐκα‐
20θάρισεν· ἵνα γνῷ Πέτρος καὶ οἱ μετ’ αὐτοῦ, ὅτι οὐ μόνον οἱ ἔμψυχοι ἰχθύες ὑπακούουσι τῷ Δεσποτικῷ προσ‐ τάγματι, ἀλλὰ καὶ τὸ ἄψυχον πάθος τῷ νεύματι αὐτοῦ φυγαδεύεται. Ἤκουες δὲ ἀρτίως βοῶντος τοῦ λεπροῦ·
Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὦ λεπροῦColumn end

64

.

52

εὐσεβοῦς δόγματος γνῶσις! Οὐκ ἐσπίλωσεν αὐτοῦ τὴν ὀρθόδοξον γνώμην ἡ ὁλόῤῥυπος τῆς λέπρας δορά· ἔξωθεν ἧρπε τὸ πάθος· ἔνδον γὰρ οὐχ εὗρε νομήν· τὸ σῶμα κατεβόσκετο, τῆς δὲ ψυχῆς οὐχ ἥπτετο· ἐφύβρι‐
5στον τίτλον ἐβάσταζεν, ἀλλ’ οὐκ ἤγγισεν ἡ συνοδοιπό‐ ρος· πλήρης ἦν λέπρας, ἀλλ’ ἐμίσει τὸν παράνομον Ὀζίαν· ἡ συναγωγὴ αὐτὸν ἀπωθεῖτο, ἀλλ’ ἡ Ἐκκλησία αὐτὸν περιεπτύσσετο· ὁ Μωϋσῆς αὐτὸν ὕβριζεν, ἀλλ’ ὁ Χριστὸς ἐθεράπευσεν. Ὧδε θεραπεύεται, κἀκεῖ τὰ
10δῶρα τῆς θεραπείας προσφέρειν κελεύεται. Διὰ τί; Ἵνα καὶ τοῦ Δεσπότου Χριστοῦ τὸ φιλάνθρωπον γνωσθῇ, καὶ τῶν φιλαργύρων Ἰουδαίων τὸ φιλέμπορον φανῇς. Τί οὖν ὁ κακοδόξων ἔλεγχος λεπρός; Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Οὐ λέγω, παρακάλεσον, ἀλλ’
15αὐθέντισον· οὐ λέγω, πρόσευξαι, ἀλλ’, ἴασαι. Ἴδιον γὰρ Θεοῦ ἰδίῳ θελήματι θεραπεύειν, οὐχὶ δὲ ἀλλοτρίῳ νεύματι. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἤκουσα γὰρ τοῦ προφήτου λέγοντος· Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν
20ἐποίησεν. Ἐπεὶ οὖν πάντα θελήσει παρήγαγες εἰς τὸ εἶναι, καὶ οὐρανοὺς μὲν ἐξέτεινας ὡσεὶ δέῤῥιν, γῆν δὲ ὑφήπλωσας ὡς σινδόνα, τὰ μεταξὺ δὲ τούτων πολυμόρ‐ φως ἀμφιάσας· ἀπόδος κἀμοὶ τὸ τῆς φύσεως ἱμάτιον, ὅπως τὸν μὲν νόμον ὡς φορτικὸν ἐκκλίνω, τὴν δὲ χάριν
25ὡς φιλάνθρωπον δοξάσω, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.51