TLG 2062 357 :: JOANNES CHRYSOSTOMUS :: Quod mari similis sit haec vita [Sp.] (fort. auctore quodam Cappadoce) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Quod mari similis sit haec vita [Sp.] (fort. auctore quodam Cappadoce) Citation: Vol — pg — (ln) | ||
64.19(65t) | ϛʹ. Τοῦ αὐτοῦ, ὅτι θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, καὶ εἰς τὸ, «Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθη‐ | |
66t | τῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.» | |
---|---|---|
67 | Οἱ πελάγιοι πλωτῆρες, ἐπειδὰν εὐθυβόλῳ πνεύ‐ ματι καταφυσώμενοι τὸν πλοῦν ἀνύωσι, χαροποιοῖς τοῖς προσώποις γινόμενοι, ἀντίμιμον τῆς γαλήνης τὴν | |
70 | ὄψιν ῥυθμίζουσιν· ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθ‐ εύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλ‐ κάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνή‐ του ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέ‐ | |
75 | χνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτά‐ του κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκ‐ | |
δράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ‐ | Column end | |
64.20(64) | αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς | |
65 | ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοι‐ νίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν· τότε δὴ, ἀγαπητοὶ, θροῦς μὲν ζαλώδης καὶ κλαυθμυρώδης ὑπὸ τῶν ἐπιβατῶν γίνεται, βύθινον θάνατον παρὰ | |
70 | τὸν φυσικὸν προσδοκώντων. Ἔστι δὲ ἰδεῖν τοὺς ναύ‐ τας ὑπὸ τῆς ἔξωθεν αὐτοὺς περιεχούσης ζάλης χει‐ | |
μαζομένους, πλέον δὲ ὑπὸ τῆς τῶν ἔνδοθεν ὀλοφυρο‐ | 19 | |
64.21 | μένων κραυγῆς ἐκνευριζομένους, ὡς καὶ τὸν μὲν κυ‐ βερνήτην ὑπότρομον γεγονότα ἀπὸ τῆς δειλίας μηκ‐ έτι δύνασθαι χρῆσθαι τῇ κυβερνητικῇ χειρὶ πρὸς τὴν τῆς νηὸς εὐθυπλοΐαν, πάντας δὲ ὁμοῦ τῆς ἐν ἀν‐ | |
5 | θρώποις ζωῆς μετὰ φωνῆς ἀπεκδέχεσθαι. Τοιοῦτόν τι συμβέβηκε τοῖς μαθηταῖς τοῦ Κυρίου· μετάβαλε γάρ μοι τῷ λόγῳ ἐπὶ τὸ Εὐαγγέλιον. Ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν εἰς τὸ πλοῖον, καὶ διήρχετο τὴν θάλασσαν εὐμαρῶς. Καὶ ἕως μὲν αὐτοῖς ὁ Δεσπότης | |
10 | Χριστὸς ἐγρηγόρει, πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, ἡπλοῦτο δὲ αὐτοῖς καὶ ἡ θάλασσα ὡς ἤπειρος, οὐδὲν κῦμα τῇ χριστοφόρῳ νηῒ προσεφίστατο· ὅτε δὲ οἰκο‐ νομικῶς ὁ Ἰησοῦς ἐν τῷ πλοίῳ ἐκάθευδε κατὰ τὴν τοῦ σώματος φύσιν, καὶ οὐ κατὰ τὴν τῆς θεότητος | |
15 | ἀξίαν (ἄϋπνον γὰρ τὸ ὄμμα τῆς θεότητος)· τότε οἱ ἄνεμοι θεωρήσαντες τὸν ἑαυτῶν παιδευτὴν καὶ τα‐ ξίαρχον ὑπνώσαντα, καθάπερ ἵπποι ἡνιόχου καθεύ‐ δοντος κατολιγωρήσαντες, λάβρῳ φυσήματι ἄγριον χειμῶνα συρίζοντες κατὰ τῆς ἀποστολικῆς ὁλκάδος | |
20 | ἐφέροντο. Γενομένης δὲ ζάλης ἀνείκαστον θάνατον ἀποπνεούσης, καὶ τῆς θαλάσσης κοχλαδὸν ἀναζεού‐ σης, καὶ τὸν θυμὸν τῶν κυμάτων τῇ ὁροθέτιδι ψάμ‐ μῳ ἐπιφριζούσης, θεωρήσαντες οἱ μαθηταὶ τὸν πο‐ λυθρύλλητον χειμῶνα, τὸν πολυύμνητον προμαχεῶ‐ | |
25 | να Χριστὸν παρεκάλουν· τί λέγοντες; Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ἐκάθευδεν ὁ Κύριος οἰ‐ κονομικῶς ἐν τῷ πλοίῳ, οὐκ ἀγνοῶν τὸ μέλλον γί‐ νεσθαι, οὐκ ἀδυνατῶν γαλήνην βραβεῦσαι· εἰδὼς δὲ μέλλουσαν ταράσσεσθαι τὴν θάλασσαν, κατὰ δύο αἰ‐ | |
30 | τίας ἐκάθευδεν· ἵνα καὶ τὸ σαθρὸν τῆς ὀλιγοπιστίας τῶν μαθητῶν ἐν τῷ χειμῶνι διελέγξῃ, καὶ τὸ δυνα‐ τὸν τῆς θεότητος αὐτοῖς ἐνδείξηται. Ἦν οὖν ἰδεῖν, ἀγαπητοὶ, διαγρηγορήσαντος τοῦ Δεσπότου σωματι‐ κῶς, πάντα ὀξύτερον ἑαυτοῦ γενόμενον, καὶ τὸν ἄνε‐ | |
35 | μον πρὸς τὸ ἴδιον σπήλαιον ὑποφεύγοντα, τήν τε θάλασσαν μηκέτι ἀπειλοῦσαν τῇ ἀποστολικῇ ὁλκάδι, ἀλλὰ τὰ κύματα πρὸς τὴν προσκύνησιν ἐπιστρέφοντα. Τοιαύτη ἐστὶν καὶ ἡ τοῦ βίου φορὰ, μηδέποτε μέ‐ νειν ἐν ταυτότητι τὰ πράγματα, ἀλλὰ ποτὲ μὲν γα‐ | |
40 | ληνιᾷν εἰρήνῃ καὶ εὐθηνίᾳ τροφῶν ἀνενδεεῖ, ποτὲ δὲ ταράσσεσθαι ὥσπερ τὴν θάλασσαν, τοῦτο μὲν βαρ‐ βάρων καταδρομαῖς, τοῦτο δὲ τυράννων ἐπιβουλαῖς καὶ πραγμάτων πλοκαῖς, καὶ πολλοῖς ἄλλοις κλόνοις καὶ ἀκαταστασίαις. Καὶ γὰρ ἡ εἰρημένη ἱστορία | |
45 | περὶ τῆς ἀποστολικῆς ὁλκάδος τοῦτον ἔχει τὸν νοῦν· οὐκ ἦν γὰρ ὑπὸ τοῦ Κυρίου γινόμενον, ὃ οὐκ ἦν μυστη‐ ρίου ἐχόμενον. Θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, πλοίῳ ἡ ἀνθρωπίνη ὑπόστασις, φέρουσα καθάπερ ἐπιβάτας καὶ κυβερνήτην τοὺς λογισμοὺς καὶ τὸν | |
64.21(50) | νοῦν. Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρω‐ πίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαι‐ μόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν | |
55 | νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυ‐ βερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθι‐ ζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυ‐ φλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθί‐ ζετο, μαρτυρεῖ μου τῷ λόγῳ Δαυῒδ ὁ προφήτης. Ὅτε | |
60 | γὰρ περὶ τὴν σωφροσύνην ἐναυάγησεν, ἀνεβόα λέγων· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατ‐ επόντισέ με. Οὐ γὰρ τοῦτο κατὰ ἱστορίαν εὑροῦμέν που γεγραμμένον τῷ Δαυΐδ· ποῦ γὰρ Δαυῒδ ἔπλευ‐ | |
σεν; ἢ εἰς ποῖον πέλαγος ἀπελθὼν ἐβυθίσθη; ἀλλ’ οὐ‐ | Column end | |
64.22 | δαμοῦ. Τί οὖν ἐστιν ὃ λέγει, ἢ πάντως, ἐν τῷ βίῳ τούτῳ ὥσπερ ἐν θαλάσσῃ ὑπάρχων, καὶ σεισθεὶς ταῖς ἡδοναῖς καθάπερ κύμασι, καὶ τοὺς ἁρμοὺς τῶν λο‐ γισμῶν λυθεὶς, λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας ἔνδο‐ | |
5 | θεν δεξάμενος, τοῦ ἀνδρὸς πρὸς τὴν τοῦ Οὐρίου γυ‐ ναῖκα ἐκλυθεὶς, ναυάγιον σωφροσύνης ὑπέμεινεν. Διὸ ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κα‐ ταιγὶς κατεπόντισέ με. Εἶτα πάλιν μετανοήσας καὶ οἱονεὶ ἀνανήψας ἐκ τοῦ βάθους τῆς ἁμαρτίας, πάλιν | |
10 | κρατῶν τοῦ πηδαλίου τῆς σωφροσύνης, καὶ τὸν ἑαυ‐ τοῦ βίον ἐν σωφροσύνῃ ῥυθμίζων, ηὔχετο τῷ Θεῷ λέγων· Μή με πάλιν καταποντισάτω καταιγὶς ὕδα‐ τος, μηδὲ καταπιέτω με βυθός. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπό‐ | |
15 | τητα, Τρίτον ἐναυάγησα. Τί γάρ φησιν; Τρὶς ἐναυά‐ γησα; νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατα‐ κλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον | |
20 | πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στή‐ σας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμα‐ στον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Νύκτα λέγει τὴν | |
25 | πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας ἐν τῇ σκοτεινῇ πλά‐ νῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ Χριστοῦ παρ‐ ουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Πά‐ σης οὖν τῆς ἀνθρωπότητος, καθὼς ἔφαμεν ὑπὸ τῆς τοῦ διαβόλου κακίας χειμαζομένης, θεωρήσας ὁ τοῦ | |
30 | Θεοῦ Λόγος, ἐλθὼν εἰς τόνδε τὸν βίον, εἰσέρχεται εἰς τὴν κοιλίαν τοῦ πλοίου τῆς Παρθένου Μαρίας· οὗ τὴν εἰκόνα ἐν Ἰωνᾷ τῷ προφήτῃ γεγονυῖαν εὕραμεν. Πέμ‐ πεται γὰρ Ἰωνᾶς εἰς Νινευῒ, ἔρχεται ὁ Χριστὸς εἰς τόνδε τὸν βίον· ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ | |
35 | εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μα‐ ρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις. Τότε μᾶλλον ἐξηγείρετο ὁ διαβολικὸς τῆς κακίας χειμὼν, ὡς ἐπὶ τοῦ Ἰωνᾶ· ἀλλ’ ὅτε ἐῤῥίφη Ἰωνᾶς εἰς τὸ πέ‐ | |
40 | λαγος, τουτέστιν, ὅτε Ἰησοῦς προῆλθεν ἐκ τῆς κοιλίας τῆς Παρθένου εἰς τόνδε τὸν βίον, καὶ πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, καὶ μέχρις οὗ φθάσῃ τὸ κῆτος εἰς τὸν ᾅδην, πολλὰ σημεῖα καὶ τέρατα ἐπετέλει διανη‐ χόμενος εἰς τόνδε τὸν βίον. Ἦλθεν Ἰωνᾶς εἰς τὸ κῆ‐ | |
45 | τος, καὶ αὐτὸς εἰς τὸν ᾅδην ἦλθεν· τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας τὰς αὐτὰς τῷ Ἰωνᾷ ἐν τῷ ᾅδῃ πεποίη‐ κεν. Ἐκρίπτεται Ἰωνᾶς ἐκ τοῦ κήτους εἰς τὴν Νινευῒ, καὶ Χριστὸς ἀνίσταται ἐκ νεκρῶν καὶ ἔρχεται εἰς τὸν κόσμον τοῦτον κηρύσσει μετάνοιαν· μετα‐ | |
64.22(50) | νοοῦσι Νινευῖται, καὶ οἱ τοῦ κόσμου τούτου πολῖται· νηστεύουσι τριάδα ἡμερῶν, καὶ σώζεται τὰ πολυ‐ αρίθμητα πλήθη, ὡς καὶ ἐν τῇ Νινευῒ δεκαδύο μυριάδες ἀνθρώπων καὶ κτήνη πολλά. Τοῦ γὰρ Κυρίου κηρύσ‐ σοντος τῷ κόσμῳ τούτῳ τὴν μετάνοιαν καὶ τὴν πί‐ | |
55 | στιν, σώζονται αἱ δέκα δύο φυλαὶ τοῦ Ἰσραήλ. Ὅταν γὰρ Τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι δὲ εἰκὼν τοῦ Χριστοῦ ἦν Ἰω‐ νᾶς αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· Ὃν τρόπον Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας | |
60 | καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που ἐν τῇ, καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 21 |