TLG 2062 360 :: JOANNES CHRYSOSTOMUS :: In evangelii dictum et de virginitate [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In evangelii dictum et de virginitate [Sp.]

Citation: Vol — pg — (ln)

64

.

37

(40t)

Ιʹ. Τοῦ αὐτοῦ εἰς τὸ τοῦ Εὐαγγελίου ῥητὸν, καὶ περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπε‐
41tσούσας.
42 Οὐδὲν ὁ θεῖος λόγος ἀσκόπως, οὐδὲ ξένον τῆς ἡμε‐ τέρας σωτηρίας παρέδωκεν αἴνιγμα. Ὅθεν ποῦ μου τὸν, νοῦν ἐκπετάσω, τὸ πυκνὸν τῆς ἐννοίας ἐρευνῆσαι προ‐
45ετρέψατο, καὶ ἰδεῖν τί ἄρα βούλεται τὸ ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ Δεσπότου λεγόμενον. Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάν‐

64

.

37

(50)

θρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμά‐ των παρέδωκε· πῆ μὲν ἀπὸ τῶν καθ’ ἡμέραν πραγμά‐ των διεξιέναι δυναμένους τὴν ἔμφασιν, πῆ δὲ καὶ ἀπ’ αὐτῆς τῆς ἐννοίας τοῦ λεγομένου τὴν αἴσθησιν ὑποδέ‐ ξασθαι. Ἔλεγεν ὁ Δεσπότης, ὅτι Στενὴ καὶ τεθλιμ‐
55μένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· πλατεῖα δὲ καὶ εὐρύ‐ χωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσέρχονται δι’ αὐτῆς· Ἐκπλήξεως ὁ λόγος, ἀγνωσίας ὁ τρόπος, τί, Πλατεῖα, φησὶν, ἡ ὁδὸς τῆς
60ἀπωλείας. Οὐ γνωρίζει τὴν ὁδὸν ταύτην ὁ Χριστός· οὐ γὰρ δι’ αὐτοῦ ἐγένετο· συμπαθείας οὖν ῥῆμα, ἰατρείας τὸ αἴνιγμα. Ὢ τῆς φιλανθρώπου εὐνοίας! ὢ τῆς Δεσποτικῆς κη‐ δεμονίας! ὁμοῦ καὶ τὴν νίκην καὶ τὴν ἧτταν προτίθησιν,
65ὁμοῦ καὶ τὸν οἶκτον καὶ τὴν ἀπόφασιν· Οἶδα, φησὶ, πῶς ὀλισθηρὸν τὸ γένος τῶν ἀνθρώπων, πῶς χαμαίζηλον, πῶς ὀφθαλμοῤῥεπὲς, πῶς εὐολίσθητον, πῶς εὐκαταμά‐ χητον, πῶς ἄνανδρον, πῶς εὐάλωτον, εἰ μὴ πίστει στη‐ ρίζοιτο· ἤκουσε πλατεῖαν ὁδὸν, καὶ ἐπέδραμεν ὡς ἐπὶ
70παγίδα ὄρνεον· ἤκουσε στενὴν, καὶ φεύγει τὴν σωτη‐
ρίαν, οὐκ ἐρευνήσας ἀμφοτέρων τὸ χρήσιμον· καὶ γὰρColumn end

64

.

38

(40)

αἰτεῖται τὴν πάλην, καὶ φεύγει τὸ σκάμμα· καὶ μάλι‐ στα ἀκούσας, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, καὶ τῷ βοηθῷ οὐ προσέδραμεν, ἀλλὰ φεύγει φυγῇ, μὴ γινώ‐ σκων ὅτι τὸ ἀγαθὸν ἐκφεύγει καὶ εἰς τὸ ἧττον προσκολ‐
45λᾶται. Ὢ τῆς ἀνοίας! Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ἀκούσας, ὤκλασας, ἄνθρωπε; καὶ Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ ἀκούσας, οὐκ ἐπτόησας; Μᾶλλον δὲ τὴν μὲν μάστιγα ἐπτόησας, τὸ δὲ πάθος τῆς ἁμαρτίας οὐκ ἔσβεσας. Τί πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς ἀπ‐

64

.

38

(50)

ωλείας; Ὁδὸν ἐνταῦθα τὸν βίον λέγει, ἐπειδὴ ἡ πλατεῖα τοῖς ἀπατωμένοις δοκεῖ τὸ ἡδὺ τοῦ κόσμου. Τί δὲ ταύ‐ της παρὰ τοῖς εὐφρονοῦσιν ἀθλιώτερον; Ἡ μὲν γὰρ στενὴ νομιζομένη εἰς οὐρανοὺς ὁδηγεῖ, ἡ δὲ πλατεῖα δοκοῦσα εἰς ᾅδην καθέλκει τοὺς ἑπομένους αὐτήν. Μὴ
55γὰρ πλατεῖαν νομίσῃς εἶναι ἀληθῶς, ἀγαπητὲ, ἢ ἀγα‐ θὴν τὴν ὁδὸν ἐκείνην, ἐπειδὴ τοιαύτῃ λέξει ὁ Δεσπότης ἐχρήσατο. Ὥσπερ γὰρ ὁ Σολομὼν λέγει, μέλι ἀποστά‐ ζειν ἀπὸ χειλέων γυναικὸς πόρνης, παρὰ φύσιν δὲ τὸ λεγόμενον· πῶς γὰρ δυνατὸν ἀπὸ χειλέων γυναικὸς
60μέλι ἀποστάξαι ποτέ; ἀλλὰ τὸ δοκοῦν τῆς ἀπάτης ἡδὺ καὶ τῆς ματαίας ἡδονῆς τὴν ἀπάτην μέλι ὁ λόγος ἐκά‐ λεσεν· οὕτω καὶ ἐνταῦθα πλάτος λέγει ὁδοῦ τὰ διάφορα τῶν ἡδονῶν πάθη, καὶ πᾶσαν τὴν τοῦ βίου ἀπόλαυσιν. Ἀκούσατέ μου οἱ τὸν αὐχένα ὑποκλίναντες καὶ δεξάμε‐
65νοι τὸν χρηστὸν καὶ τὸν ἐλαφρὸν καὶ μακάριον ζυγὸν, μονάζοντες καὶ παρθένοι· ἀκούσατέ μου ὅσαι ἀφιερώ‐ σατε ἑαυτὰς καὶ ἐδώκατε τὰ σώματα ὑμῶν τῷ Κυρίῳ· ἀκούσατέ μου αἱ τοῦ οὐρανίου νυμφίου στέφανοι, ἀκού‐ σατέ μου αἱ τοῦ ἡλίου λαμπρότεραι, ἀκούσατέ μου αἱ
70τῆς βασιλείας εἴσοδοι, ἀκούσατέ μου αἱ τοῦ Θεοῦ φίλαι,37

64

.

39

ἀκούσατέ μου αἱ τοῦ Δαυῒδ χορεύτριαι, ἀκούσατέ μου τὰ τῆς Ἐλισαβὲτ ἔγγονα, ἀκούσατέ μου αἱ Ἰωάννου σύντροφοι, ἀκούσατέ μου αἱ κληρονόμοι Θεοῦ, ἀκούσατέ μου αἱ τὸ σκάμμα καὶ τὴν νίκην καὶ τὸν ἀγωνοθέτην
5ἐν τῷ σκάμματι περιφέρουσαι, ἀκούσατέ μου αἱ Μαρίας ἀδελφαὶ, ἀκούσατέ μου αἱ μητέρες καὶ νύμφαι καὶ δου‐ λίδες Χριστοῦ· οὐχὶ ἐμοῦ δὲ ἀκούσατε, παρακαλῶ, ἀλλὰ τοῦ Ἀποστόλου λέγοντος, Παρακαλῶ οὖν ὑμᾶς, παρα‐ στήσατε τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν,
10εὐάρεστον τῷ Θεῷ. Ἀξιόπιστος ὁ παρακαλῶν, καὶ μὴ παραιτήσει τὴν δόσιν. Ἴδε τίς ἐστιν ὁ παρακαλῶν σε, καὶ φρίξον τὴν αἴτησιν· ὁ ἕως τρίτου οὐρανοῦ ἀναβὰς, ὁ φωνῆς Θεοῦ ἀξιωθεὶς, ὁ ἀκούσας ἄῤῥητα ῥήματα, παρακαλεῖ, Παραστήσατε τὰ σώματα ὑμῶν ἁγνὰ τῷ
15Θεῷ. Τί παρακαλεῖς, Παῦλε; τί γάρ σοι μέλει περὶ τῶν παρθένων; οὐ σὺ εἶπας, ὅτι Περὶ τῶν παρθένων ἐπι‐ ταγὴν Κυρίου οὐκ ἔχω; οὐ σὺ εἶπας, Τίμιος ὁ γάμος; οὐ σὺ εἶπας, Μὴ ἀποστερεῖτε ἀλλήλους τῆς συμμι‐ ξίας; τί νῦν ἁγνείαν κηρύττεις; εἶτα δὲ τί σοι λοιπὸν
20μέλει περὶ τῶν παρθένων; ἐκ σαρκικοῦ γάμου καὶ φθορᾶς Θέκλαν ἥρπασας, καὶ ἔσωσας· τί σοι περὶ τῶν λοιπῶν παρθένων μέλει λοιπόν; Ναὶ, φησὶ, σφόδρα φροντίζω περὶ τοῦ ἁγνοῦ καὶ ἀπαθοῦς γάμου. Εἰ γὰρ τῷ τῶν ἀνθρώπων ἐμεσίτευσα γάμῳ, πολλῷ μᾶλλον τὸ
25τοῦ Χριστοῦ μεσιτεύσω μετὰ πολλῆς τῆς σπουδῆς· νυμφαγωγός εἰμι τοῦ Χριστοῦ· οὐκ ἀρκεῖταί μου ὁ Δεσπότης μιᾷ κόρῃ, οὐ θέλει ἕνα γάμον· πολλὴ αὐτοῦ ἡ προὶξ, πολλὴ ἡ κληρονομία. Διὸ ἀπέστειλέ με πολλὰς αὐτῷ συναγαγεῖν· ὅθεν ἔλεγεν, Ἡρμοσάμην ὑμᾶς ἑνὶ
30ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅρα πόσην ἀκρίβειαν εἶπεν ὁ Ἀπόστολος, ἵνα μὴ σαρ‐ κικὸν τὸν γάμον νομίσῃς εἶναι. Ὢ τῆς τυφλότητος! ὢ τῆς ἀνοίας! τίς οὐκ ἂν ποθήσειε τὸν ἄφθαρτον καὶ ἀκάματον γάμον; τὴν ἁγνὴν κοίτην, τὴν ἄσπιλον πα‐
35στάδα; τὴν ἀμόλυντον λοχείαν; τὴν ἀθάνατον συνάφειαν; τὴν ἀπαθῆ τεκνογονίαν; τὴν ἀπένθητον φιλανδρίαν; τὴν ἀζήμιον προῖκα; τὴν αἰώνιον ἀπόλαυσιν; τὴν ἀμέριμνον ζωήν; τὴν μετὰ Χριστοῦ συνοικεσίαν; τὴν μετὰ ἀγγέλων διαγωγήν; τὴν τῶν θεοπρεπῶν ᾀσμάτων
40τερπνότητα; τὴν εὐωδίαν τὴν πανάρετον; τὴν πάμ‐ φωτον λυχνίαν; τὴν παγκόσμιον ἐλευθερίαν; τὴν πρὸς Θεὸν πορείαν; τὴν μετὰ ἀγγέλων χορείαν; τὴν τοῦ σώματος ῥῶσιν; τὴν τῆς ψυχῆς καθαρότητα; Ἡ γὰρ συναφθεῖσα πρὸς γάμον ἀνδρὶ μεριμνᾷ πῶς ἀρέσει
45φθειρομένῃ σαρκί· οὔπω τίκτει, καὶ τὸ πένθος ὀδυ‐ ρᾶται· θρῆνος πολλάκις διὰ τὸν ἄνδρα, θρῆνος περὶ στειρώσεως καὶ ἀτεκνίας, θρῆνος περὶ πολυτεκνογο‐ νίας, τούτων θνησκόντων· θρῆνος ἀτάκτως τῶν τέκνων περιπατούντων. Ἡ δὲ τοῦ Κυρίου παρθένος μεριμνᾷ

64

.

39

(50)

πως ἀρέσει τῷ Κυρίῳ. Ἀκούσατε μετὰ ἀκριβείας τοῦ Ἀποστόλου βοῶντος, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ οὐκ εἶπε, Σὲ, ἀλλὰ, Ὑμᾶς, ἵνα μὴ νομίσῃς περὶ σαρκικοῦ γάμου λέγειν αὐτόν. Παρακαλῶ οὖν ὑμᾶς, φησὶ,
55παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ. Κοινὸν τὸ παράγγελμα, μάλιστα δὲ ἐπιβάλλει τοῖς ἁγιωσύνην ἀσκοῦσιν. Οἱ γὰρ τῷ ἁγίῳ ἁγίως προσελθεῖν βουλόμενοι, ἐὰν μὲν κατορθώσωσιν ἐνταῦθα, μεγάλων
60καὶ λαμπρῶν στεφάνων τυγχάνουσιν· οἵτινες δὲ προ‐ θέμενοι οὐκ ἐτελείωσαν, ἐξαίσιον αὐτοῖς τὸ πτῶμα γίνε‐ ται. Καὶ γὰρ δεινὸν ἀπὸ ὕψους πεσεῖν, καὶ μαρτυρεῖ τὰ πράγματα, ἢ ἀπὸ τοῦ χαμαὶ πεσεῖν. Πένης μὲν ἐὰν μέχρι τέλους τῇ πενίᾳ συζῇ, κουφοτέρως φέρει τὸν
65ὀνειδισμόν· πλουσίου δὲ εἰς πενίαν ἐληλακότος θανάτου χεῖρον τὸ θέλημα γίνεται. Οὕτως οἶμαι πικρότερον εἶναι τὸ δάκρυον καὶ τὸ πένθος θρηνωδέστερον τῆς παρθενικῆς ἀπωλείας, τοῦ τῶν καθ’ ἡμέραν δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένων καὶ ἁμαρτανόντων·
70ἐπειδὴ ἐκείνοις τέχνη τῆς εὐπορίας ἡ συνήθεια τῆς ἁμαρτίας γεγένηται λοιπόν· ἐπὶ δὲ ταῖς τὸν ναὸν τοῦ Θεοῦ φθείρασιν, πενθεῖν οἶμαι καὶ θρηνεῖν, κόπτεσθαι καὶ κατατίλλεσθαι ἄξιον, τοῦ τοιούτου καὶ τηλικούτου
θησαυροῦ ἀθρόως διωρυγμένου. Τί δέ ἐστιν ἐπὶ σοὶ,Column end

64

.

40

ὦ παρθένε; πότε ἢ ποία ὄψις πολεμικὴ ἠπάτησέ σε; ποῖα ξίφη; ποῖα δόρατα· ποῖαι ἀσπίδες; ποῖος στρα‐ τιωτῶν θόρυβος οὕτω ταχέως τῆς ἀσφαλείας ἀπο‐ στῆναι ἠνάγκασε· σὺ ὑπῆρχες καὶ πόλις καὶ ναὸς
5τοῦ Χριστοῦ, καὶ τεῖχος καὶ φύλαξ τῆς πόλεως καὶ τῆς πύλης. Ἀλλ’ ὢ τοῦ θρήνου! πῶς συνεχώρησας τῷ ἐχθρῷ ἄνευ ἀνάγκης ἀνοῖξαι ταύτην; πῶς βραχείᾳ ὥρᾳ δελεασθεῖσα ἐκείνην προέδωκας, δι’ ἧς ὁ Χριστὸς ἐξελθὼν ἐσφράγισεν; Ὢ τοῦ κακοῦ πολέμου! τὸ
10τεῖχος διέῤῥηξας, τὸν ναόν σου τὸν ἅγιον διέφθειρας, τὰς συνθήκας τοῦ γάμου παρέβης, τὰ γράμματα ἀπ‐ ήλειψας, τὴν προῖκα ἠθέτησας, τὴν τοῦ Χριστοῦ κοί‐ την ἐνύβρισας· ἀλλὰ μὴν καὶ τὸ ἐνέχυρον ἀπώλε‐ σας. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα νόμους, ποῖαι τιμωρίαι
15μένουσι τὴν μοιχαλίδα; Τί δὲ σὺ ποιήσεις, ἣ οὐχὶ συνδούλου κοίτην ἐνύβρισας, ἀλλὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ζῶντος ἀεὶ, πηλῷ φθειρομένῳ καὶ δυσωδίᾳ συμπλακεῖσα; Πῶς σε πενθήσω οὐκ οἶδα· μη‐ δενὸς γὰρ πολεμήσαντος τέτρωσαι, ἄνευ ξίφους ἀποτέ‐
20τμησαι. Τίνα σε κρίνω οὐκ οἶδα· ἄσπλαγχνον, ἢ ἀσυν‐ είδητον, ἢ ὡς ψυχοφθόρον, ἢ ὡς αὐτοφόνον. Τοσαύτη γὰρ τῆς μανίας ἐκείνης ἡ ὄψις, οὐχ εὑρίσκουσα ἄξιον τοῦ πένθους τὸν ὄνειδον. Ἆρα οὐκ ἐμνήσθης τῶν συνθηκῶν τοῦ Χριστοῦ; οὐκ ἐμνήσθης τῆς ἁγνείας, ἐν
25ᾗ καθ’ ἡμέραν σοι ὁ Χριστὸς πρὸς τῇ πλευρᾷ καὶ τῷ μαστῷ ἀοράτως καὶ μυστικῶς σκιρτῶν καὶ ἀγαλλόμενος; Καὶ διὰ τί δέ; Ἐπειδὴ καὶ σὺ Μαρία ὑπῆρχες ἕως οὗ τὴν παρθενείαν διεφύλαττες. Ποῖος οὖν κηρὸς πονηρίας συνέτηξέ σου τοὺς ὀφθαλμούς; ποία σκοτομήνη ἐσκό‐
30τισέ σε, ὥστε τὰ μέλη τοῦ Χριστοῦ ποιῆσαι μέλη πορ‐ νείας; Ὢ τοῦ πένθους! τὴν πορνικὴν δυσωδίαν τῆς παρθενικῆς εὐωδίας προέκρινας; τὸν τῆς ἡδονῆς βόρβορον τῷ μύρῳ κατήλλαξας; Οὐκ ἐμνήσθης τῆς κατανυκτικῆς πλήρης ὥρας ἐκείνης, ἐν ᾗ συγχαί‐
35ροντες ἄγγελοι ὁμοῦ τε καὶ ἄνθρωποι εἰς τὸν νυμφῶνά σε τοῦ Χριστοῦ λαμπάδας κατέχοντες προέπεμ‐ πον, Δαυιτικὰ ᾄσματα ᾄδοντες, καὶ τὴν πτωχὴν καὶ πένητα νύμφην Χριστοῦ καὶ βασιλίδα πάντες ἐκή‐ ρυττον;
40 Ὢ τίς μὴ πενθήσῃ τὴν βασιλέα καταλείπουσαν, σαπρίᾳ σκωλήκων ἑαυτὴν συνάψασαν, [ἢ] καὶ μεθ’ οὗ ἤμελλε συζῇν καὶ συμβασιλεύειν κατεφρόνησε, καὶ τὸν ὑπὸ τοῦ βασιλέως ἐν γεέννῃ πυρὸς ἐμβάλλεσθαι μέλ‐ λοντα ἐπόθησεν; Ἵνα τί τοιοῦτον βόθρον ἑαυτῇ κατ‐
45ώρυξας; Ἀλλὰ τὸ πλάτος σε τῆς ὁδοῦ ἠπάτησε. Ποῖον πλάτος, παρακαλῶ; τί σοι ἐπηγγείλατο ὁ ὁδηγὸς τῆς ἀπωλείας, ὁ πρόξενος τῆς γεέννης; ποίαν ἀπόλαυσιν βίου ὁ ἀνθρωποκτόνος; οὐκ ἤκουσας, ὦ παρθένε, τοῦ Δεσπότου λέγοντος ἐν Εὐαγγελίοις, Ἐὰν τὸν κόσμον

64

.

40

(50)

ὅλον κερδήσῃς, τὴν δὲ ψυχήν σου ζημιωθῇς, τί ὠφέλησας; Ἀλλ’ ὢ τῆς τυφλότητος! ὢ τῆς ἀνοίας! ὢ τῆς σκοτώσεως! ἐννόησον, ὦ παρθένε, τὴν ἀπώλειαν· ἐννόησον τίνα μὲν προκρίνεις, τίνα δὲ ἀθετεῖς, τί δέ σοι τὸ χαριζόμενον παρὰ τοῦ ἀπατοῦντος· ῥοπὴν ἡδονῆς
55ἐν πηλῷ συμπεφυρμένην, καὶ σταγόνα βορβόρου ἐν παρθενικῇ γαστρὶ ὑπὸ ἁμαρτίας μιγνύμενον, καὶ γέεν‐ ναν πυρὸς, καὶ σκώληκα ἀτελεύτητον ἀπάγουσα. Φρίξον τὴν ἀσχημοσύνην ἐκείνην. Ἆρα γὰρ ταύτην ἡδονὴν ἔστιν εἰπεῖν ἀπόλαυσιν βίου; ἆρα τοῦτο τρυφὴ,
60τοῦτο πλάτος; τίς αὕτη τῆς μανίας ἡ συγκατάθεσις; Ἀλλὰ νῆφε ἐν πᾶσι καὶ λέγε· οὐ γὰρ αὑτοῦ τὰ νοή‐ ματα ἀγνοοῦμεν. Χαῖρε οὖν πάντοτε, καθὼς γέγραπται· Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· ὁ φόβος τοῦ Θεοῦ καταστραπτέτω ἐν τῇ καρδίᾳ σου. Μὴ
65ῥίψασπις γένῃ στρατιώτης, μὴ δειλὸς καὶ ὀκνηρὸς ἐργάτης, μὴ φύγῃς τὸν στέφανον. Ὁ βίος βραχὺς, ἡ δὲ κρίσις μακρά. Πρὸς ταύτην ἀφορῶν, ἀδελφὲ, ὑποφώνει σου τὴν καρδίαν ἅμα τῷ ἁγίῳ, καὶ λέγε· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν
70Κύριον· μιμοῦ τὸν Δαυῒδ, καὶ μιᾷ λίθου βολῇ κατάῤῥα‐ ξον τὸν πολέμιον. Ἑστήκασιν ἄγγελοι θεωροὶ τοῦ βίου σου· Θέατρον, γὰρ φησὶν, ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ἐάν σε ἴδωσι νικῶντα, χαί‐ ρουσιν ἐπὶ τῷ κατορθώματι· ἐὰν ἡττώμενον, ἀναχω‐
75ροῦσι στυγνοὶ, γελῶσι δὲ ἐπὶ σοὶ τὰ δαιμόνια. Σπάσαι οὖν ἀντὶ ῥομφαίας τὸν φόβον τοῦ Θεοῦ· ὁ γὰρ φόβος τοῦ Θεοῦ ὡς μάχαιρα δίστομός ἐστι, συγκόπτων πᾶσαν
ἐπιθυμίαν πονηράν.39

64

.

41

Λάμβανε οὖν πάντοτε τὸν φόβον τοῦ Θεοῦ, μιμνη‐ σκόμενος τὴν ἐσχάτην ἡμέραν διαπαντὸς, ὅταν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, ὅταν ἄστρα ὡς φύλλα πεσοῦν‐ ται, ἥλιος δὲ καὶ σελήνη σκοτισθήσονται, καὶ οὐ δώσουσι
5τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ κατέλθῃ ἀπὸ τῶν οὐρανῶν ἐπὶ τὴν γῆν· καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὅταν ἀγγέλων καταδρομαὶ, αἱ φωναὶ τῶν σαλπίγγων ἐπερχομέων, πῦρ ἐνώπιον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακλύ‐
10ζειν τὴν οἰκουμένην, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα, σεισμοὶ φοβεροὶ καὶ κεραυνοὶ, οἳ οὐδέποτε ἐγένοντο οὐδὲ γίνονται ἕως ἐκείνης τῆς ἡμέρας, ὥστε καὶ αὐτὰς τὰς δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι. Οὐκοῦν ποταμοὺς δεῖ εἶναι ἡμᾶς, ἀδελφοί μου; ποῖος
15φόβος καὶ ποία φρίκη λήψεται ἡμᾶς; κατανόησον τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτε οὐκ ἴσχυσαν τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὴν φωνὴν τοῦ λαλοῦντος Θεοῦ ἐκ μέσου τοῦ πυρὸς, ἀλλ’ ἐσπούδασαν τοῦ μὴ προσθεῖναι αὐτοῖς λόγον. Οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἔφερον τὸ διαστελλό‐
20μενον, καίπερ οὐ μετὰ θυμοῦ κατελθόντος, οὐδὲ μετ’ ὀργῆς λαλοῦντος πρὸς αὐτοὺς, ἀλλὰ παρακλήσει πληρο‐ φοροῦντος αὐτοὺς, ὅτι αὐτός ἐστι μετ’ αὐτῶν. Ἄκουσον οὖν, ἀδελφέ μου, εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν βαστάσαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οἱ οὐρανοὶ πυ‐
25ρούμενοι ἐλύθησαν, οὔτε οἱ σαλπίζοντες ἤχησαν καθὼς μέλλει ἡ σάλπιγξ ἐκείνη βοᾷν καὶ ἐξυπνίζειν τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους, οὔτε πῦρ κατακλύζον τὴν οἰκου‐ μένην, οὔτε τι τῶν μελλόντων γίνεσθαι φοβερῶν ἐγέ‐ νετο· τί ποιήσομεν, ὅταν κατέλθῃ μετ’ ὀργῆς καὶ θυμοῦ
30ἀνυποστάτου, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ προσκαλέσωνται τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ πάντων τῶν περάτων τῆς γῆς τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Οἴμοι! ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς,
35ὅτε παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι, μέλλοντες εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα; οἴμοι, οἴμοι! ποῦ τότε ἡ περπερότης; ποῦ τότε ἡ ἀνδρεία τῆς σαρκός; ποῦ δὲ τὸ κάλλος τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡ ἡδυφωνία τῶν ἀνθρώπων; ποῦ τότε ἡ παῤῥησία ἡ
40ἀναιδὴς καὶ ἀναίσχυντος, ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ μιαρὰ ἀληθῶς; ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀῤῥέ‐ νων ἡδονὴν ἡγούμενοι; ποῦ τότε οἱ μετὰ τυμπάνων καὶ μουσικῶν τὸν οἶνον πίνοντες; ποῦ τότε ἡ κατα‐
45φρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων; ποῦ τότε ἡ τρυφὴ καὶ σπατάλη; πάντα γὰρ παρῆλθον καὶ ὡς χαῦνος ἀὴρ διελύθησαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτη‐ μοσύνη, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία; ποῦ τότε ἡ ἀπάν‐ θρωπος ὑπερηφανία, ἡ πάντα βδελυσσομένη, καὶ αὐτὴ

64

.

41

(50)

λογιζομένη εἶναί τι; ποῦ τότε ἡ καινὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ δόξα; ποῦ τότε ἡ δυναστεία καὶ ἡ τυραννίς; ποῦ τότε βασιλεὺς, ποῦ ἄρχων, ποῦ ἡγούμενος; ποῦ οἱ ἐπ’ ἐξουσιῶν, οἱ γαυριώμενοι ἐπὶ πλήθει πλούτου, καὶ τοῦ Θεοῦ καταφρονοῦντες; Τότε
55ἰδόντες οὕτως ἐθαύμασαν, τρόμος ἐπελάβετο αὐ‐ τούς· ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαὶ αὐτοῖς, Ἐταρά‐ χθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ
60σοφία αὐτῶν κατεπόθη. Ποῦ τότε σοφός; ποῦ τότε γραμματεύς; ποῦ συνζητητὴς τοῦ αἰῶνος τοῦ μα‐ ταίου τούτου; Ἀδελφέ μου, ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, διδόντας λόγον περὶ ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν· ἕως γὰρ ἀργοῦ λόγου ἀπολογίαν
65διδοῦμεν τῷ δικαίῳ κριτῇ. Ποταποὺς οὖν δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐὰν εὕρωμεν χάριν ἐνώπιον αὐτοῦ; ποία δὲ χαρὰ διαδέξεται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ βασιλέως; ποταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς οἱ ἅγιοι πάντες; Ἐκεῖ ἀσπάζεταί σε
70Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, Νῶε, Ἰὼβ, Δαυῒδ, καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες καὶ πάντες οἱ δίκαιοι οἱ τῷ Θεῷ εὐαρεστήσαντες ἐν τῇ ζωῇ τῆς σαρκὸς αὐτῶν, καὶ ὅσους ἀκούεις καὶ θαυμάζεις αὐτῶν τὸν βίον, καὶ ἤθελες ἄρτι θεάσασθαι αὐτοὺς, αὐτοὶ ἐκεῖ
75ἔρχονται πρὸς σὲ, καὶ περιπτυσσόμενοι ἁρπάζονταί σε, ἀγαλλιώμενοι ἐπὶ τῇ σῇ σωτηρίᾳ. Ποταποὺς οὖν δεῖ εἶναι ἡμᾶς τότε; ποταπὴν δὴ χαρὰν ἔχειν ἐκείνην τὴν ἀνεκλάλητον, ὅταν εἴπῃ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν μεθ’
ἱλαρότητος, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,Column end

64

.

42

κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου; Τότε, ἀδελφέ μου, λήψῃ τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, καὶ λοιπὸν σὺν Χριστῷ βασιλεύσεις·
5τότε κατακληρονομήσεις ἐκεῖνα τὰ ἀγαθὰ, Ἃ ἡτοί‐ μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· τότε λοιπὸν ἀμέ‐ ριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν. Ἀναλόγισαι, ἀδελφέ μου, οἷόν ἐστι τὸ βασιλεῦσαι ἐν οὐρανῷ. Καθὼς γὰρ προείπομεν, δέξῃ τὸ διάδημα ἐκ
10χειρὸς Κυρίου, καὶ βασιλεύσεις τοῦ λοιποῦ σὺν Χρι‐ στῷ. Ἀναλόγισαι, ἀδελφέ μου. οἷόν ἐστι τοῦ Θεοῦ τὸ πρόσωπον βλέπειν διαπαντὸς, οἷόν ἐστιν ἔχειν αὐτὸν φωστῆρα. Τότε γὰρ οὐκ ἔσται σοι ὁ ἥλιος ὡς φῶς ἡμέ‐ ρας, καθώς φησιν Ἡσαΐας, Οὐδὲ ἀνατολὴ σελήνης
15φωτιεῖ σοι τὴν νύκτα, ἀλλ’ ἔσται σου Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σοι. Ἰδοὺ, ἀδελφέ μου, οἵα χαρὰ ἀπόκειται τοῖς φοβουμένοις τὸν Κύριον, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ. Ἀναλόγισαι δὲ μετὰ ταῦτα καὶ τὴν τῶν ἁμαρτωλῶν ἀπώλειαν, ὅταν εἰσ‐
20άγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἵα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντες λόγον ἀπολογίας· οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ Βασιλέως· οἷον σκότος ἐπιπέσει ἐπ’ αὐτοὺς, ὅταν Λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ,
25καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτοὺς λέγων· Πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέ‐ λοις αὐτοῦ· οἴμοι, οἴμοι! οἵαν θλῖψιν καὶ στενοχωρίαν ἕξει τὸ πνεῦμα αὐτῶν, ὅταν γένηται κραυγὴ πάντων
30λεγόντων· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ! Οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν Ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ Σατανᾶς φρίσσει! οἴμοι! οἵα ἐστὶν ἡ
35γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου! οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! οἴμοι! οἷοί εἰσιν οἱ ἄγγελοι οἱ ἐπὶ τῶν κολάσεων, ἄσπλαγχνοι καὶ ἀνελεήμο‐ νες! ὀνειδίζουσι γὰρ καὶ ἐπιπλήττουσι δεινῶς. Τότε οἱ κολαζόμενοι κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσ‐
40ακούσεται αὐτῶν· τότε γνώσονται ὅτι μάταια αὐτοῖς ἀπέβη πάντα τὰ τοῦ βίου, καὶ ἃ ἐνόμιζον ἐντεῦθεν ἡδέα εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν. Ποῦ τότε ἡ ψευδώνυμος ἡδονὴ τῆς ἁμαρτίας; ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον. Ἀληθῶς τοῦτο
45ἡδονή ἐστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον. Ἀληθῶς τοῦτο ἐμπιπλᾷ τὴν ψυχήν. Τότε καταγνώσουσιν ἑαυτῶν, καὶ τῶν ἔργων ὧν ἔπραξαν· τότε ὁμολογήσουσι λέγοντες ὅτι δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἠκούσαμεν γὰρ ταῦτα, καὶ οὐκ ἠθελήσαμεν ἐπιστρέψαι ἀπὸ τῶν πονηρῶν ἡμῶν

64

.

42

(50)

πράξεων· καὶ τότε ἀνοίσουσι ταῦτα λέγοντες· Οἴμοι τῷ ἐν ἁμαρτίαις ἀνεικάστοις συλληφθέντι· ὑπὲρ ἀριθμῶν ψάμμου θαλάσσης ἥμαρτον, καὶ κατακάμπτομαι ἐξ αὐ‐ τῶν ὡσεὶ ἀπὸ πολλῶν δεσμῶν σιδήρου· οὐ γὰρ ἔστι μοι παῤῥησία ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ. Πρὸς τίνα
55οὖν καταφύγω, εἰ μὴ πρὸς σὲ, φιλάνθρωπε, εἰ μὴ πρὸς σὲ, ἀμνησίκακε; Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
60καθάρισόν με· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ εὐσπλαχνίαν· σὲ παρώργισα, καὶ πρὸς σὲ καταφεύγω
65διὰ τὴν πολλήν σου ἀρνησικακίαν· σὲ ἠθέτησα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ φιλανθρωπίαν, καὶ δεόμενος βοῶ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον
70ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, διὰ τὸ ὄνομά σου, καὶ μόνον. Οὐδὲν γὰρ ἔχω προσενέγκαι σοι, οὐ πρᾶξιν ἀγαθὴν, οὐ καρ‐ δίαν καθαρὰν, ἀλλὰ θαῤῥῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιῤῥίπτω ἐμαυτὸν, ὅπως κτίσῃς ἐν ἐμοὶ κατάνυξιν,
75ἵνα μὴ πάλιν καταπίπτω εὐκόλως εἰς ἁμαρτίαν, ἀλλ’ ἐκ τοῦ νῦν λατρεύσω σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, ὅτι σοῦ ἡ βασιλεία καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.41

64

.

43

Παρακαλῶ οὖν ὑμᾶς ταῦτα προσδοκοῦντας, ἀδελφοί μου, σπουδάζειν ἀσπίλους καὶ ἀμώμους αὐτῷ εὑρεθῆναι ὑμᾶς ἐν εἰρήνῃ. Ὅταν ἐπέλθῃ σοι πονηρὰ ἐνθύμησις, σπάσαι τὴν μάχαιραν ταύτην, τουτέστι τὸν φόβον
5τοῦ Θεοῦ ἀναλόγισαι, καὶ συγκόπτεις πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀντὶ δὲ σάλπιγγος ἔχε τὰς θείας Γραφάς· καθ’ ὃν γὰρ τρόπον ἡ σάλπιγξ βοῶσα ἐπι‐ συνάγει τοὺς στρατιώτας, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ βοῶσαι πρὸς ἡμᾶς ἐπισυνάγουσιν ἡμῶν τοὺς λογι‐
10σμοὺς εἰς τὸν φόβον τοῦ Θεοῦ. Καὶ γάρ εἰσιν οἱ λογισμοὶ ἡμῶν δίκην στρατιωτῶν πολεμοῦντες πρὸς τοὺς ἐχθροὺς τοῦ βασιλέως. Πάλιν ὃν τρόπον ἡ σάλ‐ πιγξ βοῶσα ἐν καιρῷ πολέμου διεγείρει τῶν νέων καὶ ἀγωνιστῶν τὴν προθυμίαν κατὰ τῶν ἀντιδίκων, οὕτω
15καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν εἰς τὸ ἀγαθὸν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν. Διὸ, ἀδελφέ μου, ὅσον δύνασαι ἀνάγκαζε σεαυτὸν πυκνότερον ἐντυγχάνειν αὐταῖς, ὅπως ἐπισυνάξουσί σου τοὺς λογι‐ σμοὺς, οὓς διασκορπίζει ὁ ἐχθρὸς τῇ αὐτοῦ κακομηχα‐
20νίᾳ, ἢ πονηρὰς ἐνθυμήσεις, ἢ καὶ θλίψεις πολλάκις ἐπιφέρων, ἢ εὐημερίας καὶ εὐρυχωρίας πολλὰς παρέχων. Ταῦτα γὰρ κατεργάζεται τῇ αὐτοῦ πανουρ‐
γίᾳ καὶ δολιότητι, ὅπως ἀπαλλοτριώσῃ ἀπὸ τοῦ ΘεοῦColumn end

64

.

44

τὸν ἄνθρωπον. Ὅταν γὰρ πολλάκις μὴ δυνηθῇ διὰ τῶν ἐνθυμήσεων ἐπηρεάσαι καὶ καταβαλεῖν, τότε λοιπὸν ἐπι‐ φέρει αὐτῷ θλίψεις, ὅπως σκοτίσῃ τὴν διάνοιαν, καὶ εὑρήσῃ λοιπὸν ἐπισπεῖραι, ἃ βούλεται. Καὶ ἄρχεται ὑπο‐
5βάλλειν τότε τῷ ἀνθρώπῳ τὰ τοιαῦτα ἐνθυμήματα, καὶ λέγειν μεθ’ ὅρκων, ὅτι Ἀφ’ οὗ ἐργάζομαι τὸ ἀγαθὸν, κα‐ κὰς ἡμέρας εἶδον· Ποιήσωμεν οὖν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Τότε ἐὰν μὴ εὑρεθῇ τις νήφων, καταπίνει αὐτὸν, ὥσπερ ᾅδης, ζῶντα. Εἰ δὲ καὶ ἐν τούτοις μὴ δυ‐
10νηθῇ αὐτὸν ἐπηρεάσαι, τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυ‐ χωρίαν, καὶ ὑψώνει αὐτὸν καὶ ἀπάτην πολλὴν παρ‐ έχει αὐτῷ τὴν δεινοτέραν καὶ χείρονα πάντων τῶν παθῶν. Αὕτη γάρ ἐστιν ἡ ὑπερήφανον καὶ ἄφοβον ἐργαζομένη τὸν ἄνθρωπον· αὕτη εἰς τὸν βυθὸν τῶν ἡδονῶν κατασπᾷ
15τὸν νοῦν· αὕτη ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν Θεὸν, μηδὲ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν, μηδὲ ἐννοεῖσθαι τὴν ἡμέραν τοῦ θανάτου καὶ τῆς κρίσεως· αὕτη γάρ ἐστιν ἡ ὁδὸς πάντων τῶν κακῶν. Ταύτην τὴν ὁδὸν ὁ ἀγαπῶν βαδίζειν τὴν τῆς εὐρυχωρίας καὶ ἀνέσεως, εἰς
20τὰ ταμεῖα τοῦ θανάτου εὑρίσκεται φθάνων· αὕτη ἐστὶν ἡ ὁδὸς, ἣν ὁ Κύριος εἶπε· Πλατεῖα καὶ εὐρύχωρος ἡ
ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.43