TLG 2062 350 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Stephanum (homilia 3) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum Stephanum (homilia 3) [Sp.] Citation: Vol — pg — (ln) | ||
63.933(17t) | Εἰς τὸν ἅγιον Στέφανον, γʹ. | |
18 | Πολλὰ καὶ θαυμαστὰ τοῦ μακαρίου Στεφάνου τὰ τρόπαια, καὶ οὐδὲ θάνατος αὐτὸν τῆς εὐσεβοῦς παρα‐ | |
---|---|---|
20 | τάξεως ἀπέσπασε. Ζῶν μὲν γὰρ πρὸς Ἰουδαίους ἐμά‐ χετο, καὶ ἀποθανὼν δὲ κατὰ αἱρετικῶν ὁπλίζεται, ὅπλον ἔχων ἀκαταγώνιστον, τῆς Τριάδος τὴν πίστιν. Καὶ βλέπε μοι τὰς τότε τῶν ἐναντίων φάλαγγας, καὶ ἐκπλά‐ γηθι τοῦ στρατιώτου τὴν ἀνδρείαν. Ἀλεξανδρεῖς ἔπεισι, | |
25 | καὶ Λιβερτίνοι ἐτόξευον, Κίλικες καὶ Ἀσιανοὶ ἐπο‐ λιόρκουν, εἰς συνέδριον ἥρπαζον, ψευδομάρτυρας ἐμι‐ σθοῦντο, νιφάδας λίθων ηὐτρέπιζον, ὡς λέοντες κατ’ αὐτοῦ τοῖς ὀδοῦσιν ἔβρυχον· ἀλλ’ ὅμως ὁ στρατιώτης σοφίᾳ καὶ πνεύματι ὁπλισάμενος ἐνίκα, τῇ μορφῇ τοὺς ὁρῶντας | |
30 | καταστράπτων, καὶ τοῖς λόγοις τοὺς θεομάχους ἐκνευ‐ ρίζων. Ἀλλ’ εἶδες τῶν σῶν πολεμίων τὰ στίφη; βλέπε μοι πάλιν καὶ τὴν ἐκ Θεοῦ συμμαχίαν· οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τῷ ἀθλητῇ ἐπισείων τῶν βραβείων τὰ ἔπαθλα· ἀγγελικῇ μορφῇ τὸ πρόσωπον ἐκαλλώπιζε, νιφάδας λίθων | |
35 | ταῖς νιφάσι τῶν λόγων ἀπεκρούετο· καὶ οἱ μὲν ἔβαλλον, οἱ δὲ ἔφερον, καὶ τὸν στέφανον ἐπεδίδουν τῷ Στεφάνῳ. Βλέπε τοιγαροῦν καὶ τανῦν, καὶ ὄψῃ τῶν τροπαίων τὴν συγγένειαν. Τότε ἐπὶ τῶν φωνῶν τοῦ σταυροῦ συνηγό‐ ρει, καὶ νῦν ὁ Στέφανος Ἐκκλησίας στέφανος· πρῶτος | |
40 | γὰρ τὰ τοῦ θανάτου ἐπάτησε κέντρα. Ἐν βασιλείοις στέφανος· ἐθαλάμευσε γὰρ αὐτὸν ἡ βασιλὶς καὶ Παρθένος· παρὰ ἄρχουσι στέφανος· τὸν γὰρ τοῦ ξενοδοχήσαντος παῖδα βασιλέως πεποίηκε πατέρα· ἐν φιλοπτωχείᾳ στέ‐ φανος· χηρῶν καὶ ὀρφανῶν πλούσιος γέγονε καὶ πιστὸς | |
45 | οἰκονόμος· κατὰ Ἰουδαίων στέφανος· ἐστηλίτευσε γὰρ | Column end |
63.934(19) | τὴν συναγωγὴν μοιχευθεῖσαν εἰδώλοις· κατὰ αἱρετικῶν | |
20 | στέφανος· ἐμφράττει γὰρ τῶν θεομάχων τὰ στόματα, βοῶν, Μέγας ὁ Κύριος ἡμῶν. Μέγας· γλώττης γὰρ οὐχ ὑπόκειται μέτρῳ· μέγας· διανοίας γὰρ ὑπερβαίνει φαν‐ τασίαν· μέγας· ἴδιον γὰρ τῆς θείας φύσεως τὸ ἀπερί‐ γραπτον· μέγας· ἐκ κόλπων γὰρ πατρικῶν ἀνάρχως | |
25 | ἀνέτειλε· μέγας· ὡς γὰρ Λόγος ἀπαθῶς ἐγεννήθη· μέ‐ γας· ἡ γὰρ θεία ὠδὶς τὴν οὐσίαν οὐκ ἐμέρισε· μέγας· ἐπὶ τοῦ θρόνου γὰρ κάθηται, οὐκ εἰς τὸ ὑποπόδιον ἔῤ‐ ῥιπται· μέγας· οἵα γὰρ ἡ ῥίζα, τοιοῦτος καὶ ὁ κλά‐ δος· μέγας· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν, ἑώρακε τὸν | |
30 | Πατέρα· μέγας· οὐδὲν γὰρ ἄνισον ἐν τῇ Τριάδι· μέ‐ γας· δι’ ὕδατος γὰρ πολλοὺς ἀνεγέννησε· μέγας· ὁρώ‐ μενος γὰρ οὐ παλαιοῦται· μέγας· μικρὸν γὰρ Πατέ‐ ρα οὐκ εἶχε. Μέγας οὖν ὁ Κύριος ὁ Υἱὸς, κἂν τοῖς γείτοσι μὴ δοκῇ. Παντοκράτωρ ὁ Υἱός· πάντα γὰρ | |
35 | δι’ αὐτοῦ ἐγένετο· βασιλεὺς ἄναρχος ὁ Υἱός· ὁ γὰρ βα‐ σιλεὺς ἡμῶν πρὸ αἰῶνος· ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· φῶς ἀλη‐ θινὸν ὁ Υἱός· Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου. Τί πολλὰ λέγω; Θεὸς καὶ παντοκράτωρ, ὁ ἐκ Παρθένου | |
40 | σαρκωθεὶς Υἱὸς τοῦ Θεοῦ, καὶ ποιμαίνων τὴν Ἐκκλη‐ σίαν, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων· Ἐπισκεψάσθω Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
45 | νων. Ἀμήν. | 933 |