TLG 2062 354 :: JOANNES CHRYSOSTOMUS :: Sermo exhortatorius de temperantia [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Sermo exhortatorius de temperantia [Sp.] Citation: Vol — pg — (ln) | ||
64.17(1t) | Γʹ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας. | |
2 | Ὅσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐν‐ δείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπού‐ | |
---|---|---|
5 | δασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλό‐ πονον. Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μα‐ θημάτων· ἀλλ’ ὅτε μὲν τῆς νηστείας παρούσης φιλοσο‐ φίαν ἐνδείκνυμεν, ὥσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλό‐ | |
10 | πονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν ἄμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν ἔχουσι τῆς γνώμης τὸν ἔπαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ πε‐ ρισφίγγειν, ἃ τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις. | |
15 | Ὁ μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οἶδεν ἃ νηστεύων συνήγαγεν, οὐκ οἶδεν οὓς συν‐ έλεξε πόρους, ἀλλ’ ὡς οὐδὲν ἔχων ἀποκείμενον ἔνδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύ‐ | |
20 | ραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν. Τοιοῦτο γὰρ ὁ πενόμενος ἅπας, οὐκ ἔχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ ἔγκειται φροντίσιν ἐπι‐ βουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ ἔχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος ἄπο‐ | |
25 | ρος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλα‐ κῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούν‐ των τὴν εἴσοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νη‐ στείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδο‐ νὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ᾗ τὸ | |
30 | πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ἧς τέως τοὺς θεμελίους ἐθέμεθα. Δεῖται δὲ τὸ ἔργον συμπήξεως, χρῄζει περι‐ σφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις | |
35 | Οὐδεὶς ὃν καλῶς ἔσφιγξε σαλεύει θεμέλιον· οὐδεὶς πλού‐ του ταμιεῖον ἀφυλάκτως ἀνοίγνυσι· νηστευτοῦ δὲ ψυχὴ πλουσίου τινός ἐστιν ἀποθήκη δοκίμου, καὶ φυλακῆς ἀκριβοῦς δεομένη, μήπου τινὶ περιπέσῃ λῃστείᾳ· λῃ‐ | |
στεύεται γὰρ ὡς οἰκία ψυχή. Γέμουσαν εἶχεν ὁ Δαυῒδ | Column end | |
64.18 | τὴν τῆς ψυχῆς οἰκίαν, ἀλλ’ ἐκ λῃστρίδος ἡδονῆς ἐσυλή‐ θη· ἀνεῳγμένην γὰρ ἀφῆκε τὴν εἴσοδον, καὶ νήψεως οὐκ ἠσφαλίσατο κλείθρῳ. Τίς δὲ ἡ περὶ τὴν νῆψιν ἀμέ‐ λεια; Ἡ πλατεῖα τοῦ σώματος ἄνεσις· Ἐγένετο γὰρ, | |
5 | φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαυῒδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώ‐ ματος ἐν τῷ οἴκῳ τῶν βασιλείων· δείλης, καὶ ἀνέστη ἀπὸ τοῦ ὕπνου καὶ περιεπάτει· ὕπνος, καὶ μετὰ τὸν ὕπνον περίπατος ὀρεγομένου ἀνέσεως. Πλατὺς τῇ γα‐ | |
10 | στριμαργίᾳ περίπατος. Τί οὖν τὸ βλάβος; Καὶ εἶδεν, ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην· καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. Καὶ ἀποστείλας κατῄσχυνεν αὐτήν. Τὸ βλέπειν ἀνέγκλητον· οὐδεὶς γὰρ ἂν ὀφθαλ‐ μοὺς ἐγκαλέσειεν, ὅτι τὰ βλεπόμενα βλέπουσιν· ἀλλ’ | |
15 | ἔχει τὸ ἀνέγκλητον ἔγκλημα πρὸς ἁμαρτίαν ὁδεῦσαν· οὐ γὰρ εἶδε τὴν μορφὴν καὶ παρεῖδεν, ἀλλ’ ὥσπερ προσ‐ ηλώθη τῷ κάλλει· ἐνέπηξε τὸ βλέμμα τῷ σώματι, ἐβάπτισε τῇ θεωρίᾳ τὰς κόρας· οὐκ ἔτι κόρας εἶχεν ἐν ὀφθαλμοῖς, ἀλλὰ πόρνας. Τοσοῦτον κακὸν καὶ βλέμ‐ | |
20 | ματος ὁρμὴ, ἐὰν ἀχαλίνωτον ἀφιῇς. Οὕτω καὶ νῦν ἔστιν ἡμῖν πρὸς τροφὴν ἐξουσία, ὥσπερ καὶ τότε τῷ Δαυῒδ τοῦ χρῆσθαι τοῖς ὄμμασιν· ἀλλ’ ἡ τῆς ἁμαρτίας παρ‐ έξοδος ὑπ’ ἔγκλημα ποιεῖ τὸν ἀναίτιον. Τί οὖν; Τροφῇ μὲν κολακευέσθω τὸ σῶμα· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τρο‐ | |
25 | φῆς αὐτοῦ ἐστι· συμπαρέστω δὲ ἡμῖν ἀριστῶσιν ὁ Παῦλος, κἂν ἴδῃ που πρὸς τὴν τροφὴν ἀτακτοῦντας, ὥσπερ ἰατρὸς ἀτακτοῦσι βοήσει· Ἔχοντες διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Διατρο‐ φὴν, οὐ τρυφήν· διατροφὴν, οὐ τὴν ἐκ μέθης ἀνατρο‐ | |
30 | πήν. Τρυφή ποτε τὸν Ἰσραὴλ εἰς εἰδωλικὴν διήγειρεν ὄρχησιν· ἡ γὰρ μέθη τὸν νοῦν ᾐχμαλώτευσεν· Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τὴν τῆς χρείας τοίνυν τηρῶμεν αὐτάρκειαν· τροφῇ θεραπευέσθω τὸ σῶμα· ἀνέσεως | |
35 | παραμυθίαν ζητοῦντες, ἐμφορήσεως μὴ κλασθῶμεν φορτίῳ· μεμετρημένης ἐξουσιάζωμεν βρώσεως· ἐκ‐ κλίνωμεν τὴν τῆς μέθης ἀσχημοσύνην, καὶ κίνδυνον οὐχ ἕξομεν· πειθώμεθα παραινοῦντι τῷ Παύλῳ· Μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πλη‐ | |
40 | ροῦσθαι ἐν Πνεύματι ἁγίῳ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. | 17 |