TLG 2062 344 :: JOANNES CHRYSOSTOMUS :: Epistula ad Antiochum (epist. 233) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Epistula ad Antiochum (epist. 233) [Sp.]

Source: Nicolopoulos, P.G. (ed.), Αἱ εἰς τὸν Ἰωάννην τὸν Χρυσόστομον ἐσφαλμένως ἀποδιδόμεναι ἐπιστολαί. Athens: Tsiveriotes, 1973: 497.

Dup. partim 2062 097 (MPG 52.739)

Citation: (Line)

t1Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἐπιστολὴ
1 Ἔδει μὲν τὴν ὑμετέραν εὐλάβειαν μὴ τοῖς ῥήμασι τῶν εἰρη‐ κότων παρατρέπεσθαι τὴν διάνοιαν, ἀλλ’ ἐν τῷ πλήθει τοῦ ψεύδους μετὰ πολλῆς σκέψεως ἀνιχνεῦσαι τὴν ἀλήθειαν. Εἰ γὰρ ἅπαντα τὰ θρυλούμενα ἀληθῆ, κινδυνεύσειαν ἂν ἅπαντες. Εἰ δὲ κρίσει καὶ νό‐
5μοις ἀνιχνεύεται τὰ λανθάνοντα, κριτήριον ἂν ἔγωγε παρ’ ὑμῶν ἐπεζήτησα, εἰ μή τις ἕτερα αὖθις ὅπλα συκοφαντίας μοι ἐπιπνεύ‐ σει. Δέδοικα γάρ, δέδοικα λοιπὸν τὰς σκιὰς καὶ τὰ φαντάσματα, ἐπειδὴ αὐτοὶ ἐδικαιώσατε οὕτως. Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόρρωθεν ἔστησαν καὶ πόρρωθεν ὄντες τὰ βέλη
10τῆς συκοφαντίας ἀποτοξεύουσιν, ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα ναυά‐ γιον ὑπομεῖναι ἐποιήσατε. Ἀλλ’, εἰ καὶ τῆς πόλεως ἐκβάλλομαι καὶ τῆς ἐκκλησίας ἀπείργομαι, πείθομαι πρὸς πᾶσαν ἀποδύσασθαι τιμωρίαν· κέκριται γάρ μοι φιλοσοφεῖν καὶ φέρειν γενναίως τὰ δυσ‐ χερῆ. Οἶδα γάρ, οἶδα σαφῶς, τὴν ἐρημίαν ἐννομωτέραν εἶναι τῆς
15πόλεως καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα.497