TLG 2062 359 :: JOANNES CHRYSOSTOMUS :: In illud: Si qua in Christo nova creatura [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Si qua in Christo nova creatura [Sp.]

Citation: Vol — pg — (ln)

64

.

25

(3t)

Ηʹ. Τοῦ αὐτοῦ εἰς τὸ, «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα
4tκαινά.»
5 Πολλὴ μὲν γηπόνῳ προθυμία καταβάλλειν τὰ σπέρ‐ ματα, ἐπειδὰν τὴν ἄρουραν ἐκκεκαθαρμένην ἴδῃ, καὶ μήτε ἀκανθῶν πλῆθος λυμαινόμενον τῇ βλάστῃ τῶν φυομένων, μήτε λίθον ἀντικρούοντα τῷ ἀρότρῳ· πλείων δὲ εὐκολία τῷ μέλλοντι καταβάλλειν τὸν λόγον, ἐπειδὰν
10ἀκροατὴν παρεσκευασμένον θεάσηται. Ὁρῶ γὰρ τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ οὐδαμοῦ ἄκανθα βλα‐ στάνουσα· ἄκανθα δέ ἐστιν ἡ τοῦ πλούτου φροντὶς, ἡ ἀποπνίγουσα τὸν λόγον. Ταῦτα λέγω, οὐκ ἐπειδὴ οὐ πάρεισιν οἱ πλούσιοι, τὴν τῶν πενήτων φιλοσοφίαν ἐν
15τῷ λόγῳ τῆς ἀκροάσεως ἐπιδεικνύων. Οὐ γὰρ τοῦ λέ‐ γοντος χρεία μόνον, ἀλλὰ καὶ τοῦ συνετῶς ἀκούοντος· ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων. Ἡ γὰρ
20φροντὶς οὐκ ἀφίησιν εἰς τὴν διάνοιαν ἐμπίπτειν τὰ λε‐ γόμενα, ἀλλ’ ἀποσυλᾷ τὴν γνώμην τῶν ἀκουόντων. Ἐπεὶ οὖν ἅπαντας ὁρῶ παρεσκευασμένους· τὰ μὲν γὰρ ἀπόῤῥητα τῆς διανοίας οὐκ ἐπίσταμαι, ἑκάστου δὲ τὰ ὄμματα περιεργάζομαι, καὶ τὰ βλέφαρα ὡς κέρατα
25ἑστηκότα ὁρῶ, καὶ τὸ ἀτρεμὲς τοῦ ὄμματος τὸ ἀσάλευ‐ τον τῆς διανοίας ἡμῖν ἐμφαῖνον, καὶ ἑκάστην διάνοιαν ἀπηλλαγμένην τῶν βιωτικῶν φροντίδων, μόνον ἕκαστον τοῦτο σκοποῦντα, τοῦτο λογιζόμενον, ὅπως δέξηται τὰ λεγόμενα· ἐπὶ πλέον συντείνατε ἑαυτῶν τὴν διά‐
30νοιαν· ἁπλώσατε τὸν κόλπον τῆς ψυχῆς, ὥστε μετ’ εὐκολίας καταβληθῆναι τὰ σπέρματα. Διὰ γὰρ μακροῦ τοῦ χρόνου ἐπὶ τὴν Παύλου τράπεζαν τὴν γλῶτταν ἀφεῖναι βούλομαι· οὐ γὰρ παύσομαι οὕτως αὐτὸν καλῶν, τὸν ἰδιώτην, τὸν ἄσημον, τὸν ἀγενῆ,
35τὸν σκηνοποιόν. Ταῦτά μου τὰ πλεονεκτήματα, ταῦτά μου τὰ ἐγκώμια, ὅτι τοιούτους ἔχω διδασκάλους, οὐ βιωτικοῖς πλεονεκτήμασιν, ἀλλὰ πνευματικοῖς κατ‐ ορθώμασι λάμποντας. Ἐὰν εἴπῃ μοι ὁ Ἕλλην, Τίνα ἔχεις διδάσκαλον; λέγω αὐτὸν τὸν σκηνοποιόν· καὶ
40τίνα ἄλλον; τὸν ἰχθυοπώλην· καὶ τίνα ἄλλον; τὸν τελώνην· καὶ τίνας ἄλλους· τοὺς μάγους καὶ τὴν πόρ‐ νην· καὶ τίνα ἄλλον; τὸν λῃστήν· καὶ οὐκ ἐπαισχύ‐ νομαι, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι. Ἐγκαλλωπίζῃ δι‐ δάσκαλον ἀγοραῖον ἔχων; Καὶ πάνυ. Διὰ τί; Εἰ γὰρ
45ἡ εὐτέλεια τοῦ μαθητοῦ δείκνυσι τὴν δύναμιν τοῦ δι‐ δασκάλου, ἡ εὐτέλεια τοῦ διδασκάλου δείκνυσι θεῖον ὂν τὸ κήρυγμα. Εἰ γὰρ καὶ ἄνθρωποι αὐτὸ κατήγγειλαν, ἀλλ’ οὐκ ἄνθρωποι αὐτὸ ηὗραν· εἰ γὰρ καὶ ἄνθρωποι αὐτὸ ἔσπειραν, ἀλλ’ οὐκ ἄνθρωποι αὐτὸ ἐγέννησαν. Οἱ

64

.

25

(50)

ἄνθρωποι ὄργανα, ὁ Θεὸς τεχνίτης· οὗτοι κιθάρα, ἡ χεὶρ ἡ κραταιὰ ἐκείνη τὴν νευρὰν ἐκίνησε. Διὰ δὲ τοῦτο καὶ ὁ Προφήτης ἐκεῖνος, καίτοι γε βασιλεὺς ὢν καὶ πορφύραν περιβεβλημένος καὶ διάδημα περι‐ κείμενος, καὶ τὴν οἰκουμένην διαλεγόμενος, κατα‐
55λείπων τὴν φαντασίαν τὴν βιωτικὴν, ἵνα [δὲ] μή τις νομίσῃ ὅτι βασιλικὰ ῥήματα ἔλεγεν· Ἐξερεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ Βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμ‐ ματέως. Διὰ τί κάλαμον καλεῖς; Ἵνα μάθῃς ὅτι
60οὐκ ἐμὰ τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης δε‐ ξιᾶς. Ὁ γὰρ κάλαμος οὐκ ἀφ’ ἑαυτοῦ γράφει, ἀλλ’ ὅπερ ἂν βούληται ἡ κατέχουσα χείρ. Καὶ ἡ γλῶσσά μου κάλαμός ἐστιν· κατέχει γὰρ αὐτὴν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν λέγῃ σοι ὁ Ἕλλην, Τίς σου ὁ
65διδάσκαλος; μὴ αἰσχύνου μηδὲ ἐρυθρία, ἀλλὰ λέγε· Ὁ ἀγοραῖος, ὁ σκηνοποιὸς, ὁ ἐπ’ ἀγορᾶς ἑστηκὼς, ὁ δέρματα ῥάπτων. Ὁ σὸς δὲ τίς διδάσκαλος; Πλά‐ των, Πυθαγόρας, οὐκ ἀγοραῖος, ἀλλὰ φιλόσοφος. Εἰ δὲ λέγω ἐγὼ, Ὁ σὸς διδάσκαλος τίς; φιλόσοφος· ὁ σὸς
70διδάσκαλος εὐπατρίδης, ὁ σὸς διδάσκαλος πλούσιος, ὁ σὸς διδάσκαλος γλῶτταν ἔχων ἠκονημένην, ὑπὲρ τοὺς ποταμοὺς ῥέων, τιμῆς ἀπολαύων, περιφάνειαν ἔχων προγόνων, πανταχοῦ τιμώμενος· ὁ ἐμὸς τὰ ἐναντία· οὕτω φανερὰ ἡμῖν ἡ νίκη γίνεται. Πῶς; Ὅτι ἀγοραῖος
75τὸν φιλόσοφον ἐνίκησεν, ὁ πένης τὸν πλούσιον, ὁ ἄγλωτ‐ τος τὸν ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα, ὁ μαστιγούμενος
τὸν μηδὲν πάσχοντα. Ἀνώμαλος ἡ παράταξις, ἵναColumn end

64

.

26

(3)

λαμπρότερον τὸ τρόπαιον γένηται. Σολοικίζει ὁ ἐμὸς, Ἀττικίζει ὁ σός· ὁ σολοικίζων τὸν Ἀττικίζοντα ἐνίκησεν·
5σολοικίζει τὴν γλῶτταν, ἀλλὰ φιλοσοφεῖ τῇ διανοίᾳ· οὐ χρείαν ἔχω ῥημάτων, ἀλλὰ δέομαι νοημάτων. Ὁ ἐμὸς τὸν σὸν ἐνίκησε· πῶς; ὁ ἰδιώτης τὸν σοφὸν, ὁ ἄγροι‐ κος τὸν ῥήτορα. Καὶ πόθεν, φησὶ, δῆλον ὅτι ἐνίκησεν· Ἀναίσχυντε, οὐχ ὁρᾷς τὰ πράγματα βοῶντα; Ποῦ
10Πλάτων; οὐδαμοῦ· ποῦ Παῦλος; ἐν τοῖς ἁπάντων στό‐ μασι. Ποῦ Πλάτων; σεσίγηται, καὶ λήθῃ παραδέδοται· ποῦ δὲ Παῦλος; τὴν βασιλίδα κατ‐ έλαβε Ῥώμην, ἧς οὐ μόνον ζῶν ἐκράτει, ἀλλὰ καὶ τε‐ λευτήσας περιεγένετο. Ἀπέθανε τὸ σῶμα ἵνα ζήσῃ
15πνεύματι· διεσπάσθη ὁ χάρτης, καὶ μένει τὰ γράμματα· οὐ μέλανι γὰρ ἐγέγραπτο, ἀλλὰ πνεύματι ἐστήρικτο. Εὔκολον τὸν ἥλιον παραβῆναι ἢ Παύλου ῥήματα. Τί γάρ φησιν ὁ χαρισάμενος αὐτῷ τὰ ῥήματα; Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρ‐
20έλθωσιν. Εἰ ῥήματά ἐστιν, ἔλεγξον· εἰ δὲ πράγματά ἐστι, προσκύνησον. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον‐ ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Εὐκολώτερον τὸν ἥλιον σβεσθῆναι, καὶ τὸν οὐρανὸν ἀφανισθῆναι, ἢ τὰ ῥήματα τοῦ ἐμοῦ Δεσπότου καταλυθῆναι. Καὶ μαρτυ‐
25ρεῖ τούτοις τῶν πραγμάτων ἡ πεῖρα, καὶ τοῦ χρόνου τὸ μῆκος, καὶ τῶν πολεμούντων αἱ ἔφοδοι· τὸ γὰρ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον οὐ κατελύθη, ἀλλ’ ὅτι καὶ πολεμούμενος περιγίνεται. Πρόσεχε μετὰ ἀκριβείας ᾧ λέγω· Ἐφθέγξατο Παῦλος, ἐφθέγξατο Ἰωάννης, ὁ
30ἁλιεὺς καὶ εὐαγγελιστὴς, ὁ ῥίψας τὸ δίκτυον καὶ λα‐ βὼν τὸ Εὐαγγέλιον, ὁ ἀφεὶς τὸν κάλαμον τὸν ἁλιευ‐ τικὸν καὶ μεταχειρισάμενος τὸν λόγον τὸν διδασκα‐ λικόν. Τί ἐφθέγξατο, καὶ τί εἶπεν ὁ ἁλιεύς; Ἴδωμεν εἰ ἁλιεύω τὰ ῥήματα καὶ ἁλιέως, καὶ οὐχ ἁλιέως· ἁλιέως
35μὲν, ἐπειδὴ τὸ στόμα ἐκεῖνο ἐφθέγξατο· οὐχ ἁλιέως δὲ, ἐπειδὴ Πνεύματος ἦν τὰ ῥήματα. Τί γάρ φησιν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί λέγει ὁ Ἰουδαῖος; Μέγα φρονεῖ ἐπὶ Μωϋσεῖ, ὅτι τὴν θάλασσαν ἔσχισε, καὶ τὸ
40πέλαγος διεῖλε καὶ ἔῤῥαψε, καὶ τὸν ἀέρα μετέβαλε, καὶ πέτραν ἐξέτεμε, καὶ μάννα κατήνεγκε, καὶ πόλεις αὐ‐ τάνδρους καθεῖλε, καὶ πολέμους χωρὶς ὅπλων ἐνίκησε. Διὰ τοῦτο μέγα φρονεῖς; Ἄκουσον τί μὲν Μωϋσῆς εἶπε, τί δὲ ὁ ἁλιεὺς, ἵνα ἴδῃς τί πτωχεία Παλαιᾶς Διαθήκης,
45καὶ τί δαψίλεια χάριτος. Τί δὲ εἶπε Μωϋσῆς; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τί δὲ ὁ ἁλιεύς; Οὐδαμοῦ τίθησι τὸ, Ἐποίησεν, ἀλλὰ τί; Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Ἐκεῖνος ἀπὸ κτισμάτων ἄρχεται, καὶ οὗτος ἀπὸ

64

.

26

(50)

τοῦ Δημιουργοῦ. Ὁρᾷς πῶς ὑψηλότερον ἀναβαίνει Μωϋσέως; Ἤκουσε Μωϋσέως λέγοντος, ὅτι τὸν οὐρανὸν ἐποίησεν ὁ Θεός· ἀφῆκε τὸν οὐρανὸν καὶ ἀνέβη ἀνώτερον Ἀπήντησαν αὐτῷ ἄγγελοι, καὶ παρέδραμεν· ἀρχάγ‐ γελοι, καὶ παρῆλθε· τὰ Χερουβὶμ, καὶ οὐκ ἔστη ἐκεῖ.
55Ποῦ τρέχεις; Ἕτερόν τι ἐπιζητῶ· εἰ δὲ τὰ Χερουβὶμ λάμπῃ, ἀλλ’ ἔργα ἐστίν· εἰ δὲ τὰ Σεραφεὶμ ᾄδει, ἀλλὰ σύνδουλά μού εἰσιν. Τί ζητεῖς; Εἰ δὲ Ἀρχαὶ καὶ Κυριότητες, καὶ ταῦτα δοῦλα, καὶ ταῦτα δημιουργήματα· εἰ δὲ Ἐξουσίαι, καὶ ταῦτα ποιήματα. Ποῦ ἀπέρχῃ; Αὐτὸν
60ζητῶ τὸν Δημιουργὸν, αὐτὸν ζητῶ τὸν ὁμοούσιον τῷ Πατρί· οὐκ ἀφίσταμαι ἕως αὐτὸν εὕρω ὡς ἀνθρώπῳ εὑρεῖν δυνατόν. Μωϋσῆς περὶ οὐρανοῦ εἶπε, καὶ ἐπαύ‐ σατο· οὐ γὰρ εἶχε τὸ πνεῦμα ὃ ἐγὼ ἔχω· οὐ γὰρ ἔλαβε τὸ πνεῦμα δουλείας εἰς φόβον, ἀλλ’ ἔλαβε τὸ
65πνεῦμα υἱοθεσίας εἰς ὑπακοὴν πίστεως. Μείζονα ἐπι‐ στεύθην ἐγώ. Διὰ τοῦτο ὁ Δεσπότης μου ἄνωθεν κάτω κατέβη, ἵνα ἐγὼ κάτωθεν ἄνω ἀναβῶ. Τί ζητεῖς; Αὐτὸν τὸν Δημιουργόν· ὅταν εὕρω, τότε ἵσταμαι. Ηὗρε, καὶ τί λέγει; Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ,
70ἐποίησεν, οὐδαμοῦ τὸ ἐγένετο· οὐ γὰρ περὶ δημιουρ‐ γημάτων ἡ διδασκαλία. Ἰδοὺ Λόγος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πόσοι τύραννοι ἐξότε ἐφθέγξατο ὁ ἁλιεὺς τὸ ῥῆμα τοῦτο ἀφανίσαι ἤθελον, καὶ οὐκ ἴσχυσαν; ἀλλ’, ὅπου ἂν ἀπέλθῃς, ἀκούεις, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος·
75κἂν ἐν χώρᾳ, κἂν ἐν πόλει, προέλαβεν, Ἐν ἀρχῇ ἦν25

64

.

27

ὁ Λόγος· καὶ ἐν Περσίδι καὶ ἐν Ἰνδίᾳ καὶ ἐν τῇ Μαυ‐ ριτανῶν χώρᾳ λάμπει τὸ ῥῆμα τοῦτο ἡλίου φανερώ‐ τερον. Ὁ μὲν γὰρ ἥλιος ἐν ἡμέρᾳ φαίνει, ἐν νυκτὶ δὲ κρύπτεται· τὸ δὲ ῥῆμα καὶ ἐν νυκτὶ τὴν ἑαυτοῦ λαμ‐
5πηδόνα ἀφίησι, τῇ ἑκάστου διανοίᾳ ἐγγέγραπται. Ἀπ‐ έθανεν ὁ γράψας, καὶ τὸ ῥῆμα λάμπει· τὸ σῶμα διελύθη τοῦ εἰπόντος; καὶ τὸ ῥῆμα ὑπὲρ τὸν ἥλιον ἀκμάζει. Ὅπου ἂν ἀπέλθῃς, προέλαβε τὸ ῥῆμα, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἕκαστος, καὶ γυνὴ καὶ ἀνὴρ, καὶ δοῦλος καὶ
10ἐλεύθερος, καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, μελετῶσιν αὐτὸ ἐν τῇ καρδίᾳ, καὶ οὐδεὶς ἐξ‐ αλεῖψαι δύναται τὴν καλλίστην ταύτην κληρονομίαν, ἀλλὰ μένει διατηρῶν τὸν πλοῦτον. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
15Ῥῆμα οὐκ ἴσχυσεν ἐξαλεῖψαι ὁ διάβολος· διὰ τί; Ὅτι οὐ ῥῆμα ψιλὸν, ἀλλὰ ῥῆμα Θεοῦ. Μὴ τοίνυν αἰσχύνου ὅταν ἀκούσῃς· Ταῦτα ὁ ἁλιεὺς ἐφθέγξατο, ταῦτα ὁ σαγή‐ νας ῥάπτων. Εἶδες πῶς εἰς αὐτὸν τὸν πυθμένα τῆς πενίας ἐκάθητο καὶ ἀνέβη εἰς τὴν κορυφὴν τῆς ἀρετῆς;
20Ἀλλ’ ἵνα μὴ ἑτέρων ἀρξάμενος, ἐφ’ ἕτερα τὸν λόγον ἀγάγωμεν τῇ ῥύμῃ τῶν λεγομένων, τὰ νοήματα ἀφέν‐ τες ἐκκυλίεσθαι, φέρε δὴ χαλινῷ τῇ γλώττῃ χρησάμενοι τὴν ὑπόθεσιν ἐπὶ τὴν προτέραν ὑπόσχεσιν ἐπαναγάγω‐ μεν. Τί οὖν φησιν ὁ σκηνοποιὸς, ὁ ἀγοραῖος; οὐ γὰρ
25παύσομαι συνεχῶς ταῦτα εὐηχῶν τὰ ῥήματα, διὰ τὴν τῶν πολλῶν ἀπόνοιαν καὶ τὴν ἀφιλόσοφον αὐτῶν γνώμην. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὴν ἀγορὰν, ἐπειδὰν ὑβρί‐ σωσι, λέγουσιν, Ἀγοραῖε; τί ἐστιν, Ἀγοραῖε; τί ἐστιν ἀγοραῖος; εἰπέ μοι· μὴ γὰρ ἔγκλημα τὸ εἶναι ἀγο‐
30ραῖον; μὴ γὰρ ἔγκλημα τὸ ἑστάναι ἐπ’ ἀγορᾶς καὶ ἐργάζεσθαι; ἔγκλημα τὸ ἔνδον μένοντα τὰ τῶν ἄλλων ἁρπάζειν. Μάθε τί ὕβρις, καὶ τί ἐγκώμιον, καὶ μὴ καταγέλα· ἀγοραῖον εἶναι οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ τὸ ἅρπαγα εἶναι, τὸ πλεονέκτην εἶναι. Τί με ὠφελεῖς,
35ὅτι κάθῃ ἐν θαλάμῳ, καὶ λύκος εἶ; τί δέ με βλάπτει ὁ πένης ἐν ἀγορᾷ ἑστηκὼς καὶ βοῦν καὶ ἀροτῆρα μιμούμενος; Ἀγοραῖος εἶ, χειροτέχνης εἶ; οὐκ ἔστι ταῦτα ἐγκλήματα· ἐγκώμια ταῦτά ἐστιν, ὅτι ἀπὸ δικαίων πόνων τὴν τροφὴν συνάγεις, οὐκ ἀλλοτρίας περιεργα‐
40ζόμενος οἰκίας. Οὐκ ἔστιν οὖν ἔγκλημα τὸ ἀγοραῖον εἶναι, οὐδὲ τὸ χειροτέχνην εἶναι· ἀλλὰ τί ἐστιν ἔγκλημα; τὸ ἀργῶς ζῇν· εἴθε μὲν οὖν ἀργὸν, καὶ μὴ κακῶς ἐργαζόμενον. Ἀγοραῖος ἦν ὁ Παῦλος, καὶ ἐπ’ ἐργαστη‐ ρίου εἰστήκει· καὶ οὐκ ἦν πρὸ τοῦ Εὐαγγελίου τοιοῦτος,
45μετὰ τὸ Εὐαγγέλιον μετεβάλλετο. Ἀλλὰ καὶ ἐκήρυττε καὶ δέρματα ἔραπτεν· ἐκήρυττε καὶ ἔμενε παρὰ Πρισκίλλᾳ καὶ Ἀκύλᾳ, Διὰ τὸ ὁμότεχνον· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ὦ φιλοσοφία Παύλου! ὦ φρόνημα ὑψηλὸν, καὶ γνώμη ἀχείρωτος! ὦ διάνοια τῆς

64

.

27

(50)

ἁψῖδος τοῦ οὐρανοῦ ἁψαμένη! ὦ ψυχὴ πάντων ὑπερο‐ ρῶσα τῶν ὁρωμένων! ὦ γνώμη! ἀράχνην ἐνόμιζε τοῦ βίου τὰς φαντασίας· οὐκ ἀπῆλθε πρὸς βασιλέας, οὐδὲ ἀπῆλθε πρὸς πλουσίους, οὐκ ἀπῆλθε πρὸς εὐπόρους, ἀλλὰ πρὸς σκηνοποιοὺς ἀπῆλθε διὰ τὸ ὁμότεχνον, καὶ οὐκ
55ᾐσχύνετο ἐκκαλύπτων ἑαυτοῦ τὸ ἐπιτήδευμα, ἀλλὰ πᾶσι τοῦτο κατάδηλον εἰργάζετο. Ἐν ἀγορᾷ εἱστήκει τὸ Εὐαγγέλιον κηρύττων, νεκροὺς ἐγείρων, λεπροὺς κα‐ θαίρων, καὶ οὐκ ᾐσχύνετο τῷ τόπῳ, ἀλλὰ ἐνεκαλλωπί‐ ζετο τῷ τρόπῳ, καὶ εἰστήκει ἐν ἀγορᾷ· καὶ ὁ μὲν ἐξ‐
60εδίδου δέρματα, οἱ δὲ ἔλεγον, Ἀνάστησον τὸν νεκρόν· καὶ εἱστήκεισαν δύο γυναῖκες, ἡ μὲν λέγουσα, Ποίησόν μοι τὸ δέρμα στρῶμα, ἡ δὲ λέγουσα, Ἀνάστησον τὸν υἱόν μου, καὶ ἀμφοτέραις ἀπεκρίνατο· καὶ τοῦτο κώλυμα ἐκείνου οὐκ ἐγίνετο, ἀλλὰ καὶ αἱ χεῖρες εἰργάζοντο, καὶ
65ἡ χάρις ἐνήργει, καὶ ἀμφοτέραις ἀπεκρίνατο ὁ σκηνο‐ ποιὸς, τῇ μὲν τὸ ἀπὸ τῆς τέχνης, τῇ δὲ τὸ ἀπὸ τῆς χάρι‐ τος παρέχων. Σὺ τί βούλει; στρῶμα τὸ δέρμα ἐγὼ ποιῶ· δέρματα γὰρ ῥάπτω. Τί βούλει; τὸν νεκρόν σου ἐγερθῆναι ἐγὼ ποιῶ· τὸν Θεὸν γὰρ παρακαλῶ. Μήτε
70ὄνειδος τέχνη. Οὐκ ἀπῆλθεν εἰς πλουσίαν οἰκίαν καὶ εὔπορον· νόμον γὰρ ἐπλήρου Δεσποτικὸν λέγοντα· Εἰς ἣν δ’ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐστιν ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε. Καὶ γὰρ ἄξιος τοῦ Παύλου ὁ σκηνοποιός; Καὶ πάνυ. Διὰ τί οὔ;
75ἐπειδὴ σκηνοποιὸς ἦν κατὰ τὴν φιλοπτωχείαν. Εἴπω σοι αὐτοῦ ἐγκώμιον διαδήματος βέλτιον, πορφυρίδος λαμπρότερον; Ἀσπάσασθε Πρισκίλλαν καὶ Ἀκύλαν· καὶ προτίθησι τὴν γυναῖκα τοῦ ἀνδρὸς, ἵνα μάθῃς ὅτι πλείω παρὰ τῇ γυναικὶ ἡ ἀρετή. Ἀσπάσασθε Πρι‐
80σκίλλαν καὶ Ἀκύλαν, Ῥωμαίοις γράφων, οἵτινεςColumn end

64

.

28

ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὸν ἑαυτῶν τράχηλον ὑπ‐ έθηκαν. Εἶδες ἐγκώμιον; εἶδες μάρτυρας ζῶντας; Οἵτινες ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Μαρτύριον ἀπηρτισμένον, οὐ τῇ ἐκχύσει
5τοῦ αἵματος, ἀλλὰ τῇ προαιρέσει τῆς διανοίας. Μή μοι λέγε, Οὐκ ἐσφάγησαν· εἰ γὰρ καὶ μὴ ἐσφάγησαν τῇ πείρᾳ, ἀλλ’ ἐσφάγησαν τῇ γνώμῃ· ὁ δὲ Θεὸς οὐ τέλος ἐπι‐ ζητεῖ, ἀλλὰ παρασκευήν· ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὸν υἱὸν ἔσφαξε, καίτοι μὴ σφάξας· καθαρὰ γὰρ ἦν ἡ μάχαιρα· καὶ
10λέγει· Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ· οὐκ ἐφείσω τῇ γνώμῃ, ἐγὼ δὲ ἐφεισάμην τῇ πείρᾳ. Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Αἵματι τὸν Ἀπόστολον ὑπεδέξαντο. Συνήκατε τί εἶπον; Οὐ γὰρ χοίρους καὶ ὄρνεις αὐτῷ ἔθυσαν, ἀλλὰ τὸ αἷμα τὸ ἑαυτῶν
15ἐξέχεαν. Ὦ φιλοξενίας ὑπερβολή! ἄλλοι ἐὰν δώσωσι δέκα ὀβολοὺς, σκυλῆναι οὐ καταξιοῦσιν· ἐκεῖνοι τὸ αἷμα ἑαυτῶν ἐξέχεαν, καὶ κατεφρόνησαν τῆς παρού‐ σης ζωῆς. Ὁ φιλόξενος οὕτω φαίνεται, οὐχ ὡς οἱ νῦν, βλοσυρῷ τῷ προσώπῳ, καὶ τὰς ὀφρῦς ἐπαί‐
20ροντες, ἐὰν δώσωσι πένητι δέκα ὀβολοὺς, καὶ τούτους διὰ τοῦ οἰκέτου. Οὗτοι δὲ οὐχὶ, ἀλλ’ αὐτοὶ καὶ οἰκέται ἐγίνοντο. Οὕτω καὶ ὁ Ἀβραὰμ καὶ ἡ Σάῤῥα· καὶ γὰρ ἐκείνη ἐφύρασε τὰ ἄλευρα, οὐ κατὰ τὴν βλακείαν τῶν νῦν γυναικῶν, ἣ τοῖς χρυσίοις καὶ τοῖς ἱματίοις
25τοῖς σηρικοῖς μαλακωτέραν τὴν φύσιν ἐργάζεται. Ἀλλ’ ἐκείνη μυλωθρίδος ἔργα ἐπιτελεῖ· καὶ λέγει αὐτῇ ὁ ἀνήρ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Καὶ οὐκ εἶπε· Ταῦτα ἀνεκτά; ἀρτοποιόν με ἔλαβες τὴν συγγενίδα; οὐ προῖκα εἰσήνεγκα; οὐκ ἐλευθέρα
30εἰμί; τὰ διακόνων μοι ἐπιτάττεις· ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἦλθόν σου εἰς τὴν οἰκίαν; Οὐδὲν τούτων οὐκ εἶπεν, ἀλλ’ ἔσπευσε καὶ ἐφύρασε· γυνὴ γὰρ ἦν τοῦ Ἀβραὰμ, οὐ νόμῳ βίου μόνον, ἀλλὰ καὶ ἀρετῇ κατ‐ ορθωμάτων. Κοινὴ γενέσθω, φησὶν, ἡ φιλοξενία,
35κοινῇ καὶ τὸν καρπὸν τρυγήσωμεν. Θησαυρός ἐστι, φησίν· ὁμοῦ μεταλάβωμεν· ἐγὼ τὸν μόσχον, σὺ τὰ ἄλευρα. Ἔθυσε μόσχον, καὶ ἔλαβε τὸν Ἰσαάκ· ἐφύρασε τὰ ἄλευρα, Καὶ ἐγένετο τὸ σπέρμα αὐτῆς ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης.
40Ταῦτα λέγω τὸν ἀνθρώπινον τῦφον ταπεινῶν, καὶ πάν‐ των τὴν ἀπόνοιαν τῶν πλουτούντων ἐξευτελίζων, καὶ παραμυθούμενος τοὺς πένητας, ἵνα μηδεὶς μήτε ἐν πενίᾳ βαπτίζηται, μήτε ἐν πλούτῳ ἐπαίρηται· ταῦτα δέ ἐστιν ἀμφότερα ἀρετῆς κωλύματα. Ὁ δὲ λογισμὸς
45κυβερνήτου τάξιν ἐπέχει, οὔτε ὑπὸ τοῦ χειμῶνος βαπτιζόμενος, οὔτε ὑπὸ τῆς γαλήνης χαυνούμενος, ἀλλ’ ἐν καιρῷ ἀνωμαλίας τὴν ἴσην αὐτῷ φιλοσοφίαν διατηρῶν, μηδέπω τῇ διαφορᾷ σαλευόμενος, καὶ τοῦ‐ το ἢ ἐκεῖνο γινόμενος· ὥσπερ οὖν ὁ Ἰὼβ οὔτε ἐν τῇ

64

.

28

(50)

πενίᾳ ἐγένετο βλάσφημος, οὔτε ἐν τῷ πλούτῳ ἐπηρ‐ μένος, ἀλλ’ ὅτε μὲν ἦν πλούσιος, τὴν θύραν ἠνέῳξεν, ὅτε δὲ πένης ἐγένετο, τὰς πλευρὰς τὰς ἑαυτοῦ ἤνοιξε τότε μὲν οὖν φιλόπτωχος, ὕστερον δὲ φιλόσοφος γι‐ νόμενος, καὶ καταπατῶν τὴν διαφορὰν τῶν βιωτικῶν
55πραγμάτων. Ἀλλ’ ἐπειδὴ τοσαῦτα περὶ τοῦ σκηνο‐ ποιοῦ, φέρε καὶ τῶν εἰρημένων ἔνια μεταχειρισώμε‐ θα, ὀλίγα μὲν οὖν ῥήματα εἰς μέσον ἄγοντες, πέλα‐ γος δὲ ἀχανὲς νοημάτων ἡμῖν ἀνοίγοντες. Τοιοῦτος γὰρ ὁ θησαυρὸς τῶν Γραφῶν· οὐ τῷ πλήθει τῶν ῥη‐
60μάτων, ἀλλὰ τῇ δυνάμει τῶν νοημάτων τὴν εὐπορίαν ὑμῖν ἐνδείκνυνται. Τί οὖν φησιν ὁ σκηνοποιὸς, τὸ στόμα τῆς ἁγιωσύνης ἐμπεπλησμένον, ἡ γλῶττα ἡ τῷ θανάτῳ φοβερά; τί γράφει ἡ δεξιὰ ἐκείνη ἡ ἁλύ‐ σει καλλωπιζομένη καὶ δεσμὰ περιβεβλημένη, καὶ
65νεκροὺς ἐγείρουσα; τί γράφει· τί λέγει ἡ γλῶττα; τί γράφει ἡ δεξιά; Ἡμεῖς δὲ, εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Πρόσεχε, εἰς βάθος καταβαίνομεν. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·
70τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινὰ, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Θησαυρὸς μὲν οὖν κεκρυμ‐ μένος, ἀλλ’ ἀνορύττωμεν καὶ τὰ βάθη πρὸς τὸ βάθος· οὐ γάρ ἐστι βυθὸς ζόφον ἔχων, ἀλλὰ βυθὸς φῶς βρύων. Εἰ καὶ ἀσαφὴς ὁ λόγος, ἀλλὰ πειράσομαι αὐτὸν εὔκολον
75ποιῆσαι καὶ ἰδιώτῃ καὶ πένητι καὶ οἰκέτῃ καὶ μαγείρῳ καὶ ναύτῃ καὶ γυναικὶ καὶ ἐλευθέρῳ καὶ δούλω. Τὰ γὰρ τοῦ Θεοῦ κοινῇ πρόκειται πᾶσιν ἀσαφείᾳ συ‐ σκιαζόμενα, ἀλλὰ τῇ ἑρμηνείᾳ εὐκατάληπτα γιγνόμενα. Εἰ δέ τίς ἐστι βραδύτης, τῇ εὐκολίᾳ τῆς διδασκαλία·
80σαφεστέραν ποιήσομαι τὴν τράπεζαν· μόνον μοι παρά‐27

64

.

29

σχετε διάνοιαν συντεταμένην, καὶ μηδὲν μαλακίζεσθε πεῖραν γὰρ ἔλαβον ὑμῶν τῆς ὑπακοῆς τῆς κατὰ τὴν διάνοιαν. Διὸ καὶ πολλάκις δυσκόλοις ἐπεχείρησα νοή‐ μασιν, οὐ προσδοκήσας αὐτὰ εὔληπτα ἔσεσθαι, ἀπὸ δὲ
5τῆς σπουδῆς τῆς κατὰ τὴν ἀκρόασιν ἰδὼν τὰ δύσκολα ῥᾴδια γενόμενα. Νήφουσα ἔστω ἡ διάνοια, καὶ οὐδὲν δύσκολον, συντεταμένη γνώμη, καὶ πάντα σαφῆ. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. Ταῦτα ἀναγινώσκοντες Ἕλληνες γελῶσι καὶ κωμῳδοῦ‐
10σιν ἡμᾶς· τοιαῦτα, φησὶ, Παῦλος λέγει· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Κομπάζεις, ὦ Παῦλε (τὰ ἐκεί‐ νων λέγω), φύσας ἡμᾶς ταῖς ἐλπίσιν· ἐπῆρες ἡμῶν τὴν διάνοιαν, καινῆς ἐννοίας τὰς ἀκοὰς ἡμῶν πληροῖς· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Μάθε πρῶτον μὴ
15ἁπλῶς τετυφλῶσθαι· εἰς βάραθρον ἐμβάλλεις σαυτόν. Μὴ γὰρ οἶδας τί ἤκουσας· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι. Μὴ γὰρ οἶδας τὸν θησαυρόν; ὁ θησαυρὸς ἄνωθεν ἀκάν‐ θας ἔχει καὶ λίθους, ἀλλ’ ὅταν διασκαφῇ, κάτω μαργα‐
20ρῖται εὑρίσκονται. Μή μοι τὰ ῥήματα ἁπλῶς, ἀλλὰ τὰ νοήματα· μή μοι τὰ ῥήματα· μετὰ ἀσφαλείας μάν‐ θανε τί ἐστι Καινὴ κτίσις, μάνθανε τί Ἐν Χριστῷ· μάθε καὶ κατάβηθι εἰς φῶς· ἐπεὶ καὶ παιδίον πολλά‐ κις ὁρᾷ βασιλέα παριόντα καὶ γελᾷ, καὶ ὁρᾷ βασιλεὺς
25καὶ οὐ μέλει αὐτῷ· οὐ γὰρ τοῦ βασιλέως ὁ ψόγος, ἀλλὰ τοῦ ἀτελοῦς τῆς ἡλικίας τὸ ἐλάττωμα. Δεῦρο εἰσαγάγω σε εἰς τὰ ἄδυτα· μὴ ἁπλῶς ἀπὸ τῶν προπυλαίων θεώρει· δεῦρο ἀνακαλύψω σοι πᾶν τὸ ἀπόῤῥητον τῶν μυστη‐ ρίων. Καὶ τί μοι, φησὶν, ἔχεις εἰπεῖν; οὐκ εἶπεν ὅτι
30Καινὴ κτίσις ἐστὶ παρὰ Χριστιανοῖς; Πάνυ. Δεῖξον οὖν μοι, φησὶ, καινὴν κτίσιν· δεῖξόν μοι ὅτι καινὸς οὐρανὸς ἐγένετο, ὅτι πρὸ μὲν τοῦ παραγενέσθαι τὸν Χριστὸν ἄλλος ἦν, μετὰ δὲ ταῦτα ἄλλος ἐγένετο· ὅτι θάλαττα ἄλλη, ὅτι σπέρματα ἄλλα, ὅτι φύσις ἄλλη, ὅτι
35καρπὸς ἄλλος, ὅτι ποταμοὶ ἄλλοι, ὅτι ἄνεμοι ἄλλοι· ταῦτα γὰρ πάντα ἀρχαῖα, καὶ σὺ λέγεις ὅτι καινὴ κτίσις; Ἀνάσχου, μὴ μαίνου· ὅσῳ ἀντιλέγεις, τοσοῦτον μᾶλλον βρύει τῆς ἀληθείας ἡ ὑπερβολή. Μὴ μαίνομαι; φησὶ, μὴ ἀντιλέγω; ἴδε ἡσυχάζω. Ἡσύχασον· ἐρωτήσω
40σε. Ἐρώτησον. Λέγει, πρὶν ἢ παραγενέσθαι τὸν Χρισ‐ τὸν, ἄλλος ἦν ὁ οὐρανὸς, μετὰ δὲ τὸ παραγενέσθαι ἄλλος ἐγένετο; καὶ πρὶν ἢ παραγενέσθαι αὐτὸν κατὰ σάρκα ὁ αὐτὸς οὐρανὸς ἦν, καὶ μετὰ τὸ παραγενέσθαι αὐτὸν ὁ αὐτὸς ἔμεινεν οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ
45ὁ ἀὴρ καὶ οἱ ἄνεμοι, Τί οὖν, φησὶ, κομπάζει Παῦλος λέγων· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα; Ἐγὼ, φησὶ, καινὸν οὐδὲν βλέπω. Οὐ γὰρ ἔχεις ὀφθαλμοὺς ἵνα ἴδῃς· δεῦρο, ποιήσω σοι ὀφθαλμοὺς καὶ ὁρᾷς. Καὶ ὀφθαλμοὺς

64

.

29

(50)

ποιεῖς; Πάνυ. Καὶ δημιουργὸς εἶ; Πάνυ. Σὺ ἀπονενόη‐ σαι; Οὐχί. Οὐκοῦν ποίησον ὀφθαλμοὺς τοῦ σώμα‐ τος. Ἀλλὰ τὸ μεῖζον, τῆς διανοίας. Καὶ ποιεῖς μοι ὀφθαλμούς; Πάνυ. Οὐ γὰρ ἔχω; Οὐχί. Ἐπεὶ σὺ ὀφθαλ‐ μοὺς ἔχεις, ἐπεὶ ἐγὼ οὐκ ἔχω· πῶς; εἰπέ μοι. Ὅταν
55ἀπέλθῃς εἰς ναὸν, καὶ ἴδῃς ἐκεῖ ξόανον γυμνὸν, λίθον ἄφωνον, καὶ εἴπῃς· Οὗτος ὁ θεός ἐστιν, ὀφθαλμοὺς ἔχεις; ὅταν τὸν λίθον θεὸν καλεῖς, πῶς ἔχεις ὀφθαλμούς; μήτι ὄφελος τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδοθεν πεπηρωμέ‐ νων; Ὁρᾷς ὅτι χρείαν ἔχεις ἵνα ποιήσω σοι ὀφθαλμοὺς,
60ἵνα ἴδῃς τὸν λίθον ὡς λίθον, ἵνα μὴ τὰ ἄμικτα μίξῃς, ἵνα μὴ τὰ διεστῶτα συναγάγῃς; Ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυνύσῃς, καὶ λαβὼν ἐγὼ αὐτὸ καύ‐ σω, μὴ ἔχεις ὀφθαλμοὺς τὸ καιόμενον θεὸν ὀνομάζων, ὅταν τὰ πάθη θεοποιεῖς; Μεθύει ἄνθρωπος καὶ περιφέ‐
65ρεται, καὶ γίνεται ἀντὶ ἀνθρώπου ἄλογον ἀπὸ τῆς μέ‐ θης· σὺ δὲ λέγεις ἡ μέθη θεὸς, καὶ καλεῖς αὐτὸν Διό‐ νυσον· ἡ πορνεία θεὸς, καὶ καλεῖς αὐτὸν Ἑρμῆν. Ὅταν οὖν τὰ πάθη καὶ ξύλα θεοποιεῖς, πῶς ἔχεις ὀφθαλμούς; τὰ ὁρώμενα οὐ βλέπεις, καὶ τὰ μὴ ὁρώμενά σοι ἔχω
70πιστεῦσαι; Ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν; Ὁ Διόνυ‐ σος λίθος ἐστὶ σαθρὸς, καὶ ἡ Ἀφροδίτη ξύλον ἐστίν. Οὐ πιστεύεις μου τοῖς λόγοις; πίστευσον τῷ πελέκει· ὠθῶ αὐτὸ, καὶ ῥίπτω· δός μοι πῦρ, καὶ καίω. Τοῦτο μέθης ἐστὶ πάθος· ὁ νόμος αὐτὰ κολάζει, καὶ σὺ αὐτὰ
75θεοποιεῖς; μὴ ἔχεις ὀφθαλμούς; Ὁρᾷς ὅτι χρεία ἵνα ὀφθαλμούς σοι ποιήσω διὰ τοῦ λόγου; Ἐπεὶ καὶ Ἰουδαῖοι τοιοῦτοι ἦσαν· ὀφθαλμοὺς εἶχον, καὶ οὐκ ἔβλεπον· ὁ τυφλὸς οὐκ εἶχε, καὶ ἔβλεπε. Λέγει τῷ τυφλῷ ὁ Χρι‐ στὸς, Πιστεύεις σὺ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; καὶ λέγει·
80Πιστεύω, καὶ προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι βλέπον‐Column end

64

.

30

τες ἐσταύρωσαν. Ὁ τυφλὸς προσκυνεῖ, καὶ ὁ βλέπων σταυροῖ· διὰ τοῦτο λέγει· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Μήτι ἔχεις ὀφθαλ‐
5μούς; Θέλεις οὖν κατασκευάσω σοι ὀφθαλμοὺς διὰ τοῦ λόγου, ὀφθαλμοὺς συνέσεως, ὀφθαλμοὺς ἀόρατα βλέ‐ ποντας; Τοιοῦτοι γὰρ οἱ ὀφθαλμοὶ τῶν πίστει ὁρώντων ἡμῶν· οὐ τὰ βλεπόμενα ὁρῶσιν, ἀλλὰ τὰ μὴ βλεπόμενα. Κἂν μὲν θελήσῃς παρακολουθῆσαι, παρακολούθει· ἐὰν
10δὲ μὴ θελήσῃς, ἐγὼ τὸ ἐμὸν ποιῶ, παιδεύω. Ποικίλος γὰρ ὁ λόγος, ἐναντίους μεταβάλλων, τοὺς οἰκείους διορθῶν, καὶ πολυπρόσωπος καὶ πάντοθεν ἀπηρτισμέ‐ νος. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ὦ στόμα! ὦ
15λαμπηδών! ἐγὼ γὰρ βλέπω τὸν θησαυρὸν, πρὶν ἢ αὐτὸν ἀνακαλύψω· βλέπω τὸ σκεῦος ὅλον τοῦ Δημιουργοῦ. Ὦ ὀφθαλμοὶ, οἷα βλέπουσι! Πρός με σύντεινον σαυτὸν, δι‐ ανάστηθι. Κτίσις, ἐν τῇ Γραφῇ καλεῖται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ τοῦ
20ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Λέγεται μὲν συντόμως, δεῖ δὲ αὐτὸ ῥηθῆναι καὶ σαφέστερον. Λέγεται κτίζειν ὁ Θεὸς, οὐχ ὅταν τὸ μὴ ὂν ἐργάσηται μόνον, ἀλλ’ ὅταν καὶ τὸ ὂν ἐνδιεστραμμένον ἢ ῥυπωθὲν διορθώσῃ καὶ καθάρῃ. Οἷόν τι λέγω· Ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρω‐
25πον, τοῦτό ἐστι τὸ μὴ ὂν ἐργάσασθαι· καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἐργάσηται, ὧδε πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολή· ἐκεῖ τοῦ μὴ ὄντος παραγωγὴ, ὧδε τοῦ ὄντος, ἀπολλυμένου δὲ ἐπὶ τὸ βέλτιον μεταβολή. Καὶ ἵνα μάθῃς, ὅτι κτίσις λέγεται οὐ μόνον ἡ ἐκ τοῦ
30μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλ’ ὅταν τι ῥυπωθὲν καὶ διαστραφὲν διορθώσῃ καὶ καθάρῃ, ἄκουσον τοῦ Δαυῒδ λέγοντος. Ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ κτισθεῖσα, ἦν δὲ ῥυπωθεῖσα ὑπὸ τῆς μοιχείας καὶ τοῦ φόνου· παρακαλεῖ οὖν τὸν Θεὸν καὶ λέγει· Καρδίαν
35καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Πρὸ οὖν τούτου ἀκάρδιος ἦν; πῶς οὖν τὸν Γολιὰθ κατήνεγκε; πῶς δὲ τῷ Θεῷ εὐηρέστει; Οὐ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας. Ἰδοὺ τοίνυν ἡ κτίσις λέγεται, οὐχὶ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
40παραγωγὴ τῆς οὐσίας, ἀλλὰ καὶ τῆς οὔσης, διεφθαρ‐ μένης δὲ, εἰς τὸ βέλτιον μεταβολή. Ὅταν ἴδῃς τινὰ ἀκό‐ λαστον σώφρονα γενόμενον, εἰπὲ, Ἐκτίσθη αὐτῷ ἡ διά‐ νοια· ὅταν ἴδῃς πόρνην σωφρονοῦσαν, εἰπὲ, Ἐκτίσθη αὐτῆς ἡ διάνοια· ὅταν ἴδῃς ἅρπαγα ἐλεήμονα γενόμενον,
45εἰπὲ, Ἐκτίσθη αὐτοῦ ἡ καρδία· ὁ γὰρ λύκος ἐγένετο πρόβατον, ὁ ἱέραξ ἐγένετο περιστερά. Διὰ τοῦτο κτί‐ σις. Διὰ τοῦτο καὶ τὸ λουτρὸν κτίσμα λέγεται τὸ τῆς παλιγγενεσίας. Ἀποδυόμενοι γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον, κατὰ τὴν ἐπιθυμίαν

64

.

30

(50)

τῆς σαρκὸς αὐτοῦ, ἐνδυόμενοι δὲ τὸν νέον ἄνθρω‐ πον, τὸν γενόμενον κατ’ εἰκόνα τοῦ Κτίσαντος αὐ‐ τόν. Ὥστε κτίσις αὐτοῦ ἐστι τὸ ποίημα· κτισθέντες γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς· πρῶτα μὲν ἔργοις φθαρτοῖς. Τότε ἔλαβεν ὁ Πατὴρ πηλὸν, καὶ
55ἐποίησε τὸν ἄνθρωπον· λαμβάνει ὁ Υἱὸς ὕδωρ, καὶ ποιεῖ αὐτὸ οἶνον. Κἀκεῖ ἔχει στοιχεῖον, καὶ ὧδε στοιχεῖον· ἐναλλαγὴ στοιχείου, καὶ βελτίων ἡ δημιουργία. Ὥστε, εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ὁρᾷς οὖν ὅτι ἔστι καινὴ κτίσις; τί γάρ μοι ὄφελος ἐὰν γένηται οὐρανός;
60Πρόσεχε μετὰ ἀκριβείας· Οὐκ ἐγένετο οὐρανὸς καινὸς, οὐδὲ ἥλιος καινὸς, οὐδὲ γῆ. Τί γάρ μοι ὄφελος, εἰ οὐ‐ ρανὸς ἐγένετο καινὸς, ἐγὼ δὲ ἔμελλον ἐν ἁμαρτίαις εἶναι; τί με ὠφελεῖ ἢ βλάπτει με ὁ οὐρανὸς μένων, ὅταν ἐγὼ μὴ μένω ὁ αὐτός; Ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ
65δὲ νοσηρός εἰμι. Ἐὰν οὖν ἴδῃς ἰατρὸν εἰσελθόντα εἰς τὴν οἰκίαν, καὶ τοῦ μὲν νοσηροῦ μηδεμίαν πρόνοιαν ποιούμενον, λευκαίνοντα δὲ τοὺς τοίχους, χρυσοῦντα τὸν ὄροφον, οὐ λέγεις, Ἄνθρωπε, ἀνάστησον τὸν νο‐ σοῦντα; τί τὴν οἰκίαν καλλωπίζεις; Καὶ ὁ Χριστὸς
70εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον, εἰς ὃν κατακειμένην ηὗρε τὴν φύσιν μου νοσοῦσαν. Πρόσεχε πάλιν ᾧ λέγω· Εἰσέρχεται ἰατρὸς εἰς οἶκον μέγαν, εὑρίσκει νοσοῦντα ἄνθρωπον, πυρέττοντα, ἕλκη ἔχοντα· ἀφίησι τὸν νο‐ σοῦντα καὶ ἐγείρεται; λευκαίνει τοὺς τοίχους; χρυσοῖ
75τὸν ὄροφον; τὸ ἔδαφος καλλωπίζει; Οὐχί· ἀλλὰ τοῦ μὲν οἴκου οὐδένα ποιεῖται λόγον, ὅλῃ δὲ σπουδῇ κέχρη‐ ται πρὸς τὸν νοσοῦντα. Ἐὰν ὁ οἰκοδεσπότης ὑγιαίνῃ, καὶ τὰ ἄλλα ἕπεται. Οὕτω καὶ ἐνταῦθα. Εἰσῆλθεν εἰς τὸν κόσμον ὁ Χριστός· σάρκα ἀνέλαβε, πανταχοῦ
80δὲ πάρεστιν ἀεί· εἴσοδον δὲ αὐτοῦ τὴν οἰκονομίαν καλεῖ29

64

.

31

ἡ Γραφή. Εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον τὸν μέγαν, ὃν αὐτὸς κατεσκεύασεν· ηὗρε νοσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων, νοσοῦσαν, οὐκ ἐπὶ κλίνης κειμένην, ἀλλ’ ἐπὶ κακίας ἐῤῥιμμένην, τὸ κοινὸν μέλος διεφθαρμέ‐
5νον, βωμοὺς ἀναπτομένους, κνίσσαν τὸν ἀέρα μο‐ λύνουσαν, τέκνα σφαττόμενα παρὰ γονέων, τὴν φύσιν πατουμένην, τοὺς νόμους τῆς οὐσίας σαλευομένους, τὴν συμπάθειαν ἀτιμαζομένην· Ἔθυσαν υἱοὺς αὐτῶν καὶ θυγατέρας τοῖς δαιμονίοις· ἐκβακχευομένους τοὺς
10ἀνθρώπους ἀκολάστως, τὸν μὲν πόρνον, τὸν δὲ μοιχὸν, τὸν δὲ ἀνδροφόνον, τὴν γῆν ἅπασαν ἀπολλυμένην, τῶν ἀνθρώπων κειμένων ἐν τῇ κλίνῃ τῆς πονηρίας, τὸν διά‐ βολον παραμένοντα, ἀνάπτοντα τὴν κάμινον, ἐμπι‐ πλῶντα τὰ ἕλκη, τοὺς ἰατροὺς ἀτονοῦντας, τοὺς προ‐
15φήτας λέγω, κατηγοροῦντας, οὐ διορθωμένους, τοὺς ἰατροὺς παρακαθημένους, φάρμακα κατασκευάζοντας, οὐκ ὠφελοῦντας δὲ, κατηγοροῦντας δὲ ἅπαντας. Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Ὁ ἰατρὸς ταῦτα; Ποία οὖν ἐλπὶς, ὅτε ἰατρὸς κατηγορεῖ
20τοῦ κάμνοντος; Ὁ μὲν ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Ἄλλος ἐκάθισεν ἐν τῇ ἐρήμῳ, ὡς ἡ κορώνη· Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει·
25ἄλλος· Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέ‐ χυται ἐπὶ τῆς γῆς· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· ἄλλος· Οὐαὶ ἔθνος ἁμαρτωλῶν. Ἐξέρχεται ὁ ἰατρὸς κλαίων· ποίαν δὲ ἐλπίδα ἔχει ὁ νοσῶν, ὅταν ἴδῃ τὸν ἰατρὸν κλαίοντα; ποίαν ἐλπίδα ἔχεις,
30ὅταν ἴδῃς τὸν ἀπεγνωκότα; τί ἔχεις χρηστὸν προσ‐ δοκῆσαι περὶ τοῦ νοσοῦντος; Καίτοι ἰατροὶ πολλάκις, καὶ εἰδότες τὴν τελευταίαν, ὥστε μὴ λυπῆσαι τοὺς προσήκοντας, τῇ φιλοσοφίᾳ νικῶσι τὸ πάθος, καὶ φαιδρὸν ἐπιδείκνυνται τὸ πρόσωπον τῆς ἑαυτῶν ὑπο‐
35λήψεως, ἵνα μὴ καταβάλωσι τὰ φρονήματα τῶν νο‐ σούντων. Ὅταν γὰρ ὁ νοσῶν ἴδῃ διαστρέφοντα τὴν ὄψιν τὸν ἰατρὸν, τί ἔχει χρηστὸν ἐλπίσαι; Ὧδε δὲ οὕτως ἐνίκησε τὸ νόσημα, ὡς αὐτὸν τὸν ἰατρὸν κλαίειν· τί ἔχω ποιῆσαι; ἕλκη, σηπεδὼν, σκώληκες, μυρία κα‐
40κά. Οὐαὶ ἔθνος ἁμαρτωλόν! Ὁ δὲ ἄλλος καὶ θρήνους ὁλοκλήρους ἔγραψεν, ὁ Ἱερεμίας· ὁ μὲν πενθεῖ, ὁ δὲ θρηνεῖ, ὁ δὲ παρακαλεῖ· ὁ Θεὸς ἄνωθεν· Ἐγκαταλέ‐ λοιπα τὸν οἶκόν μου. Ποία ἐλπὶς λοιπὸν, ὅταν ὁ Θεὸς λέγῃ, Ἐγκαταλέλοιπα τὰ σύμπαντα, ἀφῆκα τὴν κλη‐
45ρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν μου; Ὁ Ἠλίας κάτωθεν· Κύριε, τὰ θυ‐ σιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μονώτατος, καὶ ζητοῦ‐ σι τὴν ψυχήν μου. Εἰ δὲ ἐν τῇ Ἰουδαίᾳ ταῦτα, ὅπου

64

.

31

(50)

νόμος, ὅπου ναὸς, ὅπου κιβωτὸς, ὅπου θυσία Ἰουδαϊ‐ κή· τί ἦν ὅπου εἴδωλα, ὅπου κνίσσα καὶ καπνὸς, παρά‐ νομοι τελεταὶ, ἀσέβειαι· ὅπου τὰ πάθη ἐθεοποιεῖτο, ὅπου κυνῶν φωνὴν ἐμιμοῦντο, οἵτινες ἐπὶ τοῦ Διο‐ νύσου ὠργιάζοντο δέρμα αἰγῶν καὶ κυνῶν φωνὴν, ἵνα
55πάντοθεν τὴν εὐγένειαν ἀπολέσωσι; Κύνας, χοίρους ἐποίησεν ὁ διάβολος, ἔχεις ἐποίησεν, ὄφεις εἰργάσατο, ἀσπίδας κατεσκεύασε λευκούς. Ὁ νόμος ἀτονεῖ, οἱ προ‐ φῆται κατηγοροῦσι. Τί οὖν, ἄθλιε; εἰσελθὼν καὶ εὑ‐ ρὼν τὴν οἰκουμένην οὕτω κακουμένην, ἔμελλε τὸν οὐ‐
60ρανὸν καλλωπίζειν, καὶ ἀφιέναι τὸν νοσηρόν; Ἀλλ’ οὐκ ἐποίησε τοῦτο, ἀλλ’ ἔδραμεν ἐπὶ τὸν νοσοῦντα, δι’ ὃν καὶ οὐρανὸς, δι’ ὃν καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ τὰ ἄλλα πάντα. Διὰ τοῦτο οὐδὲ οὐρανοῦ σχῆμα ἀνέλαβεν· οὐ γὰρ οὐρανὸν ἔμελλε θεραπεύειν, ἀλλ’ ἄνθρωπον. Διὰ τοῦτο
65τοῦ νοσοῦντος τὸ συγγενὲς ἀνεκτήσατο, καὶ ἔρχεται ὡς αὐτὸς ἐκεῖνος ὁ νοσῶν, οὐ νοσῶν αὐτός· Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐ‐ τοῦ· ἀλλ’ ἦλθε συγγενὲς ἔχων τῆς ἐκείνου φύσεως σκεῦος. Οὐκ ἦλθε γυμνῇ τῇ θεότητι, ἵνα μὴ φύγῃ ὁ νοσῶν, ἵνα
70μὴ σοβήσῃ τὴν θήραν· ἀλλ’ ὥσπερ ἰατρὸς πολλάκις εὐγενὴς ὢν καὶ ἐπιφανὴς, προγόνων ἔχων περιφάνειαν, καὶ σηρικὰ περιβεβλημένος ἱμάτια, ἐπειδὰν εἰσέλθῃ πρὸς πτωχὸν νοσοῦντα δεόμενον χειρουργηθῆναι, ἢ ἄλλο τι, ἀποδύεται τὰ ἱμάτια καὶ ἀφίησι τὴν περιφά‐
75νειαν καὶ λαμβάνει λέντιον, καὶ διαζώννυσιν ἑαυτὸν, μέλλων καίειν, μέλλων τέμνειν, καὶ οὐ ζητεῖ τὴν ἑαυτοῦ ἀξίαν, ἀλλὰ τὴν κηδεμονίαν τοῦ κάμνοντος· οὕτω καὶ ὁ Δεσπότης τῶν ἀγγέλων ἐποίησεν, οὗ ἡ δόξα ἀνερμή‐ νευτος· κατέβη ὡς ἄνθρωπος, διέζωσεν ἑαυτὸν λέν‐
80τιον, διέζωσεν ἑαυτὸν, τὴν φύσιν τὴν ἡμετέραν,Column end

64

.

32

ἐγένετο πτωχὸς ὁ πλούσιος, οὐκ ἀπολέσας τὸν πλοῦ‐ τον, ἀλλὰ κρύψας τὸν πλοῦτον· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου, ὅτι δι’ ἡμᾶς ἐπ‐ τώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω‐
5χείᾳ πλουτήσωμεν. Εἶδες πτωχείαν πλούτου μητέρα; εἶδες πενίαν περιουσίας ὑπόθεσιν; ὁ πλούσιος ἐγένετο πτωχὸς, ἵνα ἐγὼ ὁ πτωχὸς γενῶ πλούσιος. Ὡς ἰατρὸς περιεζώσατο λέντιον. Ποῦ κατέβη; Λέντιον περιεζώ‐ σατο· οὐκ ἤρκησεν αὐτῷ τῆς φύσεως ἡ περιβολὴ, ἀλλὰ
10καὶ σχῆμα δούλου ἀνέλαβεν, οὐ φύσιν δούλου μόνον. Ἦλθε τοίνυν, νοσοῦσαν ηὗρε τὴν φύσιν τὴν ἡμετέραν, ἐγένετο τοῦτο ὅπερ εἰμὶ ἐγὼ, ἁμαρτίας μέντοι χωρίς· ἦλθεν εἰς τὴν καλύβην εἰς ἣν κατεκείμην· εἶδε σκώ‐ ληκας, εἶδε σηπεδόνας, εἶδε δυσωδίαν πολλὴν, τὸν νό‐
15μον οὐ βοηθοῦντα, τοὺς προφήτας κατηγοροῦντας, τὴν ἁμαρτίαν ἐπικειμένην, τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ἄτακτον, οὐκ ἐγκρατεύεσθαι βουλόμενον, οὐδὲ ἀνεχό‐ μενον τῶν ἰατρῶν. Οὐ φονεύσεις, οὗτος ἐφόνευσεν. Οὐ μοιχεύσεις. Ἕκαστος πρὸς τὴν γυναῖκα τοῦ
20πλησίον ἐχρεμέτιζεν· Οὐ κλέψεις. Ἀρὰ καὶ ψεῦδος καὶ μοιχεία καὶ κλοπὴ κέχυται ἐπὶ τῆς γῆς. Ἄλλα ἔλεγεν ὁ ἰατρὸς, καὶ ἄλλα ἐποίει ὁ νοσηρός. Τί γένηται; ὁ ἰατρὸς ἐπέταττεν, ὁ νοσηρὸς οὐχ ὑπήκουσε· τὸ νό‐ σημα ηὐξάνετο, ὁ ἀνδραποδιστὴς διάβολος παρέμενε
25καθάπερ δοῦλος δραπέτης. Τί θέλεις; ψυχροποσίαν δί‐ δωμι· τί θέλεις; κρέα δίδωμι, τὰ διαφθείροντά σου τὸν στόμαχον δίδωμι, τὰ ἐναντία τῷ ἰατρῷ. Ὁ ἰατρὸς ἐπ‐ έταττε, καὶ ἐξήρχετο· ὁ δραπέτης εἰσήρχετο κρύφα καὶ πάντα παρεῖχε. Πορνείαν θέλεις; ψεῦδος θέλεις;
30Ἐκεῖνος ἔλεγε· ταῦτα βούλομαι, οὐκ ἐκεῖνα ἃ λέγει ὁ ἰατρός· ταῦτα βούλομαι ἃ σὺ λέγεις. Τὰ σώματα ἄθλια ἀπώλλυτο. Θεὸς κατηγορεῖ, προφῆται κατηγοροῦσιν, ἐκεῖνος ὁ δήμιος παρέμενε, καὶ ἡ ἐπιθυμία τοῦ κάμνον‐ τος πρὸς τὸν βλάπτοντα, οὐ πρὸς τὸν ὠφελοῦντα. Ἀπώλ‐
35λυτο τὸ γένος, διέφθαρτο πάντα. Ἦλθεν ὁ ἰατρὸς ὁ εὔ‐ πορος ἐν ἀπόροις, ὁδὸν εὑρὼν ῥᾳδίαν καὶ εὔκολον καὶ σωτήριον. Ἐὰν εἴπω, φησὶ, Τὸ καὶ τὸ ποιήσατε, οὐ ποιοῦσι. Πῶς; τὰ τοῦ νόμου οὐκ ἐδέξαντο, καὶ τὰ τῆς χάριτος ἔχουσι δέξασθαι; τὰ κάτω οὐκ ἐδέξαντο καὶ τὰ
40ἄνω ἔχουσι δέξασθαι; Ἐὰν εἴπω νηστείαν, ἐὰν εἴπω σάκκου περιβολὴν, ἐὰν εἴπω ἀκτημοσύνην, ἐὰν εἴπω παρθενείαν, γάμον οὐκ οἴδασι σεμνὸν, καὶ περὶ παρθε‐ νείας ἔχω εἰπεῖν; τὰ ἀλλότρια ἁρπάζουσι, καὶ περὶ ἀκτημοσύνης αὐτοῖς ἔχω εἰπεῖν; πορνεύουσι, μοι‐
45χεύουσι, καὶ σάκκου περιβολὴν ἔχω εἰπεῖν; Τί οὖν; γίνομαι ἄνθρωπος τέως ἐν τῇ σαρκὶ τῇ ἐμῇ, καὶ τῷ ἀπεῤῥιμμένῳ διαλέγομαι· καταργῶ τὴν ἁμαρτίαν τέως, ἀπὸ τοῦ γένους δείκνυμι ὑγιαίνοντα ἄνθρωπον· δεί‐ κνυμι τὴν αὐτὴν φύσιν, καὶ οὐ τὸ αὐτὸ πτῶμα· δεί‐

64

.

32

(50)

κνυμι ἄνθρωπον ἁμαρτίαν οὐ ποιήσαντα, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ, ἵνα καὶ οὗτοι θεαταὶ ὄντες ἔχω‐ σιν ἐλπίδα σωτηρίας, καὶ οἱ ἐπιβουλεύοντες ἀποφύ‐ γωσι, καὶ ἴδωσιν ἄνθρωπον μὴ ἔχοντα ἁμαρτίαν. Αἰσ‐ χύνου, διάβολε. Τοῦτο σάρξ ἐστι, τοῦτο σῶμά ἐστιν, ὃ
55ἔχει ὁ Δεσπότης μου. Διὰ τοῦτο περιήρχετο ἀεὶ λέγων, εἰ Υἱὸς ᾖ τοῦ Θεοῦ οὗτος ὁ ἄνθρωπος, πῶς οὐχ ἁμαρ‐ τάνει; πάντες οἱ ἄλλοι ὑπὸ ἁμαρτίαν εἰσίν. Οὐ γάρ ἐστι φύσεως ἁμαρτία, ἀλλὰ προαιρέσεως. Ἰδοὺ δίδωμι ἄνθρωπον ὑγιαίνοντα, σκεῦος ἐκκεκαθαρμένον καὶ ἀκη‐
60λίδωτον. Καὶ στὰς ἐν μέσῳ δήμου ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ οὐδεὶς ηὗρεν εἰπεῖν τι. Τί οὖν νῦν; εἰσέρχεται πρὸς τοὺς νοσοῦντας τέως, λόγοις αὐτοὺς παρακαλῶν, ὥσπερ ἰατρὸς διὰ τῶν φαρ‐ μάκων· οὐδὲν ἔχεις πονηρὸν, ἐὰν σωφρονῇς· χαλεπὸν
65τὸ νόσημα, ἀλλὰ δύναται λυθῆναι. Παρακαλεῖ αὐτοὺς, Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτι‐ σμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· πεφορτισμένοι ἦσαν οἱ νοσηροί· φορτία γάρ ἐστι νόσος, ἀταξία, πορνεία κλοπὴ, ψεῦδος, ψευδομαρτυρία· οὐ γὰρ οὕτω φορτίον
70βαρὺ, ὡς συνειδὸς πονηρόν. Ἀλλ’ ἐπειδὴ ὁ νοσῶν φο‐ βεῖται τὸν ἰατρὸν, μάλιστα ὅταν χαλεπὸν ᾖ τὸ νόσημα, μή που σιδήριον ὀξύνῃ, μή που πῦρ καίῃ, καὶ πολ‐ λοὶ τῶν νοσούντων εἵλαντο ἐναποθανεῖν τοῖς νοσήμα‐ σιν, ἢ ὑπομεῖναι τὴν ὀδύνην τὴν ἀπὸ τῆς ἰατρείας.
75καὶ καρπώσασθαι τὴν ὑγείαν τὴν ἀπὸ τῆς ὀδύνης, ἵνα μηδεὶς φοβηθῇ τοῦτο ὅτι· οὗτος ἦλθε, φησίν· Ἀπαιτεῖ ἡμᾶς εὐθύνας τῶν ἁμαρτημάτων· ἀπαιτεῖ ἡμᾶς τῶν πλημμελημάτων· κολάσαι ἡμᾶς ἔχει, καὶ τότε ἡμᾶς διορθοῦται· ἵνα μηδεὶς τοῦτο ἐννοήσας φύγῃ· Δεῦτε,
80φησὶ, πρός με. Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον31

64

.

33

ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Οὐδὲν βαρύ· οὐκ ἔχω σιδήριον, οὐκ ἔχω πῦρ καῖον, οὐ καίω, οὐ τέμνω· ἀνώ‐ δυνος ἡ ἰατρεία, χωρὶς πόνου ἡ θεραπεία. Εἰ οὐ πιστεύε‐ τε, βλέπετε τὴν πόρνην, βλέπετε τὸν λῃστὴν, βλέπετε
5τοὺς Μάγους, τὸν τελώνην, τὴν Χαναναίαν· ὑπό‐ δειγμα ὑμῖν ἔδωκα ἐκ προοιμίων· μὴ ἔκαυσα; μὴ ἔτεμον; οὐκ ἐδάκρυσε μόνον ἡ πόρνη, καὶ παρθένων ἐγένετο σεμνοτέρα; οὐ προσεκύνησαν οἱ Μάγοι, καὶ εὐαγγελισταὶ ἐγένοντο; οὐκ ἦλθεν ἡ Χαναναία, καὶ τὴν
10ἰατρείαν ἔλαβε τοῦ θυγατρίου; Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω. Δεῦτε πάντες οἱ κο‐ πιῶντες καὶ πεφορτισμένοι. Ταῦτα λέγω τὰ ῥήματα· Δεσπότης εἰμὶ, οὐ χρείαν ἔχω, οὐκ εἰμὶ δοῦλος ὑποκεί‐ μενος νόμῳ· κατηγορεῖ σου ὁ νόμος, ἀλλὰ λύω τὴν
15κατηγορίαν· αὐτὸν τὸν κατήγορον παύω. Πῶς; Ἔπαυσε γὰρ αὐτὸν ἡ χάρις· κατηγοροῦσιν οἱ προφῆται, ἀλλὰ μείζονα δίδωμι τὴν ἐλευθερίαν. Ἐλθὼν τοίνυν καὶ εὑρὼν τὴν φύσιν κακῶς ἔχουσαν, καὶ τοὺς μὲν ἐν πορνείᾳ, τοὺς δὲ ἐν μοιχείᾳ, κνίσσαν καὶ καπνὸν τὸν
20ἀέρα μολύνοντα, τὰ ἄλλα πάντα, τί ποιεῖ; Ὁρῶν πυρέτ‐ τον τὸ γένος τὸ ἡμέτερον, λούει· πρῶτον λέγει, Λοῦσαι, καὶ ἀπαλλάσσου τοῦ νοσήματος· λούει λουτρῷ παλιγγε‐ νεσίας καὶ ἀλείφει· καὶ τῷ χρίσματι τοῦ μύρου ἀλεί‐ φω σε, καὶ λούω καὶ μεταβάλλω σε. Καὶ τοσαύτη ἡ ἰσχὺς
25τοῦ λουτροῦ; Τοσαύτη. Κατάβηθι κάτω. Καταβαίνει κάτω, καὶ οὐ μένει ὁ παλαιὸς ἄνθρωπος. Μὴ σιδήρου χρεία; μὴ τομῆς καὶ ὀδύνης; ἐν ἡδονῇ ἡ ὠφέλεια· μὴ ἐπίπονος ἡ ἰατρεία; Καὶ τί ποιήσομεν ἵνα σωθῶμεν; μυρία εἰργασάμεθα κακὰ, πονηρὸν ἔχομεν συνειδὸς, ἀπ‐
30ωλόμεθα. Λέγει βαπτίζεσθαι καὶ σώζεσθαι· καὶ γὰρ λαβὼν χρίει, λούει, εἶτα τρέφει στερεὰν τροφήν. Ἐπειδὴ γὰρ ἀθῶος ὁ νοσηρὸς ἐγένετο, τρέφει αὐτὸν καὶ τρέφει τὸ σῶμα τὸ ἑαυτοῦ, καὶ ποτίζει τὸ αἷμα τὸ ἑαυτοῦ· Ἐμοῦ, φησὶ, τοῦ ἀναμαρτήτου. Ἐπειδὴ γὰρ ἐγένου σὺ
35ἀναμάρτητος ἀπὸ τοῦ λουτροῦ, λαβὼν σῶμα τοιοῦτον, χρίει, λούει, τρέφει. Τοῦτό ἐστι καινὴ κτίσις. Ὅταν εἰσέλθῃ πόρνος, καὶ γίνεται δίκαιος, οὐκ ἔστι καινὴ κτί‐ σις; ὅταν εἰσέλθῃ ἅρπαξ, καὶ ἀπαλλαγῇ τῶν ἁμαρτημά‐
των, οὐκ ἔστι καινὴ κτίσις; Εἶδες ἐν τῇ χάριτι τὴν κτί‐Column end

64

.

34

σιν; βλέπε καὶ ἐν τῇ πολιτείᾳ τὴν κτίσιν. Πόσαι πόρναι κατέλειπον τὰ θέατρα, ἀφῆκαν σηρικὰ ἱμάτια, κατεπάσ‐ σαντο σποδὸν, περιεβάλλοντο σάκκους, καὶ νῦν πολιτεύον‐ ται ἐν Χριστῷ; οὐκ ἔστι καινὴ κτίσις; Ὅταν οὖν ἴδῃς
5τὴν πόρνην μηκέτι πόρνην, ἀλλὰ παρθένου σεμνοτέραν, εἰπέ· Ἐκτίσθη αὐτῆς ἡ γνώμη, μετεβλήθη αὐτῆς ἡ καρδία, μετέστη ἡ διάνοια ἀπὸ τοῦ τρόπου· οὐκ ἔτι αὐτὴ εἰς τὸ θέατρον, οὐκέτι ἄλλους βροχίζει, ἀλλὰ καὶ αὐτὴ σώ‐ ζεται· οὐκέτι ἄλλοις γίνεται σκάνδαλος, ἀλλὰ σωτηρία·
10βλέπουσι γὰρ οἱ πόρνοι, καὶ σώφρονες γίνονται. Ὁρᾶς καινὴν τὴν κτίσιν; Ὅταν ἴδῃς τὸν ἅρπαγα, τὸν Ἕλληνα, τὸν βωμοὺς λείχοντα, τὸν μαινόμενον κατὰ Χριστιανῶν, μυρίους ἀποδύοντα ὀρφανοὺς, μυρίας γυμνοῦντα χήρας, Χριστιανὸν γενόμενον, καὶ τὰ ἑαυτοῦ διδόντα πένησι,
15καὶ εἰς παννυχίδας παραγινόμενον, εἰπὲ, Ἐκτίσθη ὁ αὐτός· ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ὅρα πανταχοῦ τῆς οἰκουμένης καινὴν τὴν κτίσιν. Ὅταν ἴδῃς μοναχοὺς ὄρη κατειληφότας, ἐσταυρωμένους, τὰς ἀνάγ‐ κας τῆς φύσεως καταπατοῦντας, ἀγγέλους μιμουμένους
20τῇ ἀπαθείᾳ· ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτί‐ σις. Ἄπελθε εἰς Περσίδα, εἰ μὴ καὶ τῷ σώματι, ἀλλὰ τῷ νοΐ· μητέρας ἐγάμουν, νῦν δὲ παρθενίαν ἀσκοῦσιν. Ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Μέχρι βασι‐ λέων βλέπε τὴν κτίσιν τῶν τὰ διαδήματα ἐχόντων. Πρὸ
25τούτου βασιλεῖς πάντα ἔπλησαν ἀσεβείας, νῦν δὲ βα‐ σιλεῖς εἰς ἐκκλησίαν ἀπαντῶσι· καίτοι πᾶσι φοβεροὶ οἱ βασιλεῖς· νῦν δὲ ἡ Ἐκκλησία αὐτοῖς φοβερά. Τίς τολμᾷ εἰπεῖν βασιλεῖ, Θές σου τὸ διάδημα; ἡ δὲ Ἐκ‐ κλησία αὐτῷ λέγει, καὶ ὑπακούει, καὶ ἔρχεται γυμνῇ
30τῇ κεφαλῇ οὐδενὸς λέγοντος, ἀλλὰ τοῦ λογισμοῦ παρ‐ αινοῦντος· γυμνῇ τῇ κεφαλῇ καὶ ἀκαλλωπίστῳ· ῥίπτει διάδημα, καὶ λαμβάνει σταυρόν. Εἰσέρχεται εἰς τὴν τράπεζαν ὁ πτωχὸς καὶ ὁ βασιλεὺς ὁμοίως· οὐκ ἄλλως ὁ πτωχὸς, καὶ ἄλλως ὁ βασιλεύς· οὐδὲ λέγει ὁ βασιλεὺς,
35Ἐμοὶ πλέον δὸς, καὶ τῷ πτωχῷ ἔλαττον, ἀλλὰ τὴν αὐτὴν ταπεινοφροσύνην, τὴν αὐτὴν εὐλάβειαν ἔχων, ὡς ὁ πτωχὸς καὶ ἐγώ· ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτί‐ σις. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ
Θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.33