TLG 2062 356 :: JOANNES CHRYSOSTOMUS :: In sanguinis fluxu laborantem [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanguinis fluxu laborantem [Sp.] Citation: Vol — pg — (ln) | ||
64.17(53t) | Εʹ. Τοῦ αὐτοῦ εἰς τὴν αἱμοῤῥοοῦσαν, ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. | |
54 | Ἄλλοις μὲν ἄλλας ὁ τοῦ βίου σκοπὸς ἐμπορίας ἐμέ‐ | |
---|---|---|
55 | ρισε, διαιρῶν ἑκάστῳ τὴν δοκοῦσαν εἶναι χρειώδη καὶ συμφέρουσαν· ἡμῖν δὲ μίαν ἀπένειμεν ὁ Θεὸς τὴν ἐμ‐ πορίαν τοῦ Πνεύματος, πολλαπλῆν οὖσαν διὰ πίστεως, καὶ κατορθοῦσαν τὰ μέγιστα κατὰ τὸ γεγραμμένον· Τὸ δὲ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλε‐ | |
60 | ται. Μόνη γὰρ πίστις παραμένει τοῖς ἔχουσιν· οὐ ψεύ‐ δεται τὸν λαμβάνοντα, οὐκ ἀθετεῖ τὸν κτησάμενον, οὐκ εὐλαβεῖται τοὺς κλέπτας, οὐχ ὑφορᾶται τοὺς ἅρπαγας, οὐ χρῄζει σφραγίδων, οὐ ζητεῖ τοὺς φυλάττοντας· Θεὸν γὰρ ἔχει φύλακα τὸν πάντα τοῖς πᾶσι διὰ ταύτης ἑτοί‐ | |
65 | μως παρέχοντα. Ταύτην ἐπιθυμοῦσιν ἔχειν βασιλεῖς, ἀλλ’ ἰδιῶται κέκτηνται· ζητοῦσι δυνάσται, αὐτὴ δὲ τα‐ πεινοῖς προστρέχει, καὶ τοὺς εὐτελεῖς περιπτύσσεται· ἔρχεται πρὸς τοὺς ἀῤῥώστους, καὶ τούτους παρακρα‐ τοῦσα χειραγωγεῖ, ἀμισθὶ τὰς ἰάσεις δωρουμένη. Ὅταν | |
70 | οὖν ἴδῃς, ἀγαπητὲ, τὸν Χριστὸν ἐξ ὄρους κατερχόμενον, | Column end |
64.18(53) | καὶ πάλιν εἰς ὄρος ἀναβαίνοντα, περῶντα λίμνην, διαπλέοντα θάλασσαν, ἀγροῖς ἐπιδημοῦντα καὶ πόλεσι | |
55 | καὶ κώμαις, μετὰ τῆς κάτω πορείας μέμνησο καὶ τῆς ἄνω· μὴ ἐπιλάθῃ τῆς τῶν Χερουβὶμ καθέδρας, μὴ παρ‐ έλθῃς τὰ θεῖα διὰ τὰ ἀνθρώπινα, μὴ λήθῃ παραδῷς τὸν οὐρανὸν, μὴ ἀμνημονήσῃς ὅτι σὰρξ ὁ Λόγος γέγο‐ νεν, ὡς ἠθέλησεν. Ἡ γὰρ σὰρξ ὁ Λόγος ἐγένετο· ὡς | |
60 | σὰρξ περιπατεῖ, ὡς λόγος παραχωρεῖ· ὡς σὰρξ εἰς ὄρος ἀναβαίνει, ὡς Λόγος ἐπάνω τῶν Χερουβὶμ καθ‐ έζεται· ὡς σὰρξ ὑπομένει δι’ ἐμὲ τὰ ἐμὰ, ὡς Λόγος τὰ τοῦ Πατρὸς ἀκαμάτως ἐργάζεται, ἐξ ὕδατος ἐν Κανᾷ παραστήσας· φωτὸς ἀνοίγει θυρίδας, πηλῷ καὶ δακτύλῳ | |
65 | καινουργῶν τὰς ὁράσεις. Εἶπε τῷ λεπρῷ, Θέλω καθα‐ ρίσθητι, καὶ μετὰ τὴν φωνὴν τὸ πάθος οὐκ ἦν· Ἔγει‐ ρε, λέγει τῷ παραλυτικῷ· ὁ λόγος δὲ ἀντὶ ποδῶν ἐγί‐ νετο, καὶ τὸ πρόσταγμα βάδισμα θᾶττον ὁ πάσχων | |
ἐλάμβανεν· ἔφθασε τὸ Ἰαείρου δωμάτιον, καὶ τὸ πέν‐ | 17 | |
64.19 | θος ἀθρόον εἰς χαρὰν μετεβάλλετο. Ἰδοὺ καὶ τήμερον ὄχλῳ περισφιγγόμενος ἐκλάμπει τὸ κράσπεδον, καὶ τῷ ὄμβρῳ τῆς πίστεως τὴν ῥύσιν κατέκλυσε. Τί γὰρ ἡμῖν ἀρτίως ὁ εὐαγγελιστὴς εἰσηγήσατο, τὰ κέρδη τῆς πί‐ | |
5 | στεως εἰσφέρων πολύτροπα; Ἦν γάρ τις ἀρχισυνάγω‐ γος, τῶν Μωϋσέως νόμων θεραπευτὴς, καὶ τοῦ λαοῦ παιδευτὴς, τὴν δὲ κλῆσιν Ἰάειρος. Τούτῳ μίαν χάριν ἡ φύσις δέδωκε, μονογενῆ θυγατέρα, εἰς ἣν ὄχλος ἠσχόλητο ἀναγκαῖος, ὡς ἔθος ὑπάρχει γενέτῃ φιλόπαιδι. Ἀλλ’, ὡς | |
10 | ἔοικεν, ἐλάνθανεν, οὐκ εἰς διαδοχὴν, ἀλλ’ εἰς πρόωρον ταφὴν ταύτης ἐπιμελούμενος. Νόσημα γὰρ αὐτῇ τι χα‐ λεπὸν ἐπελθὸν, γείτονα μὲν ταύτην τοῦ θανάτου ποιεῖ, τὸν δὲ πατέρα τῆς ἐπ’ αὐτῇ χρηστῆς ἐξέκοψεν ἐλπίδος. Ἀλλ’ οὐκ ἐνίκησε τὴν πίστιν τὸ πάθος· εὐθὺς γὰρ ἐπὶ | |
15 | τὸν Σωτῆρα χωρεῖ ὁ Ἰάειρος, καὶ παρακαλεῖ φθάσαι τὸ δωμάτιον. Προφθάνει δὲ τὸν καλοῦντα τῇ προθυμίᾳ ὁ Κύριος· Ἐγερθεὶς γὰρ, ἠκολούθησεν αὐτῷ. Ἀλλ’ ὅρα, πιστὲ, οἵα παρὰ γυναικὸς δικαία καινοτομεῖται βία, οἵα σοφὴ οἰκονομεῖται κλοπὴ, οἵα παρὰ θήλεος ἐπινοεῖ‐ | |
20 | ται ἀκίνδυνος ἁρπαγή· δεῖ γὰρ αὐτῷ πρὸς τὴν κίνησιν ἐπειγομένῳ καὶ τὴν ὁδὸν ἐκείνην ἀνύειν συντόμως. Γυ‐ νὴ, φησὶν, αἱμοῤῥοοῦσα δέκα δύο ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὅτι Ἐὰν μόνον ἅψωμαι, σωθή‐ | |
25 | σομαι. Οὗτος γὰρ, φησὶν, ὁ ἰατρὸς ἐξ οὐρανοῦ παραγέ‐ γονεν· οὐκ ἐπιτάττει φαρμάκων πολυδαπάνων ὕλην, οὐ κατατέμνει σιδήρῳ, οὐκ ἐπάγει τὰς ὀδύνας· οἶδε τὰ τοῦ θήλεος· ἐκ παρθένου γὰρ μητρὸς ὡς ἠθέλησεν ἐπ‐ εδήμησεν· οὐ μολύνεται τὰ λανθάνοντα διερευνώμενος | |
30 | πάθη· αὐτός ἐστι τῶν κρυφίων ἐπόπτης. Γυνή εἰμι, καὶ περιφέρω πάθος αἰσχρὸν καὶ κρυπτόν· ἔχω γὰρ αἱ‐ μάτων ἀκένωτα ῥεῖθρα, καὶ κρήνας ἀνελλιπεῖς ὀχετῶν ἀκαθάρτων. Χρῄζω τοίνυν πηγῆς, ἥτις ἐστὶν αὐτὸς, ἵνα μου λάθρα καθαρίσῃ τὴν ἀσχήμονα ῥύσιν· νόμος γὰρ | |
35 | τὴν τοιαύτην οὐ προσίεται νόσον. Ὄχλος με τὴν ἀθλίαν ὡς μυσαρὰν ἀπωθεῖται· ἀλλ’ ὁ παρὼν ἰατρὸς, τῆς φύ‐ σεως ὢν δημιουργὸς, ὃς ἀνέπλασεν ἐκ πλευρᾶς, ἀπαλ‐ λάξαι φθορᾶς οὐκ ἂν παραιτήσηται· λόγῳ γὰρ μόνῳ κελεύει, καὶ τὸ πάθος οὐ μένει· ταράττεται τῷ Πνεύ‐ | |
40 | ματι, καὶ τὸν ᾅδην τοὺς νεκροὺς ἀναπράττει· ἐξ ὀλίγων ἄρτων ἐμπιπλᾷ χιλιάδας, νίπτεται δάκρυσι καὶ πηγάζει τὴν ἄφεσιν. Ἀλλ’ οὐδεὶς τοῦτο θαῤῥεῖ, εἰ μὴ μόνη πίστις ἀδίστακτος· ταύτην οὖν παραλαβοῦσα χειρ‐ αγωγὸν κατὰ ψυχὴν πρόσειμι λαθοῦσα, καὶ σιγῇ λῃ‐ | |
45 | στεύω τὴν θεραπείαν ἀφῇ· κἂν μὲν λάθω, κέρδος τὸ πᾶν, οἶδα γὰρ ὅτι σωθήσομαι· εἰ δὲ μὴ λαθοῦσα εἰς μέσον κληθείην, οὐκ ἂν ἐγκληθείην διὰ θεραπείαν τολ‐ μήσασα, οὐδὲ ἀναπραχθήσομαι ἅπερ ἡ πίστις ἐσύλησεν· ἀμεταμέλητα γὰρ ὡς Θεοῦ ὑπάρχει πάντα τὰ ταύτης | |
64.19(50) | χαρίσματα· ὁ γὰρ εἰπὼν τῇ θαλάσσῃ. Σιώπα, πεφίμω‐ σο, καὶ τὴν ἐμὴν ἀφανῆ ἀναστομώσει πηγήν. Δεῦρο τοίνυν, ἡ πίστις, τὸ μέλλον κυβέρνησον, καὶ τῷ κύματι τῶν ὄχλων συντόμως διάκοψον, ἵνα μου τὸ σαθρὸν σκά‐ φος τοῦ σώματος εἰς τὸν γαληνὸν ἐκεῖνον προσορμίσω | |
55 | λιμένα· δύναται γὰρ ἡ ῥανὶς τῆς αὐτοῦ βοηθείας τὸν ἐν ἐμοὶ τῶν αἱμάτων ἀκαμάτως ἀποπνίξαι βυθόν· οὕτω δὲ ταῦτα βουλευσαμένη καλῶς τοῖς ἀτολμήτοις ἐπιτολ‐ μᾷ, καὶ οὔτε χρόνον δέδιεν, οὐ πενίαν λογίζεται, οὐ πλῆθος ἀριθμεῖ· πάντα δὲ ταῦτα διὰ τῆς πίστεως, μᾶλ‐ | |
60 | λον δὲ μετὰ τῆς πίστεως ὑπερπηδήσασα, λάθρα τοῦ Δε‐ σποτικοῦ χιτῶνος ἁψαμένη, τῆς ἰάσεως τὸ κέρδος εὐ‐ καίρως ἐσύλησε, τὴν πρὸς αὐτὸν ἕνωσιν ἀπαλλαγὴν εἶ‐ ναι τοῦ πάθους πιστεύσασα· ὄντως ἀπαλλαγήν· ἰάθη | |
γὰρ Εὐθέως ἀπὸ τῆς μάστιγος. Δώδεκα γὰρ ἔτη τῇ | Column end | |
64.20 | νόσῳ πυκτεύουσα καθ’ ἡμέραν καὶ κατ’ ἔτος, τὴν ζωὴν ὑπέκλεπτε, σφαττομένη πάντοτε, καὶ τέως μὴ θνήσκου‐ σα· πρῶτος γὰρ ἐνιαυτὸς, καί τινων ὀδυνῶν καὶ πόνων εἰς αἴσθησιν ἤρχετο· δεύτερον ἔτος ἦν, καὶ πόλεως τῆς | |
5 | ἀφανοῦς ταύτης ἐθορύβει τὰ κρύφια· τρίτος παρῆν ἐνιαυτὸς, καὶ τῇ τῶν νεύρων καὶ φλεβῶν ὀγκώσει συν‐ είχετο· τέταρτον ὑπῆρχεν ἔτος, καὶ πηγή τις ἐξ αὐτῆς αἱμάτων προήρχετο· πέμπτος ἐνιαυτὸς, καὶ πανταχόθεν ἰατροὶ συνέτρεχον, μέλη παραγυμνοῦντες ἃ μὴ θέμις | |
10 | ὁρᾶσθαι τοῖς ἄῤῥεσιν· ἕκτον ἔτος ἠνύετο, καὶ εἰς πλέον τὸ δεινὸν ἐπετείνετο· ἕβδομος ἐνιαυτὸς, καὶ πλούτου τοσούτου κενουμένου ἡ τῶν αἱμάτων φθορὰ ἀνεξάντλη‐ τος ἔμενεν· ὄγδοον ἔτος ἐπέστη, καὶ τὴν ἧτταν ὡμολό‐ γουν οἱ ἰατρεύοντες· ἔννατος ἦν ἐνιαυτὸς, καὶ ταύτην | |
15 | παντελῶς ἀπεγνωσμένην καταλείποντες ἀπῄεσαν· δέ‐ κατον ἔτος ἤγγισεν, καὶ ἦν ἡ γυνὴ οὐσίας καὶ ὑγείας καθάπαξ ἀπερίστατος· ἑνδέκατος ἐνιαυτὸς, καὶ βοηθὸς οὐδεὶς τῇ κατωδύνῳ παρίστατο· δωδέκατον ἔτος ἠρι‐ θμεῖτο, καὶ παρῆν ὁ τῶν ψυχῶν ἰατρὸς ἐν τῇ ἐσχάτῃ | |
20 | ὥρᾳ, ἁφῇ καὶ λόγῳ καὶ πίστει τὰς νόσους ἰώμενος. Τούτῳ συντυχοῦσα, καὶ τὸ μέλλον πιστεύσασα, ἔλαβεν ὅπερ ἤθελεν· ἀλλ’ ἔτρεμεν εἰδυῖα ὅτιπερ οὐκ ἔλαθεν. Τί γάρ φησιν ὁ Σωτήρ; Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. Οὐκ εἶπε, Τίς ἡ | |
25 | ἁψαμένη μου; ἵνα μή πως οἱ παρόντες εἰς ἀμφίβολον ζήτησιν γυναίου ἑαυτοὺς ἀπασχολήσωσιν· ἀλλ’ εἶπε, Τίς ὁ ἁψάμενός μου, ἐν μετεώρῳ καταλείπων τὴν φωνὴν, ἵνα ἕκαστος ἀκούων, ἀνδρὸς εἶναι νομίσῃ τὴν τοιαύτην ἐπιχείρησιν· Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ δύναμιν | |
30 | ἔγνων ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. Τί λέγεις, ὦ Δέ‐ σποτα; εἰς τὸ συλᾶσθαι τὰ σὰ παραγέγονας; εἰς ἁρπαγὴν θέλων τοῖς πιστοῖς τὴν βασιλείαν προέθηκας; καὶ πῶς ἐρωτᾷς ὃ οἶδας, καὶ ζητεῖς ὃ οὐκ ἀγνοεῖς; Εἰ μὴ θέλων ἐκ‐ λάπης τὴν ἐξελθοῦσαν δύναμιν, ὤφειλες ἐπισχεῖν· εἰ δὲ βου‐ | |
35 | ληθεὶς ἐσυλήθης, τί δυσχεραίνεις διδοὺς ἅπερ ἡ πίστις παρὰ σοῦ λαμβάνειν βιάζεται; Ἐχαρίσω μὴ αἰτηθεὶς, καὶ μετὰ τὸ δοῦναι ἐγκαλεῖς; ἀοράτως ἐθεράπευσας, καὶ μετὰ τὴν ἴασιν δικαστήριον συγκροτεῖς; Ναὶ, φησίν· οἶδα τήν με συλήσασαν, οὐκ ἀγνοῶ τὴν εὐδοκίμως | |
40 | λῃστεύσασαν, βούλομαι δὲ ταύτην εἰς μέσον ἐλθεῖν, ἵνα γένηται κήρυξ ἧς ἐπέτυχε χάριτος. Παρ’ αὐτῆς γὰρ οὕτως ἡδέως συληθεὶς, τὴν αὐτῆς δωρεὰν ἐπὶ πάντων κυρῶσαι προῄρημαι· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Ἔχε, φησὶν, ὅπερ ἔκλεψας | |
45 | εὐφυῶς· κράτει, γύναι, ὅπερ ἥρπασας ἀφανῶς· κτῆ‐ σαι κτῆσιν γνησίαν, ἥν σοι παρέσχεν ἡ πίστις· ἀντὶ γὰρ δούλης θυγάτηρ, ἀντὶ μεμιαμμένης ἠλειμμένη σήμερον ὠνομάσθης· Ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. Ὁρᾷς, ἀγαπητὲ, πόσα δύναται πίστις, πῶς ἐν | |
64.20(50) | μιᾷ ῥοπῇ θαύματα ἤνυσεν; σιωπῇ τὴν τρέμουσαν παραθαρσύνουσα, τὸν ἰατρὸν ἐκδυσωπήσασα. Οὕτως ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τὴν αἱμόῤῥουν ζηλώσασα, καὶ πίστει τῷ Δεσπότῃ σιωπῇ προσπελάσασα, τὴν μυ‐ σαρὰν τῶν νομικῶν αἱμάτων ἀνεστόμωσε πηγὴν, καὶ | |
55 | θυγάτηρ κληθεῖσα πολλῶν ὑπάρχει μήτηρ, μάρτυρα κεκτημένη τὸν πάλαι βοήσαντα· Ὅτι πολλὰ τὰ τέ‐ κνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· λέγω δὴ τῆς συναγωγῆς, ἧς ἀνὴρ ὁ νόμος, ἀρχισυν‐ άγωγος, Δεσπότην σήμερον εἰς τὴν ἔγερσιν καλῶν τῆς | |
60 | τελευτησάσης παιδός. Ἀλλὰ τῆς ὥρας ὠθούσης τοῦ κατ’ αὐτὴν θαύματος χρεώστην ἐπαγγέλλομαι, τὸν πλουτοδότην Κύριον προσκαθιστῶν ὑμῖν ἔγγυον· ᾧ ἡ | |
δόξα πρέπει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 19 |