TLG 2062 347 :: JOANNES CHRYSOSTOMUS :: In novam dominicam et in apostolum Thomam [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In novam dominicam et in apostolum Thomam [Sp.] Citation: Vol — pg — (ln) | ||
63.927(13t) | ΝΟΘΑ. | |
14t | ΕΙΣ ΤΗΝ ΚΑΙΝΗΝ ΚΥΡΙΑΚΗΝ | |
---|---|---|
15t | Καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν. | |
16 | Ἥκω τὸ περιλειφθὲν ὄφλημα καταβαλεῖν ἐπειγό‐ μενος. Εἰ γὰρ καὶ πένης εἰμὶ, ἀλλὰ τὴν εὐγνωμοσύνην ὑμῶν ἐκβιάζομαι. Ὑπεσχόμην ὑποδεικνύναι τοῦ Θωμᾶ τὴν ἀπιστίαν· καὶ δὴ πάρειμι ταύτην ἀποδώσων ὑμῖν· προ‐ | |
20 | θυμοῦμαι γὰρ τὰς πρώτας ὀφειλὰς πρῶτον ἀποτιννύειν, ἵνα μὴ τοῖς ἐπισυναγομένοις τόκοις κατασχεθῶ. Συμ‐ πράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολὴν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ Δεσπότου πλευρᾶς τοῖς ἐμοῖς χεί‐ | |
25 | λεσιν ἐπιθεὶς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξ‐ ήγησιν τῶν ποθουμένων ὑμῖν. Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ θαῤῥῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμο‐ λογίαν, τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ | |
30 | θεμέλιον. Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωομᾶς ἀπελιμπάνετο μόνος. Ἦν δὲ καὶ τοῦτο θείας οἰκονομίας ἔργον, ὥστε τὸν χωρισμὸν τοῦ μαθητοῦ πρόξενον γενέσθαι πλείονος ἀσφαλείας καὶ βε‐ | |
35 | βαιότητος. Εἰ γὰρ παρῆν ὁ Θωμᾶς, οὐκ ἂν πάντως ἀμφ‐ έβαλλεν· εἰ δὲ μὴ ἀμφέβαλλεν, οὐκ ἂν περιέργως ἐζήτη‐ σεν· εἰ δὲ μὴ ἐζήτησεν, οὐκ ἂν ἐψηλάφησεν· εἰ δὲ μὴ ἐψηλάφησεν, οὐκ ἂν Κύριον καὶ Θεὸν ἀνηγόρευσεν· εἰ δὲ μὴ Κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀπεκάλεσεν, οὐκ ἂν | |
40 | ἡμεῖς οὕτως αὐτὸν ἀνυμνεῖν ἐδιδάχθημεν. Ὥστε καὶ μὴ παρὼν ὁ Θωμᾶς ἡμᾶς πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, καὶ παραγενόμενος ὕστερον βεβαιοτέρους περὶ τὴν πίστιν ἐποίησεν. Ἔλεγον τοίνυν οἱ μαθηταὶ τῷ Θωμᾷ τελευ‐ ταῖον ἐπεισελθόντι, Ἑωράκαμεν τὸν Κύριον, ἑωράκα‐ | |
45 | μεν τὸν εἰπόντα, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἑωρά‐ καμεν τὸν εἰπόντα, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθειᾳ· καὶ τῶν λόγων τὴν ἀλήθειαν εὕρομεν τοῖς πράγμασι λάμπουσαν· ἑωράκαμεν τὸν εἰπόντα, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· καὶ τὴν ἀνάστασιν ἰδόν‐ | |
63.927(50) | τες, τὸν ἀναστάντα προσεκυνήσαμεν· ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος, Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς γαλήνης εὐφροσύνην ἐτρέψαμεν· ἐθεασά‐ μεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας τὰς τῶν ἥλων ἀκμὰς, ἐθεασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσ‐ | |
55 | σης τῶν θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν, ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν εὐσπλαγχνίαν τοῦ πληγέντος· αὐτὴν ἐθεασάμεθα τὴν πλευρὰν, ἣν ὑμνοῦσιν ἄγγελοι, καὶ σέβουσιν οἱ πιστεύον‐ | |
60 | τες, καὶ δαίμονες φρίττουσιν. Ὑπεδεξάμεθα καὶ φύ‐ σημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύση‐ μα πνευματικὸν, φύσημα πάσης χάριτος χορηγόν. Ἐχειροτονήθημεν ἐκ τοῦ Δεσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως· ἐγενόμεθα καὶ κύριοι τῆς | |
65 | τῶν ἁμαρτωλῶν κρίσεως, τοιοῦτον ῥῆμα παρ’ αὐτοῦ δεξάμενοι σύνθημα· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Τοιούτων λόγων κατετρυφήσαμεν τοῦ Σωτῆρος, τοιούτων δωρεῶν ἀπηλαύσαμεν· οὐ γὰρ ἐνῆν ἡμᾶς μὴ πλου‐ | |
70 | τισθῆναι πλουσίου περιτυχόντας Δεσπότου· σὺ δὲ μό‐ | Column end |
63.928(13) | νος πτωχὸς ἔμεινας μὴ παρών. Τί οὖν πρὸς αὐτοὺς ὁ Θωμᾶς; Ἑωράκατε τὸν Κύριον; καλῶς. Οὐκοῦν ὃν | |
15 | ἐθεάσασθε, μειζόνως σέβεσθε· ὃν κατωπτεύσατε, κη‐ ρύττοντες διαγίνεσθε. Ἐγὼ δὲ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πι‐ | |
20 | στεύσω. Ἀλλ’ ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε, εἰ μὴ πρῶ‐ τον ἐθεάσασθε· οὕτω κἀγὼ, ἐὰν μὴ ἴδω, οὐ πιστεύσω. Ἐπίμεινον, ὦ Θωμᾶ, τῷ τοιούτῳ πόθῳ, σπουδαίως ἐπίμεινον, ἵνα σοῦ βλέποντος ἐγὼ βεβαιωθῶ τὴν ψυχήν· ἐπίμεινον, ζητῶν τὸν εἰπόντα, Ζητεῖτε καὶ εὐρήσετε· | |
25 | μὴ παρέλθῃς ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς ὃν ζη‐ τεῖς θησαυρόν· ἐπίμεινον κρούων τὴν θύραν τῆς ἀναν‐ τιῤῥήτου γνώσεως. ἕως ἂν ὑπανοίξη σοι ταύτην ὁ εἰ‐ πών· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν διχόνοιαν τέμνουσαν· | |
30 | ἀγαπῶ σου τὸν φιλομαθῆ τρόπον, ὡς πᾶσαν φιλονεικίαν ἐκκόπτοντα· ἡδέως ἀκούω σου πολλάκις λέγοντος· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι· σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος | |
35 | τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπό‐ νως θερίζω καὶ σωρεύω πρὸς ἐμαυτόν. Ἐὰν μὴ ἴδω τούτοις μου τοῖς ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις αὐτοῦ χερσὶν αὔλακας, οὓς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις συνθήσομαι ῥήμασιν· ἐὰν μὴ βάλω τοῦ‐ | |
40 | τόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν ἥλων, οὐκ ἂν τὸ ὑμέτερον Εὐαγγέλιον παραδέξωμαι· ἐὰν μὴ κρα‐ τήσω ταύτῃ μου τῇ χειρὶ τὴν πλευρὰν ἐκείνην, τὴν ἀν‐ ύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἂν τῷ ὑμετέρῳ πιστεύσοιμι δόγματι. Ἅπας γὰρ λόγος κεκτημένος τὴν | |
45 | ἀπὸ πάντων πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος· πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυ‐ ρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη. Μέλλω κηρύττειν τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα· πῶς οὖν ἃ μὴ παρέλαβον τοῖς | |
63.928(50) | ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω; πῶς πείσω τοὺς ἀπίστους πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολού‐ θησα; Εἴπω τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν, ὅτι Σταυ‐ ρούμενον μὲν τὸν ἐμὸν Δεσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ εἶδον, ἀλλ’ ἤκουσα; καὶ τίς οὐ γελάσει μου τὴν | |
55 | φωνήν; τίς οὐ διαπτύσει τὸ κήρυγμα; Ἕτερον γάρ ἐστιν ἀκοὴ, καὶ ἕτερον ὄψις· καὶ ἕτερόν ἐστι λόγων ἀπαγγε‐ λία, καὶ ἄλλο πραγμάτων θέα καὶ πεῖρα. Οὕτως ἀμφί‐ βολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ, μεθ’ ἡμέρας ὀκτὼ πάλιν ὁ Δεσπότης πρὸς τοὺς ἑαυτοῦ μαθητὰς συν‐ | |
60 | ηθροισμένους ὁμοῦ παρεγένετο. Ἀφῆκε τὸν Θωμᾶν ἐν ταῖς μέσαις ἡμέραις κατηχηθῆναι πρῶτον ὑπὸ τῶν ἑταί‐ ρων αὐτοῦ, συνεχώρησεν αὐτὸν ἐκκαῆναι τῷ δίψει τῆς θέας αὐτοῦ· καὶ τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθεί‐ σης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν εὐκαίρως ὁ ποθού‐ | |
65 | μενος τὸν ποθοῦντα κατέλαβεν. Ὁμοίως δὲ, καθάπερ τὸ πρὶν, τῶν θυρῶν κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ | |
πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη | 927 | |
63.929 | ὑμῖν, ἵνα καὶ τοῦ πράγματος καὶ τοῦ θαύματος ᾖ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν βεβαιώ‐ σῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπελεύσεως τὸ ἀκριβές. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου | |
5 | ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. Ὢ φιλανθρωπίας ἀπε‐ ράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβού‐ λετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐ‐ | |
10 | χῆς, ἀλλ’ αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθού‐ μενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦν‐ τος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ Δεσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. | |
15 | Ἤκουσα, Θωμᾶ, μὴ παρὼν ὡς ἄνθρωπος, ἀλλὰ παρὼν ὡς Θεὸς, ἅπερ ἐλάλησας πρὸς τοὺς σοὺς ἀδελφούς· παρ‐ ήμην ὑμῖν τῇ θεότητι, κεχωρισμένος ὑμῶν τῇ ἀνθρω‐ πότητι. Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων πρώην ῥη‐ μάτων; οὐκ εἶπας, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ | |
20 | τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τόπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω; οὐ ταῦτα τὰ ῥήματα διὰ τῶν σῶν ἐῤῥύη χειλέων; οὐ ταῦτα τὰ ῥή‐ ματα τυγχάνει τῶν σῶν λογισμῶν; Διὰ ταῦτα πάλιν | |
25 | ἐλήλυθα, δι’ ἅπερ ἀμφιβάλλεις· τοῦτο δεύτερον ἐπλη‐ σίασα, δι’ ἅπερ ἐπιθυμεῖς, ἀφῖγμαι. Καὶ νῦν διὰ σὲ τὸν ἕνα παρεγενόμην πρὸς σὲ, ὁ διὰ τὸ πλανώμενον πρόβα‐ τον κατελθὼν ἐκ τῶν οὐρανῶν, καὶ τοὺς οὐρανοὺς μὴ καταλιπών. Μὴ τοίνυν αἰσχυνθῇς μαθεῖν ἃ ποθεῖς, μὴ | |
30 | ἐντραπῇς περιεργάσασθαι ἅπερ ἐπιζητεῖς· μὴ παραι‐ τήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν ταύταις μου ταῖς χερ‐ σίν. Ἀνέχομαι καὶ δακτύλου περιέργου, ὡς ἠνεσχόμην τῶν ἥλων· ὑπομένω τοῦ φιλοῦντος τὴν περιεργίαν, ὡς ὑπ‐ έμεινα τὴν τῶν μισούντων ἐπήρειαν· σταυρούμενος ὑπὸ | |
35 | τῶν ἐχθρῶν οὐκ ἠγανάκτησα, καὶ παρὰ σοῦ ἐρευνώμενος οὐχ ὑποίσω, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου τὰς τραυματισθείσας ὑπὲρ ὑμῶν, ἵνα θεραπευθῶσιν οἱ μώλωπες τῶν ὑμετέρων ψυχῶν· ἴδε τὰς χεῖράς μου, καὶ λόγισαι κατὰ σαυτὸν, πότερον ἐκεῖνός | |
40 | εἰμι ὁ σταυρωθεὶς ἑκὼν, ἢ ἄλλος τις παρ’ ἐκεῖνον· ἴδε τὰς χεῖράς μου, ἃς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς μανίας τὰ σύμβολα, ἵν’ ὅταν συνήθως ἀναισχυντήσωσιν οἱ Ἰου‐ δαῖοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρός με, Ἡμεῖς σε οὐκ ἐσταυρώσαμεν Δέσποτα, ὑποδείξω τοῖς | |
45 | πολεμίοις τὰς χεῖρας ἐν τούτῳ τῷ σχήματι, καὶ τῇ ὄψει καταισχύνωμαι τὰ πρόσωπα τῶν Ἰουδαίων. Ἴδε τὰς χεῖράς μου καὶ τὴν ἀλήθειαν τῆς ἐμῆς ἀναστάσεως· μὴ νομίσῃς φαντασίαν εἶναί τινα. Κράτησον ταύτας τὰς χεῖρας, ὡς ὁμήρους τῆς ὑμετέρας ἀναγεννήσεως· κράτη‐ | |
63.929(50) | σον ταύτας τὰς χεῖρας, ὡς ἐνέχυρα τῆς ἐκ τῶν μνημά‐ των ἐπαναδύσεως· κράτησον ταύτας τὰς χεῖρας, ἄγκυ‐ ραν τοῦ ἐν τῷ ᾅδῃ βυθοῦ. Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φο‐ βηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς | |
55 | τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης. Πλέε θαῤῥῶν τοῦ βίου τὸ πέλαγος, πλέε κατ‐ έχων τὴν ἄγκυραν τοῦ πνεύματος, πλέε προσέχων ὡς λιμένι τῷ οὐρανῷ, πλέε φοβούμενος μόνον τῆς ἐμῆς ἀρ‐ νήσεως τὸ ναυάγιον· γέλα τὸν θάνατον ὡς νεκρὸν, | |
60 | παῖζε τὴν φθορὰν ὡς ἀνίσχυρον, ἀσπάζου τὴν δι’ ἐμὲ τελευτὴν ὡς ἀρχὴν ἐνδοτέρας ζωῆς, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· ἄντλησον διὰ τῆς σῆς χειρὸς ἐκ τῆς ζωηφόρου μου κρήνης τὸ ποθούμενον πόμα, καὶ τὸ δίψος παραμύθησαι τὸ σόν. Φέρε τὴν χεῖρά | |
65 | σου, καὶ βάλε εἰς τὴν πλευράν μου· εἰσάγαγε τὴν σὴν δεξιὰν εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως· φέρω χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἵνα ἔχῃς ὑπὲρ | |
70 | αὐτῆς ἀγωνίζεσθαι, ἵνα ἔχῃς λέγειν πρὸς τοὺς ἀντιφθεγ‐ γομένους τῇ ἀληθείᾳ, ὅτι μετὰ τὴν ἀνάστασιν εἶδές με | |
καὶ κατέμαθες καὶ ἐψηλάφησάς με ἀκριβῶς. Φέρε τὴν | Column end | |
63.930 | χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· διὰ σὲ γὰρ ταύτην οὕτω κατέλιπον, ὁ τῶν ἄλλων τὰ σώματα καὶ τὰς ψυχὰς ἰασάμενος, προειδὼς ὡς Θεὸς, ὅτι θελήσεις αὐτὴν οὕτως ἰδεῖν, ἵνα σὺ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς | |
5 | τοὺς τύπους ἰδὼν, τῆς σῆς ψυχῆς θεραπεύσῃς τὸ πάθος. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἢν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν’, ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας | |
10 | ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γένωνται. Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Κακὸν ἡ ἀπιστία, βυθίζει τὸν νοῦν. Ἡ πίστις μετεωρίζει τοῦτον εἰς οὐρανόν· ἡ ἀπιστία τυφλοῖ τὴν ψυχήν· ἡ πίστις φω‐ τίζει τοὺς λογισμούς· ἡ ἀπιστία καὶ τὰ ὁρατὰ παρορᾷ· | |
15 | ἡ πίστις καὶ τὰ ἀόρατα καθορᾷ· ὁ ἄπιστος παντάπασιν ἀγνοεῖ. Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός· ἀποδίωξον τὸ νέφος τῆς ἀπιστίας, καὶ θέασαι τὰς καθαρὰς ἀκτῖνας τῆς πίστεως. Γενοῦ καὶ διὰ πάντων ἀπόστολος τῆς ἐμῆς θεότητος ἄξιος· γενοῦ τοιοῦτος, οἷον εἶναι χρὴ τὸν ἐμοὶ | |
20 | συντυχόντα καὶ τυχόντα τούτων, ὧνπερ τετύχηκας. Ὁμοίως τοῖς ἄλλοις ἀποστόλοις ἐκλήθης, ὁμοίως αὐτοῖς ἐτιμήθης, ὁμοίως αὐτοῖς καθοπλίσθητι· ὁμοίως αὐτοῖς ἅπερ εἶδον τεθέασαι, ὁμοίως αὐτοῖς ἐθαῤῥήθης, ὡς φί‐ λος, ὅλον μου τὸ μυστήριον· ὁμοίως αὐτοῖς κήρυττε τὴν | |
25 | ἐμὴν δύναμιν. Μὴ πάλιν εἴπῃς μετὰ τὸ ἅπαξ ἰδεῖν· Ἐὰν μὴ πάλιν ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Ἕως εἰμὶ μεθ’ ὑμῶν, ὡς βούλει, πολυπραγμόνησον· ἕως ἔχεις παρισταμένην σοι τὴν οὐ‐ ράνιον ἄμπελον, πάντας τοὺς κλάδους αὐτῆς καὶ τοὺς | |
30 | βότρυας ἐρεύνησον. Ἀνελεύσομαι γὰρ εἰς οὐρανοὺς, ὅθεν ἦλθον εἰς γῆν, ἀνελεύσομαι ὅπου εἰμὶ, ἀνελεύσομαι τῇ ἀνθρωπότητι ὅθεν συγκατέβην ὑμῖν τῇ θεότητι, ἀνελεύ‐ σομαι μετὰ τούτου τοῦ σώματος, ὁ χωρὶς τούτου ἐκδη‐ μήσας ἐκεῖθεν, καὶ μείνας ἐκεῖ· ἀνελεύσομαι μετὰ τῆς | |
35 | ὑμετέρας φύσεως πρὸς τὸν πατρῷον κόλπον, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός· ἤνυσα γὰρ τὸ ἔργον, δι’ ὃ τὴν ὁδὸν ταύτην πεποίημαι. Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν Δεσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν | |
40 | ἐπεθύμησε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου· σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάν‐ θρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ | |
45 | ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη· ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀοράτως τὰ δια‐ λελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου | |
63.930(50) | προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλά‐ σματα. Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυ‐ τῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι | |
55 | τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιη‐ μάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βου‐ λόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι’ ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα | |
60 | καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, Δέσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι | |
65 | τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω, οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ. Ἔμαθον ἀφ’ ὧν εἶδον μὴ λογοθε‐ | |
70 | τεῖν· ἔμαθον ἀφ’ ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγο‐ μαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 929 |