TLG 2062 361 :: JOANNES CHRYSOSTOMUS :: De cognitione dei et in sancta theophania [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De cognitione dei et in sancta theophania [Sp.] Citation: Vol — pg — (ln) | ||
64.43(24t) | ΙΑʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς | |
25t | τοὺς νεοφωτίστους. | |
---|---|---|
26 | Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχον‐ τες χρῄζουσι τῶν ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι | |
30 | τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀ‐ γνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας πε‐ ριεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ | |
35 | τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας. Ἀλλ’ ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλε‐ ψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ | |
40 | τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλ‐ μοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι. Τὰ ὅμοια τούτων καὶ ἄλλος | |
45 | προφήτης, Ἱερεμίας, ἔκραξε λέγων· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη· οὐκ ἀνέβη ἴασις ἐν αὐτῇ. Βαβυλὼν δὲ ἑρμηνεύεται σύγχυσις· συγκέχυται γὰρ ἡ ἀνθρωπότης τῇ ἀβλεψίᾳ. Ἀλλ’ ὁ μὲν τρόπος ἀρίστων ἰατρῶν· τοὺς μαθητὰς ὑπερβαίνει τῶν χρονίων τραυ‐ | |
64.43(50) | μάτων ἡ ἰατρεία. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ὁρῶν διὰ τοῦ νόμου καὶ τῶν προφη‐ τῶν μὴ ἰαθεῖσαν τῶν ἀνθρώπων τὴν ἀσέβειαν παραγί‐ νεται ἐξ οὐρανίων ἁψίδων, ἐξ ἁγίας Παρθένου Μαρίας τεχθεὶς, πρῶτον μὲν διὰ τοῦ σταυροῦ τὸν διάβολον | |
55 | τροπωσάμενος, δεύτερον δὲ τὸν θάνατον αἰχμαλωτίζων, διὰ δὲ τῆς τριημέρου αὐτοῦ ἀναστάσεως εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν χαρισάμενος, πάντας εἰς τὴν ἑαυτοῦ θεογνωσίαν ἐπήγαγε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Παρὰ τοῦ Θεοῦ μακαριότης. Καὶ τοῦτο ἰδὼν | |
60 | ὁ προφήτης Δαυῒδ λέγει· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τίς δὲ δυνατὸς ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Ἄν‐ θρωποι γὰρ ἀνθρώπους μακαρίζοντες οὐδὲν ὠφελοῦσι, πολλάκις δὲ καὶ βλάπτουσι, καθώς φησιν ὁ προφήτης | |
65 | Ἡσαΐας· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσου‐ σιν· ὁ δὲ μακαρίζων σὺν τῷ λόγῳ καὶ τὴν χάριν παρ‐ έχει. Καὶ λάβε τοῦ λόγου τὴν ἀπόδειξιν. Εἶπεν ὁ Κύ‐ ριος τῷ Πέτρῳ, ἡνίκα τοὺς μαθητὰς ἠρώτα, λέγων· | |
70 | Τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι; Μακάριος εἶ, | |
Σίμων Βὰρ Ἰωνᾶ, ὅτι Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ | Column end | |
64.44(23) | σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ οὐράνιος, οὐχ ὁ νομιζόμε‐ νος ἐπίγειος. Εἶπες τὸν μακαρισμὸν, δὸς τὴν χάριν τῆς | |
25 | βασιλείας τῶν οὐρανῶν. Εἶδες τὴν χάριν ἑπομένην τῷ λόγῳ; Καὶ ἀρτίως δὲ ἐν τοῖς καταγνωσθεῖσιν ἡμῖν μα‐ καρισμοῖς ἀκηκόαμεν ἕκαστον αὐτῶν τὴν χάριν κατάλ‐ ληλον ἔχοντα. Ἐπανέλθωμεν δὲ ἐπὶ τὴν προκειμένην τῆς παρούσης ἑορτῆς ὑπόθεσιν. Βασιλέως γὰρ ἐπιγείου | |
30 | παρουσία χαρὰν καὶ εὐφροσύνην τοῖς παροῦσι δωρεῖσθαι εἴωθε· βασιλέως δὲ ἐπουρανίου ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν παραγινομένου ἐνταῦθα, οὐ μόνον ἡμεῖς οἱ παρόντες ἀγαλλιώμεθα, ἀλλὰ καὶ πᾶσα ἡ γῆ εὐφραίνεται. Εἰ γὰρ ἡλίου ἀνατέλλοντος πᾶν τὸ ὑποκείμενον φωτίζεται, τοῦ | |
35 | ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, πῶς οὐχὶ πᾶσα ψυχὴ φωτισθήσεται ἐν τῇ φωτοφόρω ταύτῃ νυκτὶ, περὶ ἧς ὁ προφήτης Δαυῒδ ἁγίῳ Πνεύματι βλέπων ἔλεγεν· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· καὶ πάλιν· Ὡς τὸ σκότος αὐ‐ | |
40 | τῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται; ὥσπερ γὰρ τὸ σκότος αὐ‐ τῆς ὁρᾶται τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς, οὕτω τὸ φῶς αὐτῆς φαίνεται τοῖς τῆς ψυχῆς ὄμμασιν. Ὢ φωτοφόρου καὶ θαυμαστῆς νυκτὸς πάσης ἡμέρας φωτεινοτέρας. Πᾶ‐ | |
45 | σαν μὲν ἡμέραν διαδέχεται νὺξ, αὐτὴν δὲ τὴν φωτοφόρον νύκτα νὺξ οὐ διαδέχεται· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μὴ τῷ γράμ‐ ματι πρόσεχε, ἀλλὰ τῷ πνεύματι κατανόει. Φῶς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός· νὺξ δὲ τὰ τοῦ σκότους ἔρ‐ | |
64.44(50) | γα. Ὅταν οὖν φωτισθῇς τὴν ἐν σκότει ψυχὴν τῷ παρ‐ όντι φωτὶ, οὐκέτι σκότους ἔργα καταλαμβάνειν σε δύ‐ ναται· διὰ γὰρ τοῦτο παρεγένετο τὸ φῶς, ἵνα τὸ σκότος φυγαδεύσῃ· παρεγένετο ἡ ζωὴ, ἵνα τὸν θάνατον κατ‐ αργήσῃ· καὶ πρῶτον ποιμένας δι’ ἀγγέλων εὐαγγελί‐ | |
55 | ζεται, οὐχ ἵνα τοῖς λόγοις ἀνάθωνται τὰ θαύματα, ἀλλ’ ἵνα ἀφορμὴν λαβόντες τῶν λογικῶν προβάτων ποιμένες τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τοῖς λαοῖς εὐαγγελίσων‐ ται. Ἐν τῷ ἁγίῳ τόπῳ τῆς Βηθλεὲμ τὴν ὀφειλομένην | |
60 | προσκύνησιν ἀποδοῦναι ἐσπεύσαμεν τῷ πάντων ἡμῶν Δεσπότῃ Θεῷ τῷ δι’ ἡμᾶς ἐνανθρωπῆσαι καταξιώσαντι. Καὶ γὰρ αὐτὸς ἐπὶ τῆς γῆς ὤφθη, διὰ τὴν ἡμε‐ τέραν σωτηρίαν ἐξ οὐρανοῦ καταβὰς, οὐκ ἔρημα τῆς ἑαυτοῦ παρουσίας τὰ ἐκεῖσε καταλείψας· Τὸν γὰρ οὐ‐ | |
65 | ρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, φησὶν ὁ Ἡσαΐας· καὶ πάλιν ὁ Δαυΐδ· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρ‐ ει. Οὔπω ἐπὶ γῆς γέγονεν ἐνανθρωπήσας, καὶ ἤδη τὴν ἐν ᾅδῃ παρουσίαν μηνύει ὁ προφήτης. Οὐ μέγα οὖν, εἰ | |
70 | καὶ ἡμεῖς ἀπὸ τῆς πόλεως τὸ μικρὸν τοῦτο διάστημα | |
διανύσαντες ἤλθομεν ἐπὶ τὸν τόπον τοῦτον προσκυνῆσαι | 43 | |
64.45 | Ἴωμεν πάλιν καὶ πρὸς τὸν Ἰορδάνην ὀψόμενοι τὰ ἐν αὐτῷ τελούμενα μυστήρια, πῶς ἐθεάσατο τὸν ἴδιον Δεσπότην ἡ θάλασσα καὶ ἔφυγεν, Ὁ δὲ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ἴδωμεν πάλιν καὶ τὸν Ἰωάννην βαπτίζοντα | |
5 | τὸν Αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸν Πα‐ τέρα ἄνωθεν μαρτυροῦντα τὴν τοῦ ἰδίου Υἱοῦ παράδοξον συγκατάβασιν, καὶ τὸ συγγενὲς Πνεῦμα ἐν εἴδει περι‐ στερᾶς καταβαῖνον καὶ μένον ἐπὶ τὸν μαρτυρούμενον. Ὦ παραδόξου βασιλέως παράδοξα θαύματα! πῶς ἡ πη‐ | |
10 | λίνη χεὶρ ἁψαμένη τῆς τοῦ παντὸς κόσμου κορυφῆς οὐκ ἐφλέχθη; τίς εἶδεν, ἢ τίς ἤκουσέ ποτε χόρτον πυρὶ προσψαύοντα, καὶ ἐκ τοῦ πυρὸς βλάβην μὴ καταδεχό‐ | |
μενον. Μακάριος γὰρ ὡς ἀληθῶς, καὶ τρισμακάριος ὁ | Column end | |
64.46 | ῥάδαμνος Ζαχαρίου καὶ Ἐλισάβετ. Μακάριοι ἐσμὲν λοι‐ πὸν καὶ ἡμεῖς, ὅτι τοὺς καρποὺς τῆς ἡμετέρας ὀσφύος θεωροῦμεν ἐκλάμποντας ἐκ τῆς ἁγίας κολυμβήθρας, ὥσπερ τινὰς ἀστέρας διαθέοντας τὸ πλήρωμα τῆς Ἐκ‐ | |
5 | κλησίας. Ἀλλ’, ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα, ἡ τρισ‐ υπόστατος οὐσία, καὶ δύναμις, καὶ θέλησις, καὶ ἐνέργεια, ἡμᾶς τοὺς ὁμολογοῦντάς σου τὰς ἀσυγχύτους καὶ ἀδιαι‐ ρέτους ὑποστάσεις, ἀξίωσον καὶ τῆς ἐκ δεξιῶν σου στά‐ σεως, ἡνίκα ἔρχῃ ἐξ οὐρανῶν κρῖναι τὴν οἰκουμένην ἐν | |
10 | δικαιοσύνῃ· ὅτι πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | 45 |