TLG 2062 352 :: JOANNES CHRYSOSTOMUS :: De paenitentia et in lectionem de Davide et de uxore Uriae [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De paenitentia et in lectionem de Davide et de uxore Uriae [Sp.] Citation: Vol — pg — (ln) | ||
64.11(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΙΩΑΝΝΟΥ, | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, | |
4t | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, | |
5t | Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ Δαυῒδ περὶ τῆς τοῦ Οὐρίου. | |
6 | Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος Δαυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς σωφροσύνης καὶ διδάσκαλος. Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν. Διὰ | |
10 | τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ’ ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα. Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυ‐ μάσαι, καὶ πολλάκις κατ’ ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, | |
15 | [οἷα] λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ Διαθήκῃ, τὴν τοῦ Δαυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν; Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν | |
20 | Θεὸν θεασάμενος· ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ’ ἑκάστην | |
25 | ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσ‐ σομεν. Ἀλλὰ λέγεις, Τῆς Παλαιᾶς Διαθήκης ἐστί. Καὶ τί πρὸς τὴν τῶν ἁγίων Εὐαγγελίων ἀνάγνωσιν; ὅπου τὰ θαύματα τῆς τοῦ Χριστοῦ παρουσίας ἀνακηρύττεται· ὅπου Θεὸς τοῖς ἀνθρώποις συναναμίγνυται, καὶ θά‐ | |
30 | νατος λόγῳ καταλύεται· ὅπου δαίμονες ἐξ ἐπιτάγμα‐ τος φυγαδεύονται, καὶ λεπροὶ λόγῳ καθαρίζονται· ὅπου τυφλοὶ τὸ λεῖπον τῆς φύσεως πηλῷ θεραπεύονται, καὶ πεντακισχίλιοι κατὰ τὴν ἔρημον ἐκ πέντε ἄρτων δια‐ τρέφονται· ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, | |
35 | καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται· ὅπου τὰ τοῦ Ἰορδάνου ῥεῖθρα πρὸς ἁγιασμὸν τῶν ἡμετέρων ψυχῶν ἁγιάζεται, καὶ μονογενὴς Υἱὸς παρὰ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται· ὅπου τὴν ζωὴν ἡμῶν Χρι‐ στὸς ἀνακαινίζει, καὶ ἀνακαινίζων πρὸς σωτηρίαν τοῦ | |
40 | γένους τῶν ἀνθρώπων ἀνακηρύττων λέγει· Μακάριοι οἱ | Column end |
64.12 | πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται; Ἀλλ’ ὅρα, καὶ τούτους τοὺς νόμους ἅπαξ ἢ δεύτερον ἀναγι‐ | |
5 | νώσκομεν τῆς ἑβδομάδος. Ἀλλ’ ἐρεῖς, ὅτι βασιλικοὺς στεφάνους οὐ χρὴ καθ’ ἑκάστην ἡμέραν δημοσιεῦσαι. Καὶ τί πρὸς τὸν μακάριον ἀπόστολον Παῦλον, τὸν ῥή‐ τορα τοῦ Χριστοῦ, τὸν τῆς οἰκουμένης ἁλιέα, τὸν διὰ δεκατεσσάρων ἐπιστολῶν ὥσπερ διὰ δικτύων πνευματι‐ | |
10 | κῶν πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν σαγηνεύσαντα· τὸν ἁρπαγέντα ἕως τοῦ τρίτου οὐρανοῦ, καὶ πάλιν εἰς τὸν παράδεισον· τὸν πιστευθέντα τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι; Ἐπεὶ καὶ τοῦτον δὶς τῆς ἑβδομάδος ἀναγινώσκομεν, καὶ τὴν | |
15 | ἐπιστολὴν αὐτοῦ διὰ στόματος φέρομεν· ἀλλὰ πρὸς τὴν ἀνάγνωσιν μόνον τὸν νοῦν ἀνατείναντες, ταύτῃ μόνῃ κατὰ τὸν καιρὸν ἐκεῖνον στοιχοῦμεν. Τί οὖν εἰπεῖν ἔχω πρὸς τὸν μακάριον Δαυῒδ, ὅπως ἡ τοῦ Πνεύματος χάρις ᾠκονόμησε καθ’ ἑκάστην ἡμέραν τε καὶ νύκτα αὐτὸν | |
20 | ἀνακηρύττεσθαι; πάντες γὰρ αὐτὸν ἀντὶ μύρου διὰ στό‐ ματος φέρομεν. Ἐν ἐκκλησίᾳ παννυχίδες, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ὀρθριναῖς ὑμνολο‐ γίαις καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν τοῖς σκηνώμασι τῶν νεκρῶν προπομπαὶ, καὶ πρῶ‐ | |
25 | τος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ταῖς οἰκίαις τῶν παρ‐ θένων ἱστουργίαι, καὶ πρῶτος καὶ μέσος καὶ τελευ‐ ταῖος ὁ Δαυΐδ. Ὢ τῶν παραδόξων πραγμάτων! πολλοὶ μήτε γραμμάτων πεῖραν τὴν ἀρχὴν εἰληφότες, ἐκμα‐ θόντες, ὅλον τὸν Δαυῒδ ἀποστηθίζουσιν. Ἀλλ’ οὐ μόνον | |
30 | ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ. Ἐν μοναστηρίοις χορὸς ἅγιος ταγμάτων ἀγγελι‐ | |
35 | κῶν, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν | |
ἀσκητηρίοις παρθένων ἀγέλαι τῶν τὴν Μαριὰμ | 11 | |
64.13 | μιμουμένων, καὶ πρῶτος, καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ἐρημίαις ἄνδρες ἐσταυρωμένοι προσομιλοῦν‐ τες τῷ Θεῷ, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ. Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυ‐ | |
5 | κτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται· καὶ Δαυῒδ μόνος ἐφίσταται, καὶ τοὺς τοῦ Θεοῦ δούλους εἰς ἀγγελικὰς παννυχίδας διεγείρει, τὴν γῆν οὐρανὸν ἐρ‐ γαζόμενος, καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῶν, τὸν ἡμέτερον βίον κατὰ πάντα διακοσμῶν, καὶ τοῖς πᾶσι τὰ | |
10 | πάντα γινόμενος, καὶ διὰ πάντων τὸν ἡμέτερον βίον ἀγγελικὸν ἐργαζόμενος· παιδίοις συναυξανόμενος, νεω‐ τέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφρο‐ σύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμε‐ νος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ | |
15 | λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ, ὅτι ἀγαθός· τοὺς κατορθώσαντας ἐκ μετανοίας ἀσφαλιζόμενος καὶ λέγων· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνη‐ σθῇς· τοὺς τὰς εὐεργεσίας δεξαμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ | |
20 | πάντων ὧν ἀνταπέδωκέ μοι; τοὺς πολλάκις ἁμαρτά‐ νοντας εἰς ἐξομολόγησιν ἀνακαλούμενος καὶ λέγων· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσε‐ ται; τοὺς ἐπιζητοῦντας ἐλεημοσύνην παρὰ τοῦ Θεοῦ διδάσκων καὶ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ | |
25 | μέγα ἔλεός σου· τοὺς κληθέντας εἰς ἱερωσύνην ἀσφα‐ λιζόμενος καὶ λέγων· Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσ‐ ώπου σου· τοὺς εἰς δικαστήριον ἑλκομένους διδάσκων καὶ λέγων· Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώ‐ πων· τοὺς φοβουμένους ἐχθρῶν ἐπανάστασιν νουθετῶν | |
30 | καὶ λέγων· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός· τοὺς ὑπομένοντας καὶ εὐεργετουμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Ὢ μεγάλης κιθάρας, τὰς ψυχὰς τῶν ἀνθρώπων τῆς | |
35 | οἰκουμένης, ὥσπερ νευράς τινας, εἰς μίαν ἐξομολογίαν ἀνακρουομένης! Καὶ πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἤθη τῶν ἀνθρώπων διακοσμῶν, καὶ τοὺς λόγους τῶν ἐγκωμίων ὑπερνικῶν, ὁ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς συστησάμενος, καὶ τῇ τῶν ἀγγέλων εὐφημίᾳ κατ’ | |
40 | οὐρανὸν στεφανούμενος· πῶς συνεχωρήθη τὰ δύο κεφά‐ λαια τῶν ἁμαρτημάτων ἐξολισθῆσαι; Τὰ γὰρ κεφάλαια τῶν ἁμαρτημάτων, Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ πρὸς τὰ δύο ταῦτα κεφάλαια τῶν ἁμαρτημάτων συνεχω‐ ρήθη κατενεχθῆναι. Διὰ τοῦτο πολλάκις κατ’ ἐμαυτὸν | |
45 | γενόμενος, καὶ ταῦτα λογισάμενος ἐξέστην τῇ διανοίᾳ· καὶ καθάπερ πλοῖον ἐν πελάγει τοῦ κυβερνήτου χωρὶς ὧδε κἀκεῖ περιφερόμενον τοῖς κύμασι κλυδωνίζεται, οὕτως ἐσαλεύθη μου πολλάκις ὁ λογισμὸς ταῖς τρικυ‐ μίαις, διανοουμένου καὶ λέγοντος· Πῶς ὁ τοσούτοις | |
64.13(50) | ἀγαθοῖς κατακεκοσμημένος ἀνὴρ, ὁ βασιλεὺς καὶ προ‐ φήτης, ὁ τοῦ Χριστοῦ δοῦλος καὶ πατήρ· δοῦλος κατὰ φύσιν, πατὴρ κατὰ σάρκα· Βίβλος γὰρ γενέ‐ σεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ· ὁ ταῖς ἀρεταῖς μᾶλλον ἢ τῷ διαδήματι κατακοσμούμενος· ὁ τὴν ἁλουρ‐ | |
55 | γίδα περιβεβλημένος, καὶ ταπεινοφροσύνην ἠμφιεσμέ‐ νος καὶ λέγων· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπο‐ ρεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν | |
60 | μου ὡς τὸ ἀπογεγαλακτισμένον· ὁ τοὺς τῆς ἀνεξι‐ κακίας ὅρους στεφανώσας καὶ λέγων· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· ὁ μὴ μόνον ὑπερηφανίαν ἀποσειόμενος, ἀλλὰ καὶ τοὺς ὑπερ‐ | |
65 | ηφάνους ἀποστρεφόμενος καὶ λέγων· Οὐ κατοικεῖ ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου· ὁ λέγων μετὰ παῤῥησίας τῷ Θεῷ· Ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Καὶ τί λέγω; διὰ τί ταῖς | |
70 | αὐτοῦ μαρτυρίαις κέχρημαι; Καὶ πολλάκις τινὲς λέ‐ γουσιν· Οὐκ ἐστιν ἀξιόπιστος ἑαυτῷ μαρτυρῶν· ἕτερος μαρτυρήσῃ τοῖς τούτου κατορθώμασιν, ἕτερος αὐτοῦ τοὺς στεφάνους ἀνακηρυττέτω, ἕτερος τῷ βίῳ τούτου μαρτυρείτω, ἵνα καὶ γένηται μᾶλλον ἀξιόπιστος ἡ μαρ‐ | |
75 | τυρία. Καὶ τίνα ἔχομεν ἀξιοπιστότερον τοῦ Θεοῦ τοῦ | |
λέγοντος· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ | Column end | |
64.14 | τὴν καρδίαν μου. Τί ταύτης τῆς μαρτυρίας ἀσφαλέ‐ στερον; Καὶ πῶς ὁ τοσούτοις κομῶν κατορθώμασιν, ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ μαρτυρούμενος, πῶς εἰς τὰ κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι; | |
5 | Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ φονεὺς καὶ μοιχὸς ὁ Προφήτης τοῦ Θεοῦ; Τοῦτο γὰρ ὑμῖν σήμερον ἀν‐ εγνώσθη τὸ χωρίον. Οὐ διαβάλλω τὸν Προφήτην, μὴ γένοιτο, ἀλλὰ τὴν ὑμετέραν ζωὴν ἀσφαλίζομαι, ἵνα ὅταν πολλὰ κατορθώσῃς, ἀσφαλίσῃς σαυτὸν, ἵνα μὴ | |
10 | πέσῃς. Οὕτω γὰρ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἔλεγε συνεχέστερον ὁ Δαυΐδ· Εἰς τὸ τέλος μὴ δια‐ φθείρῃς· διὰ τοῦτο καὶ αὐτὸς προσευχόμενος ἔλεγε· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεὸς μὴ ἐγκαταλί‐ | |
15 | πῃς με. Τίνος οὖν ἕνεκεν εἰς τοσαύτην ἁμαρτίαν συν‐ εχωρήθη κατενεχθῆναι; Τριῶν ἕνεκεν πραγμάτων· ποίων, ἐγὼ λέγω· μόνον σὺ πρόσεχε μετὰ πάσης ἀκρι‐ βείας. Πρῶτον διὰ τὸ τοὺς δικαίους ἀσφαλίζεσθαι περὶ τῆς οἰκείας ζωῆς, ἢ τοὺς ἀσκητὰς ἢ τοὺς ἐρημίτας, | |
20 | καὶ μὴ λέγειν, Πολλὰ κατώρθωσα, πολλαῖς ἀρεταῖς κα‐ τακεκόσμημαι· νηστεύω, ἀγρυπνῶ, εὔχομαι, δακρύω, σάκκον περιβέβλημαι, τὸ σῶμά μου ταῖς ἀσκήσεσι κατεμάρανα· οὐκ ἔτι φοβοῦμαι τὰς ἐπαναστάσεις τοῦ διαβόλου, κατώρθωταί μοι λοιπὸν τὰ τῶν στεφάνων. | |
25 | Μὴ πλανῶ, ἄνθρωπε, μὴ ἐπαρθῇς τῇ διανοίᾳ· οὐκ ἐποίησας πλέον τοῦ Δαυΐδ· ἄκουσον αὐτοῦ λέγοντος· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον· καὶ πάλιν, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐτα‐ | |
30 | πείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Ἄκουσον αὐτοῦ περὶ τῆς ἀγρυπνίας λέγοντος· Μεσονύκτιον ἐξεγειρό‐ μην τοῦ ἐξομολογήσασθαί σοι· καὶ πάλιν, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἄκουσον αὐτοῦ περὶ δα‐ κρύων λέγοντος· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· | |
35 | λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἄκουσον αὐτοῦ περὶ ἀσκήσεως λέγοντος· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ τί σοι λέγω τὰ τοῦ προφήτου Δαυΐδ; | |
40 | ἄκουσον πάλιν τῆς μαρτυρίας τοῦ Θεοῦ τῆς λεγού‐ σης· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Καὶ ὅμως μετὰ τοσαῦτα κατορθώ‐ ματα εἰς τοιαῦτα κατηνέχθη σφάλματα. Μὴ οὖν θαρ‐ σήσῃς, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἀσφαλίζου, δεχό‐ | |
45 | μενος τὴν παραίνεσιν τοῦ Ἀποστόλου τὴν λέγουσαν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἰδοὺ τὸ πρῶ‐ τον αἴτιον· λάμβανε καὶ τὸ δεύτερον· ἵνα μὴ οἱ ἁμαρ‐ τωλοὶ ἀπογινώσκωσιν ἑαυτῶν, ἀλλ’ εἴ τις καὶ καθ’ ἑκάστην ἡμέραν ἁμαρτάνῃ, ἵνα καθ’ ἑκάστην ἡμέραν | |
64.14(50) | ἐξομολογῆται. Κἂν μυριάκις ἁμαρτάνῃς, μυριάκις ἐξομολόγησαι· οὐδὲν γὰρ χεῖρον ἀπογνώσεως. Ἐάν τις ἀπογνῷ ἁμαρτίας ἁμαρτήσας, οὐκ ἔτι εἰς ἴασιν ἐπιτρέχει. Οὐχ ὁρᾷς τοὺς ἰατρούς; ἐὰν ἀπογνῶσι τίνος, οὐκ ἔτι προσάγουσι θεραπείαν, ἀλλὰ λέγουσι τῷ ἀσθε‐ | |
55 | νεῖ· Εἴ τι θέλεις δοῦναι ἡμῖν, οὐ λαμβάνομεν· οὐκ ἔτι γὰρ ἐπιδέχεται τὸ νόσημα τοῦτο θεραπείαν· ἐνίκησεν ἡ κακία τοῦ νοσήματος τὴν θεραπείαν τῆς τέχνης. Ταῦτα λέγουσιν ἀπαγορεύοντες· ἀλλ’ ἐὰν προσδοκήσω‐ σιν ὑγείαν, πάντα ποιοῦσι, καὶ προσάγουσι φάρμακα | |
60 | πρὸς σωτηρίαν τοῦ νοσοῦντος. Οὕτως ἐὰν ἀπογνῷ τις τῆς ἁμαρτίας, ὅτι οὐκ ἔστι τῷ μετανοοῦντι σωτηρία, εἰς μείζονα κακὰ ἑαυτὸν ὠθεῖ. Διὰ τοῦτο, ἐὰν ἐννοήσῃς ὅτι καὶ τῶν ἄκρων ἁμαρτημάτων, φόνου καὶ μοιχείας, γέγονε θεραπεία καὶ ἴασις πρὸς τὸν προφήτην, κἂν | |
65 | μυριάκις ἁμαρτάνῃς, εἰς ἐξομολόγησιν ἑαυτὸν παραδῷς. Τοῦτο δὲ λέγω, οὐ προτρεπόμενος εἰς τὸ ἁμαρτάνειν, ἀλλὰ τοὺς ἁμαρτάνοντας εἰς ἐξομολόγησιν προσκαλού‐ μενος· ἐπειδὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ἐξαλείφει. Τί γὰρ μεῖζον φόνου | |
70 | καὶ μοιχείας; καὶ ὅμως ἄκουσον τοῦ Προφήτου λέγον‐ τος, αὐτοῦ τοῦ ἁμαρτήσαντος· Εἶπα, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφ‐ ῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Διὰ τοῦτο καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐπιδημήσας συν‐ | |
75 | εχώρησεν· τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, τὸν | |
τελώνην εὐαγγελιστὴν εἰργάσατο, τὸν ὑβριστὴν καὶ | 13 | |
64.15 | βλάσφημον Παῦλον ἀπόστολον τῆς οἰκουμένης πεποίη‐ κεν, ἵνα καὶ σὺ μὴ ἀπογνῷς ἁμαρτάνων, ἀλλ’ ἐξομολο‐ γούμενος τὴν θεραπείαν ὑποδέξῃ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐ‐ | |
5 | τοῦ. Ἰδοὺ δεύτερον αἴτιον· λάβε καὶ τὸ τρίτον. Ἔμελ‐ λεν ὁ Σωτὴρ ἡμῶν ἐπιδημεῖν κατὰ τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν, καὶ τὸ φύραμα τῆς ἡμετέρας σαρκὸς ἀναλαμβάνειν, καὶ μετὰ τῶν ἀνθρώπων συναναστρέ‐ φεσθαι· ἀλλ’ ἐπειδὴ Θεὸς ἦν καὶ μόνος ἀναμάρτητος, | |
10 | συνεχώρησε τοῖς δικαίοις, κατὰ τὴν οἰκείαν προαίρε‐ σιν ἀνθρωπίνοις σφάλμασι περιπεσεῖν· οὐκ αὐτὸς εἰς αὐτὴν αὐτοὺς καλέσας τὴν ἁμαρτίαν, ἀλλὰ προαιρέσει συγχωρήσας ὁδεύειν κατὰ τὸν ἴδιον σκοπόν. Οὕτω γοῦν καὶ Ἀβραὰμ ἥμαρτεν ἀπιστήσας, καὶ διὰ τοῦτο τιμω‐ | |
15 | ρίαν ἐδέξατο παρὰ τοῦ Θεοῦ· Καὶ δουλεύσει τὸ σπέρμα σου ἔτη τετρακόσια. Καὶ πάλιν ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν, ὅτε τὸ ὕδωρ ἐκ πέτρας τοῖς ἀχα‐ ρίστοις ἐδωρήσατο· καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὁ Θεός· Καὶ ἴδῃς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὐκ εἰσ‐ | |
20 | ελεύσῃ ἐν αὐτῇ. Οὕτω καὶ τούτῳ συνεχώρησεν εἰς | |
ἁμαρτίαν ἐμπεσεῖν, ἵνα μόνος αὐτὸς ἐν ἀνθρωπίνῳ σώ‐ | Column end | |
64.16 | ματι ἀναμάρτητος εὑρεθῇ. Διὰ τοῦτο καὶ ὁ προφήτης Δαυῒδ, ὅτε λοιπὸν εἰς τὴν ἐξομολόγησιν ἦλθε τοῦ ἁμαρ‐ τήματος, τοῦτο ἔλεγε τῷ Θεῷ· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Διὰ τί; Ὅπως ἂν | |
5 | δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐν τῷ τὴν ἡμέραν ἐκείνην ἐλθεῖν φησίν· ἐκεῖ φανῆναι ἡμέτερον φύραμα, καθήμενον ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ· Κάθου γὰρ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν | |
10 | ποδῶν σου. Ἐν ἐκείνῃ τοίνυν τῇ ἡμέρᾳ φανεῖται καὶ τὸ σῶμα, ὅπερ ἀνέλαβεν ἐκ τῆς ἡμετέρας φύσεως, ἀν‐ θρώπων εἰσπραττομένων. Ἄνω σῶμα καὶ κάτω σῶμα· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν. Ἀλλὰ τὸ μὲν ἁμαρτίαις βεβαρημένον, τοῦτ’ ἔστι τὸ ἡμέτερον· τὸ | |
15 | δὲ ἁμαρτίαν μὴ πεποιηκὸς, ἀλλὰ τὰς δίκας τῶν ἁμαρ‐ τημάτων εἰσπραττόμενον θεῖόν ἐστι. Διὰ τοῦτο Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Πῶς; Ἐπειδήπερ, ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. | |
20 | Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 15 |