TLG 2062 351 :: JOANNES CHRYSOSTOMUS :: De patientia et de consummatione huius saeculi [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De patientia et de consummatione huius saeculi [Sp.]

Citation: Vol — pg — (ln)

63

.

937

(61t)

Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου
62tτε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογή‐
63tσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ
64tτί τὸ τῆς ἡσυχίας ὠφέλιμον.
65 Λαμπρὸς ὁ βίος τῶν δικαίων· πῶς δὲ λαμπρύνεται, ἀλλ’ ἢ διὰ τῆς ὑπομονῆς; Ταύτην κτησάμενος ἀγάπη‐ σον, ὦ ἀδελφὲ, ὡς τῆς ἀνδρείας μητέρα· ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων· Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. Ὁ δὲ Παῦλος ὅπως κτήσῃ
70τὴν ἀρετὴν, λέγει· Ἡ θλῖψις ὑπομονὴν κατεργάζε‐ ται. Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται. Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ,
καὶ εὑρήσεις ἐκ τούτου τὸ, Καὶ δῴη σοι τὰ αἰτήματαColumn end

63

.

938

(63)

τῆς καρδίας σου. Τί τούτου μακαριώτερον, τοῦ κεκτῆ‐ σθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ; τίς οὐ θελήσει
65ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν; Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ· ἐμι‐ σθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὡς και‐ ρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν. Ἄκουσον τοῦ Παύλου λέ‐ γοντος· Ὃ δ’ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί‐
70σει. Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον· Ὁ γὰρ σπείρων εἰς τὸ σῶμα, φησὶν, ἐκ τοῦ σώματος
θερίσει φθοράν. Ἄκουε τοῦ καλοῦ παραινέτου λέγον‐937

63

.

939

τος· Σπείρατε ἑαυτοῖς δικαιοσύνην, τρυγήσατε καρ‐ πὸν ζωῆς· μὴ ὀλιγώρει ἐν τῷ κάμνειν, ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα. Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα· ὅπου πόλεμοι, ἐκεῖ καὶ τιμαί· ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέ‐
5φανος. Εἰς ταῦτα ἀφορῶν, ἐπάλειφε σεαυτὸν δι’ ὑπομο‐ νῆς· ὑποφώνει σεαυτῷ πάντοτε μετὰ τῶν ἁγίων βοῶν· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπό‐ μεινον τὸν Κύριον· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν· ἀγρὸς
10γάρ ἐστιν οὗτος ὁ βίος. Λάβε τὴν Παλαιὰν Διαθήκην. Περίσφιγξον τὸ κτῆμά σου ἀκάνθαις. Ποίαις; Τῇ νη‐ στείᾳ, τῇ προσευχῇ, τῇ διδασκαλίᾳ. Ἐὰν ἔχῃς τὸν φρα‐ γμὸν, οὐκ ἐμβήσεται τὸ θηρίον, τὸν διάβολον λέγω. Ὡς ἄμπελον καλὴν γεώργει σου τὴν ψυχήν. Καὶ ὥσπερ οἱ
15τοὺς ἀμπελῶνας φυλάσσοντες κροτοῦσι τῇ χειρὶ, βοῶσι τῇ φωνῇ, καὶ διὰ τῶν κτύπων ἱστῶσι τοὺς ἐπιβουλεύον‐ τας· οὕτω καὶ σὺ βόησον τῇ προσευχῇ, ἀλάλαξον τῇ ψαλμῳδίᾳ, καὶ ἀποδιώξεις τὸ δολερὸν θηρίον, τὴν ἀλώ‐ πεκα, ἥτις ἐστὶν ὁ διάβολος· περὶ οὗ ἔλεγεν ἡ Γραφή·
20Πιάσατε ἡμῖν μικροὺς ἀλώπεκας, καὶ τὰ ἑξῆς. Τήρει πάντοτε τὸν Ἐχθρόν· ἐὰν ἔλθῃ κατατοξεῦσαί σου τὴν καρδίαν εἰς ἐπιθυμίαν ἄτοπον, καὶ ἐὰν κατασφενδονᾷν τὴν ψυχήν σου ἔλθῃ, προσβάλλων ῥυπαροὺς λογισμοὺς, ἀντίστησον τὸν θυρεὸν τῆς πίστεως, περιβαλοῦ τὴν περι‐
25κεφαλαίαν τῆς ἐλπίδος, σπάσαι τὴν μάχαιραν τοῦ Πνεύ‐ ματος, ἥτις ἐστὶ ῥῆμα Θεοῦ· καὶ οὕτως ὁπλιζόμενος κατὰ τοῦ Ἐχθροῦ, ὑπόμεινον, καὶ μὴ ὀλιγώρει ἐν τῷ πολέμῳ, ἀλλὰ νῆφε ἐν πᾶσιν. Ἐπιφέρει ὁ Ἐχθρὸς ποτὲ μὲν εὐρυχωρίας, ποτὲ δὲ
30θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώ‐ που ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται διὰ πανουργίας παρατάσσεσθαι. Διὸ, ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶ‐ σθαι, ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ
35Ἐχθροῦ, καὶ καταλαμβάνειν τὴν αἰώνιον ζωήν. Συστέλλει γὰρ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώ‐ μενον, καὶ δωρεῖται γνῶσιν εἰς Θεόν· γέγραπται γάρ· Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀκούεις, ἀδελφὲ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς
40θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ. Διὸ, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχόλαζε τῇ ἀνα‐ γνώσει καὶ ταῖς προσευχαῖς· ὅπως φωτισθῇ σου ἡ διά‐ νοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος, ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστά‐
45νων, ἀρχόντων τε καὶ βασιλέων· σὺ δὲ καύχησαι ἔμ‐ προσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ, συνομιλῶν τῷ ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν· τὸ γὰρ ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι’ αὐτῶν. Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτερεῖν ταῖς ἁγίαις εὐχαῖς.

63

.

939

(50)

Ὁσάκις γὰρ ἂν ἐντυγχάνῃς τῷ Θεῷ δι’ αὐτῶν, τοσαυ‐ τάκις ἁγιάζεταί σου τὸ σῶμα, καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα. Τοῦτο οὖν γινώσκων, ἀδελφέ μου, ὅτι, ἡνίκα ἂν ἐντυγ‐ χάνῃς αὐταῖς, ἁγιάζῃ, σπούδασον πυκνοτέρως ἐντυγ‐ χάνειν αὐταῖς· κἂν μὴ σχολάζωσιν αἱ χεῖρες, εὔχου τῇ
55διανοίᾳ. Καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προ‐ φήτου Σαμουὴλ, ηὔχετο, καὶ τὰ χείλη αὐτῆς ἐσάλευεν· ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου σαββαὼθ εἰσ‐ εληλύθει. Καὶ γὰρ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς. Διὸ, ἀδελφέ μου, εἰ καὶ σχολάζουσιν αἱ χεῖρες, ἀλλὰ τῇ δια‐
60νοίᾳ εὔχου· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλῶ ὅπου ἔστιν ἀκοῦσαι καὶ ὠφεληθῆναι· γέγραπται γάρ· Ἐὰν ἴδῃς ἄνδρα συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Τοῦτο γὰρ συμ‐
65βάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγνῶναι, ἀλλὰ καὶ τοῖς ἐπισταμένοις. Πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐκ ἐπιγινώσκουσιν ἃ ἀναγι‐ νώσκουσι. Βλέπε οὖν, ἀδελφὲ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ·
70ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστῆσαι τῷ Θεῷ δυνήσῃ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ· γέγραπται γάρ· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐτόν. Βλέπε μή σε ἀνα‐ κόψῃ ὁ Ἐχθρὸς, ὅταν βούλῃ ἀναγνῶναι, προσφέρων σοι
75τὴν ἀδικίαν, καὶ βάλλων σε εἰς πειρασμοὺς, καὶ λέγων· Ποίησον πρῶτον τόδε τὸ πρᾶγμα, ἐφ’ ὅσον ὀλίγον ἐστὶ, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκῃς. Ἡνίκα γὰρ ὑπο‐ βάλλῃ ταῦτα, καὶ προθυμίαν παρέχῃ εἰς τὸ ἐργόχειρον,
ταῦτα πάντα ἐμβάλλει, ἵνα σε ἀπασχολήσῃ τοῦ ἀνα‐Column end

63

.

940

γνῶναι καὶ ὠφεληθῆναι. Ὅταν γὰρ ἴδῃ ἄνθρωπον ὁ διά‐ βολος ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύ‐ ταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς
5αὐτῷ, ἀλλὰ γενοῦ ὡσεὶ ἔλαφος διψῶσα, καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφὰς, ὅπως πίῃ ἐξ αὐτῶν, καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν. Σύμ‐ πινε δὲ καὶ τὴν ἐξ αὐτῶν ὠφέλειάν σοι γινομένην· οἷόν
10τι λέγω, ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μὴ παρέλθῃς, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ διαφυλάξῃς αὐτὸν ἀνεξάλειπτον. Γέ‐ γραπται γάρ· Ἐν τοῖς δικαιώμασί σου μελετήσω,
15οὐκ ἐπιλήσομαι τῶν λόγων σου· καὶ πάλιν, Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι· καὶ πάλιν, Ἐν τίνι κατορθώσει νεώτε‐ ρος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λό‐ γους σου. Βλέπεις, ἀδελφὲ, ὅτι ἐν τῷ μνημονεύειν τῶν
20λόγων τοῦ Θεοῦ κατορθοῖ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ. Τίς γάρ ἐστιν ὁ μνημονεύων τῶν λόγων τοῦ Θεοῦ καὶ μὴ κατορθῶν, εἰ μὴ ἄρα ἐκεῖνος ὑπάρχει ἀδόκιμος καὶ τα‐ λαίπωρος, ὁ οὐδὲν ὅλως μνημονεύων, ἀλλὰ καὶ ὧν δοκεῖ μνημονεύειν ἐπιλανθανόμενος; Τῷ γὰρ τοιούτῳ ἀν‐
25θρώπῳ λέγει ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώ‐ ματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Κελεύει οὖν ἀπαρθῆναι ἀπ’ αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν· ὅτι οὗτος δοκεῖ ἔχειν πίστιν (καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ), τοῖς δὲ ἔργοις ἀρνεῖται,
30καὶ ἔστιν ἀπίστου χείρων. Διὸ κελεύει ἀπαρθῆναι ἀπ’ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυ‐ τρώσεως, ὃ δοκεῖ ἔχειν. Καὶ γίνεται ὁ τοιοῦτος ἄνθρω‐ πος ὥσπερ κεράμιον οἴνου ῥῆγμα πεποιηκὸς, καὶ δι’ αὐτοῦ ἀπολωλεκὸς τὸν οἶνον· ὅπερ πάντες μὲν οἱ
35ὁρῶντες, μὴ ἰδόντες τὸ γεγονὸς, δοκοῦσι μεστὸν εἶναι· ὅταν δὲ ἐρευνηθῇ, τότε φανεροῦται πᾶσιν, ὅτι κενόν ἐστι κείμενον. Οὕτως οὖν καὶ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως ἐρευνώμενος, εὑρίσκε‐ ται· καὶ τότε φανερὰ πᾶσι τὰ κατ’ αὐτὸν γίνεται.
40Τοιοῦτοί εἰσι καὶ εἰ ἐροῦντες τῷ βασιλεῖ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφὲ, ὅτι οὐδὲν ἔλεος ἔχει ὁ τοιοῦτος. Σὺ οὖν μνημό‐
45νευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὴν λήθην κατελθεῖν, καὶ ἁρπά‐ σαι αὐτὸν ἐκ τῆς καρδίας σου· βλέπε μὴ ἐάσῃς τὰ πε‐ τεινὰ κατελθεῖν, καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Θεοῦ· αὐτὸς γὰρ εἶπεν, ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκού‐

63

.

940

(50)

σατε. Κρύψον τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς· τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃ τῷ Κυρίῳ ἐν φόβῳ. Ὅταν δὲ ἀνα‐ γινώσκῃς, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον, καὶ μὴ σπούδαζε τὰ
55φύλλα μόνον διέρχεσθαι, ἀλλὰ ἐὰν χρεία, μὴ ὀκνήσῃς δὶς καὶ τρὶς καὶ πλειστάκις διελθεῖν τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ καὶ πάλιν ἄλλου ἀναγινώσκοντος ἀκοῦ‐ σαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων· Κύριε Ἰησοῦ
60Χριστὲ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρ‐ δίας μου, τοῦ ἀκοῦσαί με τὸν λόγον σου, καὶ συνιέναι, καὶ ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ’ Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατα‐
65νοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· ἐπὶ σοὶ γὰρ ἤλπισα, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν. Ναὶ, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν, καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ. Πολλοὶ γὰρ ἐπλανήθησαν
70θαῤῥήσαντες τῇ συνέσει αὐτῶν, καὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίαν, καὶ ἀπώλοντο. Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ Πονηρὸς λέγειν ἐν ἑαυτῷ, ὅτι Οὐχ οὕτως
75ἐστὶν, ὡς λέγει ὁ λόγος οὗτος· πῶς γὰρ δύναται οὕτως εἶναι; καὶ τὰ τοιαῦτα· ἀλλ’, εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ, καὶ λέγε πρὸς τὸν Πονηρὸν, Πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ. Ἐγὼ
γὰρ οἶδα, Τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν,939

63

.

941

ἀργύριον πεπυρωμένον ἑπταπλασίως· καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα τὰ ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσιν· ἐγὼ δὲ ἀσύνετός εἰμι, καὶ οὐ γινώσκω· οἶδα οὖν ὅτι πνευματικῶς γεγραμ‐
5μένα εἰσί· λέγει γὰρ καὶ ὁ Ἀπόστολος, ὅτι Ὁ νόμος πνευματικός ἐστιν. Εἶθ’ οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ εἰπέ· Κύριε, πιστεύω τοῖς λόγοις σου· οὐκ ἀντιλέγω, ἀλλὰ θαῤῥῶ τοῖς λόγοις τοῦ ἁγίου Πνεύματος. Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χά‐
10ριν ἐνώπιόν σου. Ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τοῦ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν. Κτῆσαι δὲ καὶ ἡσυχίαν, ἀδελφὲ, ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν·
15σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ· ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευ‐ γμένη ἅρμα πύρινόν ἐστι. Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης ἀγαπήσας τὴν ἡσυχίαν, καὶ τὸν φόβον τοῦ
20Θεοῦ, ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν. Ὦ ἡσυχία, προ‐ κοπὴ μοναζόντων· ὦ ἡσυχία, κλῖμαξ οὐράνιος· ὦ ἡσυ‐ χία, ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία, κατανύξεως μή‐ τηρ· ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία, ἡ δά‐
25κρυα μὴ ἐμποδίζουσα· ὦ ἡσυχία, πραότητος γεννήτρια· ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε· ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ· ὦ ἡσυχία, λο‐ γισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γα‐
30στριμαργίας ἐμπόδιον· ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως· ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λι‐ μὴν εὔδιος· ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς· ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία, εὐφροσύνη
35ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά· ὦ ἡσυχία, δεσμωτήριον παθῶν· ὦ ἡσυ‐ χία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς· ὦ ἡσυχία, τεῖχος
40καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασι‐ λείαν τῶν οὐρανῶν. Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο. Αὕτη γὰρ ἡ Μα‐ ρία ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοῖς ποσὶ τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολλη‐
45θεῖσα. Διὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος λέγων· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθή‐ σεται ἀπ’ αὐτῆς. Βλέπεις, ἀδελφὲ, οἵα ἐστὶν ἡ ἡσυχία· ὅτι αὐτός ἐστι, καὶ ἐπαινεῖ τὸν κτώμενον αὐτὴν ὁ Δε‐ σπότης ἡμῶν Θεός. Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κα‐

63

.

941

(50)

τατρυφήσεις τοῦ Κυρίου σου, παρακαθεζόμενος τοῖς
ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃςColumn end

63

.

942

καὶ σὺ μετὰ παῤῥησίας· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Διὰ τοῦτο ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Ναὶ, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυ‐
5κυτέραν. Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολυτελῶν ἐν πει‐ ρασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος Δεσπότου Θεοῦ· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πε‐ φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀναπαῦσαι γάρ
10σε θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ πει‐ ρασμοῦ καὶ θλίψεως τοῦ αἰῶνος τούτου· ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν σε βούλεται εἰς τὴν ἔρημον, τουτέστιν, εἰς τὴν ἡσυχίαν, ὅπως φωτίσῃ τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης, ὅπως
15ψωμιεῖ σε τὸ μάννα, λέγω δὴ τὸν ἄρτον τῆς ἡσυχίας καὶ ἀμεριμνίας· ὅπως κληρονομήσῃς τὴν γῆν τὴν ἀγα‐ θὴν, λέγω δὴ τὴν ἄνω Ἱερουσαλήμ. Ναὶ, ἀγαπητὲ, ταύτην ἀγάπησον, ταύτην κτῆσαι, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ.
20Ναὶ, ἀδελφὲ, κτῆσαι τὴν ἡσυχίαν μετὰ φόβου Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπη‐ μένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ’ ἑκάστην ἡμέ‐ ραν τὴν τούτων μνήμην ποιεῖσθαι, λέγω δὴ τῆς ἐλπίδος,
25τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ἐν ταῖς εὐχαῖς τοῦ Θεοῦ, καὶ ταῖς μελέταις τῶν θείων Γραφῶν, καὶ τῇ ἡσυχίᾳ. Ταῦτα γὰρ ὑμῖν παρόντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρ‐ πους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
30στοῦ ἐπίγνωσιν. Χριστιανὸς γὰρ, ὃς οὐ κέκτηται ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐ‐ τοῦ ἁμαρτημάτων· καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀλη‐ θοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμε‐ τον· καὶ, Ὗς λουσαμένη ἐν κυλισμῷ βορβόρου. Διότι
35ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ὡς γέγραπται, καὶ ταῦτα ἐν τῷ ἁγίῳ λουτρῷ ἀπαρνησάμενοι, καὶ ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενόμενοι, εἶτα πάλιν τούτοις ἐμπεπλεγμένοι· γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖττον ἦν αὐτοῖς μὴ
40ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγινώσκουσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι. Οὐκοῦν, ἀγαπητοὶ, πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται Θεοῦ, Χριστιανοὶ, ἀνα‐ λάβωμεν τὴν πανοπλίαν τῶν προειρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ καθ’ ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν
45ποιούμενοι· ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν καλὸν ἀγῶνα, καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· ἵνα ῥυσθῶμεν ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ εὕρωμεν ἔλεος καὶ χάριν ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ ἐνώπιον τοῦ δικαίου κρι‐

63

.

942

(50)

τοῦ, τοῦ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ᾧ πρέ‐ πει δόξα, σὺν τῷ παντοκράτορι Πατρὶ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.941