TLG 2062 348 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Stephanum (homilia 1) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum Stephanum (homilia 1) [Sp.]

Citation: Vol — pg — (ln)

63

.

929

(73t)

Εἰς τὸν ἅγιον Στέφανον αʹ.
74Σεμνύνει μὲν τοὺς εὐδοκίμους ἀθλητὰς τῶν διηνυσμέ‐
75νων αὐτοῖς ἀγώνων ἡ μνήμη· κοσμείτω δέ γε αὐτοὺς καὶ
ὁ ἡμέτερος λόγος, καθ’ ὅσον οἷόν τε, διὰ τῆς εἰς αὐτοὺςColumn end

63

.

930

(74)

εὐφημίας ἀνακηρύττων τὰ ἐκείνων κατορθώματα· ἀρ‐
75κοῦσα γὰρ παίδευσις τῶν ἡμετέρων τρόπων τῆς ἐκείνων
ἀρετῆς ἡ ὑπόμνησις. Ἀρχὴν τοίνυν ποιήσωμεν εἰς τοὺς929

63

.

931

Δεσποτικοὺς ἀθλητὰς ἐγκωμίων τὸν πρῶτον ἀνοίξαντα τὸ τῆς εὐσεβείας στάδιον, καὶ πρῶτον καταρξάμενον τῶν ἀθλητικῶν γυμνασίων. Ἤλειψεν αὐτὸν ἡ χάρις τοῦ Πνεύ‐ ματος, ἐπαιδοτρίβησε δὲ πρὸς τὰ παλαίσματα ὁ ἀγωνο‐
5θέτης ὁ οὐράνιος, οὐ σώματι πυκτεύοντα, οὐδὲ τὰς χεῖρας εἰς ἅμιλλαν προβαλλόμενον, ἀλλὰ τὴν γλῶτταν ἀκονῶν κατὰ τῶν ταῖς χερσὶ πολεμούντων. Ἴδωμεν τοίνυν τὸν ἀθλητὴν, ὅπως ἐν ἅπασι μιμητὴς ἀνεφάνη τοῦ Δεσπότου· τοὺς γὰρ αὐτοὺς εἶχεν ἀνταγωνιστὰς καὶ κατ’ ἐκείνου
10θρασυνομένους· ἀλλ’ ὅμως οὐκ ἐνέπλησεν αὐτοῖς τὴν ὠμότητα τὸ σωτήριον πάθος, ἀλλ’ ἔτι διψῶσιν αἵματος οἱ πρώην Δεσποτικὸν αἷμα ἐκχέαντες, καὶ φρονοῦσιν ὁμοίως κατὰ τῶν δούλων οἱ τὸν Δεσποτικὸν ἐργασάμενοι φόνον. Προβαλλώμεθα τοίνυν τῷ λόγῳ τὸν δόκιμον ἀθλη‐
15τήν. Καὶ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν ἡνίκα ἂν οἱ στε‐ φανῖται κρίνωνται, εἰώθασι τοὺς ἐξειλεγμένους καὶ προκρίτους εἰσάγειν εἰς τὰ παλαίσματα, ἵνα τὸν κατὰ τὴν ῥώμην ἐφάμιλλον ὁ εὐδόκιμος ἀναῤῥηθῇ στεφανί‐ της. Ἐνταῦθα δὲ λέγε, Ὁ πρῶτος προμαχὼν, τῆς εὐσε‐
20βείας ὁ πύργος ὁ ἀκαταγώνιστος (ταῦτα γὰρ προσειπὼν πάντα τις αὐτὸν οὐκ ἂν ἁμάρτοι) παιδευτὴς ἐγένετο τῶν μετ’ αὐτὸν ἀγωνισαμένων διὰ τῶν οἰκείων πόνων, καὶ πρῶτος ἁρπάσας τοὺς στεφάνους, εὐχειρώτους ἔδειξε καὶ τοῖς ἑξῆς τοὺς πολεμοῦντας, τοῦ σώματος μόνον
25καταστοχαζομένους, τὴν δὲ ψυχὴν ἄτρωτον καταλιμπά‐ νοντας· Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόν‐ των τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ἐκείνης τοίνυν τῆς θείας φωνῆς μεμνημένος τῆς ἀλει‐ φούσης αὐτὸν εἰς τὰ παλαίσματα, οὕτως ἀπεδύσατο πρὸς
30τοὺς ἀγῶνας ὁ ἀθλητὴς, καὶ τῇ γλώσσῃ τιτρώσκων τοὺς τὸ σῶμα τοῖς λίθοις κατατοξεύοντας, ἐδείκνυτο τοῖς λό‐ γοις τῶν ἐκείνων βελῶν δυνατώτερος· καὶ τῷ μὲν σώματι ἐδέχετο τὰ διὰ τῶν λίθων τραύματα, τοῖς δέ γε ῥήμασι πικρότερον ἐτίτρωσκε τοὺς βάλλοντας, καὶ ἀνερέθιζε
35πρὸς τὸν κατ’ αὐτοῦ πόλεμον, ἵνα συντομωτέραν αὐτῷ τὴν ὁδοιπορίαν κατασκευάσωσι τὴν εἰς οὐρανοὺς ἀναπέμ‐ πουσαν. Καί μοι λογίζου τῶν βελῶν τὸ διάφορον· οἱ μὲν γὰρ λίθοις τὸ σῶμα κατεχώννυον, ὁ δὲ τοῖς παρὰ τοῦ Πνεύματος ἑαυτῷ χορηγουμένοις ῥήμασι τῆς ἐκείνων
40καρδίας κατεστοχάζετο· Οὐδεὶς γὰρ, φησὶν, ἠδύνατο ἀν‐ τιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ὢ γλώτ‐ της σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς
45θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι’ αὐτοῦ φθάσαι τὸν οὐρανόν. Τί τοίνυν τῆς πέτρας ἐκείνης τῆς λογικῆς γένοιτ’ ἂν δυνατώτερον; τί δ’ ἂν

63

.

931

(50)

ὀφθείη τοῦ στύλου τῆς Ἐκκλησίας στεῤῥότερον; τὸν ἀκλινῆ διέσωσεν ἡ πίστις· καθάπερ τισὶν ἀσφαλεστάτοις ἐρείσμασιν ἐπερειδόμενος, οὕτω μεμένηκεν ἄτρωτος, τοῖς μὲν τραύμασι τὸ σῶμα ποικιλλόμενος, τῇ δὲ καρτερίᾳ τὴν ψυχὴν καλλωπιζόμενος, καὶ τῷ οἰκείῳ κάλλει πρὸς
55αὐτὸν τὸν οὐρανὸν ἁμιλλώμενος. Ὥσπερ γὰρ ἐκεῖνος περικαλλὴς δείκνυται τῇ τῶν ἄστρων χορείᾳ διηνθισμένος, οὕτω δὴ καὶ ὁ θαυμάσιος οὗτος ἀθλητὴς τὸν χιτῶνα τὸν Δεσποτικὸν ἔχων, τοῖς τραύμασιν, ὡς ποικίλοις ἠμ‐ φιεσμένος ἐνδύμασιν, ὡραΐζετο, καὶ ἐγεγήθει τὰ στίγματα
60τοῦ Κυρίου ἐν τῷ σώματι βαστάζων ὥσπερ χαρακτῆρας Δεσποτικούς. Οὐ περιήγαγον οἱ λίθοι τὸν ἀθλητὴν, ἀλλ’ ὥσπερ τι φυτὸν οὐρανομῆκες ἐπὶ γῆς ἐῤῥιζωμένον, οὕτω καὶ ἀκαμπὴς ἐφυλάττετο, δεχόμενος τὰς τῶν λίθων βολὰς, καὶ μὴ καταπίπτων. Τούτῳ γὰρ ἂν εἰκότως ἁρ‐
65μόσειε τὸ προφητικὸν ἐκεῖνο λόγιον, ὅτι Δίκαιος ὡς φοῖνιξ ἀνθήσει. Ἐφοινίσσετο μὲν οὖν τὸ σῶμα, καὶ περιεῤῥεῖτο τοῖς τῶν αἱμάτων ῥεύμασιν, ἐπάλληλα
δεχόμενος τῶν λίθων τὰ κύματα, πολλῷ δὲ πλέον τῇColumn end

63

.

932

πίστει πετρούμενος. Ἑώρα γὰρ πρὸς τὸν οὐράνιον ἀγω‐ νοθέτην, τὸν τοῖς οἰκείοις ἀθληταῖς τὴν χεῖρα προτείνον‐ τα, καὶ πρὸς οὐρανὸν αὐτοὺς ἕλκοντα, ὅπου τῶν ἀγώνων ἀπόκειται τὰ ἔπαθλα, ὅπου τῶν στεφάνων ἀνάῤῥησις
5γίνεται, καὶ κατὰ τὸν Παῦλον ἴσως βοᾷ· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· βάλλομαι, καὶ τιτρώσκω τοῖς ῥήμασι. Μνημονεύσατε, φησὶ, τῶν πατέρων ὑμῶν τῶν τοὺς προφήτας καταλευ‐ σάντων· Τίνα γὰρ, φησὶν, οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν;
10Κακῆς διαδοχῆς γεγόνατε κληρονόμοι, τὴν ἐκείνων μα‐ νίαν ζηλώσαντες· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς· τὴν πατρικὴν διεδέξασθε μιαιφονίαν. Ταῦτα τοῦ στεφάνου τῶν Ἐκκλησιῶν τὰ ῥήματα, τοιαῦτα τοῦ στεφανίτου κατὰ τῶν ἐναντίων τὰ τοξεύματα· καὶ καθάπερ ἄλσους
15τις ἀνεγείρων φλόγα, οὕτω δὴ καὶ ὁ πρωτομάρτυς πλέον καθ’ ἑαυτοῦ τὴν ἐκείνων μανίαν ἐρέθιζεν. Ἑώρα γὰρ τὸν ποθούμενον, καὶ ἐπόθει τὸν θεωρούμενον, καί τινα πρὸς αὐτοὺς ἴσως ἀπεφθέγγετο τοιαῦτα· Τοῦ ἔξωθεν ἐνδύματος καταστοχάζεσθε, καὶ κατὰ τοῦ σώματος πέμ‐
20πετε τοὺς λίθους· ἀλλὰ λέληθεν ὑμᾶς, ὡς ἔοικεν, ὅτι δή μοι πληροῦτε τὸν πόθον. Καὶ γὰρ καὶ αὐτὸς καὶ πρὸ τοῦ Παύλου σπεύδω τὸν ἔξωθεν ἄνθρωπον ἀπεκδύσασθαι, ἵνα γυμνῇ τῇ ψυχῇ πρὸς οὐρανὸν ἀναπτῶ, καὶ τὸ αἰθέ‐ ριον πέλαγος περαιωσάμενος, συμβασιλεύσω τῷ Δεσπό‐
25τῃ. Οὗτος μόνος ὁ πλοῦς οὐκ ἔχει ναυάγιον, αὕτη ἡ θαλαττοπορία ἀχειμάστους διασώζει τοὺς πλέοντας· ἀκινδύνως μου πλεῖ τὸ σκάφος· οὐράνιον γὰρ ἔχω τὸν κυβερνήτην, τὸν τοῖς νοητοῖς αὑτοῦ πηδαλίοις κατ‐ ευθύνοντα. Φοινίξατέ μοι τὸ σῶμα τοῖς τραύμασι·
30καὶ γὰρ τὸν Ἰωσὴφ χιτῶνα ἐφοίνιξαν τῷ αἵματι οἱ πατέρες ὑμῶν, ὡς καὶ ὑμεῖς. Πρέπον γὰρ αὐτοῖς συνεχῶς λέγεσθαι τὸ παρὰ τοῦ μάρτυρος εἰρημένον. Ἐκείνους ἐμιμήσασθε τοὺς τὴν κακὴν κληρονομίαν ὑμῖν καταλελοιπότας· ἀλλὰ κἀκεῖνοι τὸν Ἰωσὴφ ἀποδόμενοι,
35διήμαρτον τῆς ἐλπίδος, καὶ οἱ τὸν σωματικὸν ναὸν λιθά‐ ζοντες, στεῤῥὸν ναὸν οἰκοδομεῖτε περικαλλέστερον· ὁρᾷν αὐτοῦ μοι τὰ προπύλαια ἔπεισιν· ἀπὸ γὰρ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐστήρικται. Ταῦτα γὰρ πρέποντα τῷ Στε‐ φάνῳ τὰ ῥήματα, τῷ προπηδήσαντι τῶν ἀποστολικῶν
40λογάδων ἐπὶ τοὺς ἀγῶνας, καὶ ὀξυτέρῳ τῷ δρόμῳ φθάσαντι πρὸς τὸ τοῦ μαρτυρίου τέλος, τῷ ἐπὶ γῆς ἀγωνισαμένῳ, καὶ ἐν οὐρανοῖς ἀναῤῥηθέντι· ὃς φθεγγο‐ μένους μὲν τοὺς πολεμίους ἐνίκα, λιθοβολούντων δὲ ὑπερηύχετο, καὶ ἐν τούτῳ τὸν Δεσπότην μιμούμενος, καί
45φησι πρὸς τὸν ἀγωνοθέτην· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Διήνυσταί μου, φησὶν, ὁ ἀγών· δέχου τοίνυν τὸν στεφανίτην ἐν οὐρανοῖς, ὑπόδεξαι ὁ ἀθλοθέτης τὸν ἀθλητήν· ἐπὶ τοὺς στεφάνους γὰρ τρέχω, καὶ τῶν ἐνταῦθα ἀγώνων σπεύδω κομίσασθαι τὰ ἔπαθλα.

63

.

932

(50)

Τοσαῦτα ἡμᾶς ὁ πρωτομάρτυς εἱστίασε καὶ τοῖς ῥήμασιν εὐδόκιμος πεφηνὼς καὶ τοῖς παλαίσμασιν, ἡ κορυφὴ τῶν μαρτύρων, ὁ στέφανος τῶν Ἐκκλησιῶν, ὁ τὸν Δε‐ σπότην ἐπειγόμενος φθάσαι τῷ δρόμῳ, καὶ τῷ ἐν οὐ‐ ρανοῖς καλοῦντι ὑπακούσας δι’ ἐκείνης τῆς θείας φωνῆς,
55Ὅπου εἰμὶ ἐγὼ, φησὶν, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Τὰ ἄνω γὰρ, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρὸς κάθηται. Ἐκεῖνον ἐπόθει τὸν θρόνον τὸν βασι‐ λικὸν, πρὸς ἐκεῖνα ἔτρεχε τὰ βραβεῖα τῆς ἄνω κλήσεως, ἐκείνας ἐπόθει τὰς βασιλικὰς δωρεὰς τὰς παρὰ τοῦ
60ἐπουρανίου βασιλέως διανεμομένας τοῖς οἰκείοις αὐτοῦ ἀγωνισταῖς. Τίς ἂν οὖν λόγος ἀρκέσειε τὸν τοσοῦτον καὶ τηλικοῦτον ἀθλητὴν πρὸς ἀξίαν σεμνῦναι τῷ λόγῳ, τὸν διὰ τῶν ἔργων κηρυττόμενον καὶ καθάπερ στήλην ἀνεξάλειπτον καταλελοιπότα τῶν οἰκείων κατορθωμάτων
65τὴν μνήμην; Τούτου τὸν πόθον ζηλώσωμεν, καὶ τὴν ἀρετὴν μιμησώμεθα, ἵνα καὶ τῶν ἀποκειμένων στεφά‐ νων ἀπολαύσωμεν, χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.931