TLG 2062 349 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Stephanum (homilia 2) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum Stephanum (homilia 2) [Sp.]

Citation: Vol — pg — (ln)

63

.

931

(69t)

Εἰς τὸν ἅγιον Στέφανον, βʹ.
70 Οἱ μὲν ἔξωθεν στεφάνους πλέκειν ἀνδράσι βουλό‐ μενοι, ῥόδα καὶ κρίνα καὶ τὰ λοιπὰ τῆς γῆς ἄνθη συν‐ άγειν σπουδάζουσιν· οὕτω γὰρ τῶν ἐπιγείων στεφα‐ νοπλόκων ὁ νόμος. Ἡμεῖς δὲ στέφανον κατασκευάζοντες τῷ μακαρίῳ Στεφάνῳ, ἐξ αὐτοῦ Στεφάνου τὰ πνευμα‐
75τικὰ ἄνθη τρυγήσωμεν, ἵνα στέφανον χαρίτων τῇ
κεφαλῇ Στεφάνου πλέξωμεν. Λειμὼν γάρ ἐστιν ὁColumn end

63

.

932

(70)

μακάριος Στέφανος, πάσης εὐωδίας πεπληρωμένος, τῷ αἵματι τοῦ Χριστοῦ ἀρδευόμενος, τῷ Πνεύματι τῷ ἁγίῳ καταμυριζόμενος, καὶ εὐωδιάζων τὰ σύμπαντα. Ἰδοὺ γὰρ Στεφάνου μνήμη, καὶ τὰ πάντα ἁγιασμοῦ πεπλή‐ ρωται· ὁ οὐρανὸς τὸ πνεῦμα δεξάμενος, ἡ γῆ τὸ σῶμα
75ὑποδεξαμένη, ὁ ἀὴρ ὁμοῦ καὶ τὰ πάντα τοῦ μύρου τῆς
εὐωδίας πεπλήρωται. Ἡμεῖς δὲ ἔχομεν αὐτὸν ὑπὲρ931

63

.

933

ἡμῶν πρεσβεύοντα, τὸν τῆς Ἐκκλησίας κόσμον, τὸν τῆς εὐσεβείας ἀθλητὴν, τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν τῶν Ἰουδαίων ἔλεγχον, τὸν τῶν μαρτύρων ἔξαρχον, τὸν τῶν χηρῶν προστάτην, τὸν τῶν πεινώντων τροφέα, τὸν
5τῶν καταπονουμένων ἀντιλήπτορα, τὸν φρουρὸν τῆς ἁγίας Χριστοῦ πόλεως, τὸν τῶν καλῶν διακόνων στέφα‐ νον, τὸν στῦλον τῆς Ἐκκλησίας, τὸ τῶν μαρτύρων ἀγλάϊσμα, τὸ τῆς οἰκουμένης καύχημα, τὸ ἑδραίωμα τῆς πίστεως· ὁ φύλαξ τῶν ἡμετέρων ψυχῶν, ὁ ὑπὲρ τῶν
10διωκόντων εὐχόμενος, καὶ ὑπὲρ τῶν λιθαζόντων ὑπερ‐ απολογούμενος, καὶ διὰ τοῦτο ἀγγελικῇ χάριτι τὸ πρόσ‐ ωπον δοξαζόμενος. Πάντες γὰρ, φησὶν, οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσω‐ πον ἀγγέλου. Στεφανώσωμεν ἀθλητὴν νῦν τὸν Στέφανον,
15τὸν πρωτοαθλητὴν τοῦ Χριστοῦ, καὶ τοῖς τῶν λόγων
ἄνθεσι παύσωμεν. Ἦν μὲν οὖν τοῦ χοροῦ τῶν ἀποστό‐Column end

63

.

934

λων τὸ καλλώπισμα, καὶ τοῖς μαθηταῖς τῆς εὐσεβείας ἐγκατελέγετο· ἡμερότητι ἐκράτει πάντων ἀνθρώπων, καὶ φιλάνθρωπον εἶχεν ἐξαίρετον, καὶ οὐδ’ οὕτω τοῖς αὑτοῦ πόνοις, ὡς τοῖς ἀλλοτρίοις ἐνύττετο, καὶ τὴν τοῦ
5πλησίον ἔνδειαν ἰδίαν ἐνόμιζε, καὶ τὸ προσὸν πάθος ἑτέρῳ ὡς αὐτῷ προσὸν ἐθεράπευεν. Ἐν δὲ τοῖς πρώτοις τοῦ λόγου κηρύγμασι, δαψιλῶς ἀνθούσης τῆς πίστεως, καὶ παραχρῆμα οἱ μὲν πλουτοῦντες ἀπετίθεντο τῶν χρημάτων τὸν φόρτον, οἱ δὲ ἐνδεεῖς τὸ λεῖπον ἐλάμβα‐
10νον. Τῆς οὕτω καλῆς ἁρμονίας καὶ τάξεως οἰκονόμος ὑπῆρχεν ὁ Στέφανος, καὶ τοῦτον εἶχεν ἡ πενία προστά‐ την καὶ σύμμαχον, ὁ δὲ πλοῦτος ἡνίοχον. Ἐπανεπαύετο μὲν ἐπ’ αὐτὸν ἡ τοῦ Πνεύματος δύναμις, καὶ τὸν ἄνθρωπον ἴδιον οἶκον εἶχεν ἡ χάρις. Ἀνυμνήσωμεν οὖν
15καὶ ἡμεῖς, ἀγαπητοὶ, σὺν τῷ πρωτομάρτυρι Στεφάνῳ τὸν τοὺς στεφάνους δωρούμενον, τὴν ἁγίαν καὶ ὁμοούσιον Τρίαδα, ὅτι αὐτῇ πρέπει ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.933