TLG 2062 336 :: JOANNES CHRYSOSTOMUS :: In Lazarum (homilia 3) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Lazarum (homilia 3) [Sp.] Citation: Vol — pg — (ln) | ||
62.777(47t) | Εἰς τὸν τετραήμερον Λάζαρον. γʹ. | |
48 | Ἔλυσε τὸν Λάζαρον τὸ φῶς· ἀλλ’ οὕτω καλούμενος ἔσπευσεν, ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ | |
---|---|---|
62.777(50) | τετάρτην μὲν ἡμέραν κατασαπεὶς ἐν τῷ μνημείῳ, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τὴν τοῦ σώματος διασπασθεὶς ἁρμονίαν, καὶ τῆς φθορᾶς μάρτυρα τὸ τοῦ τάφου κεκτημένος δυσῶδες. Ἀλλ’ ἡ τῆς ζωῆς ὀσφράνασα τὸν νεκρὸν εὐοσμία, τὴν | |
55 | τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν· γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα, καὶ καθάπερ ἐν γαστρὶ σπαρεὶς, οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλλετο Λάζαρος. Ὢ και‐ νῆς θαυματοποιίας! ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐξεφόρησε τάφος, τοῖς ἐνταφίοις, ὥσπερ τὸ βρέφος, ἐνειλημμένον | |
60 | σπαργάνοις. Ἡ γὰρ τοῦ Δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα, μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν. Λάζαρε, φησὶ, δεῦρο ἔξω· καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρχετο, καὶ συνέτρεχεν ἀλλήλοις ἐν τῷ τάφῳ τὰ μέλη· πρὸς τὴν οἰκείαν | |
65 | ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν οἰκείαν ἡ ῥὶς κατ‐ ελάμβανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπεί‐ γοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγ‐ γετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπὴς συζυγία, ἄρθρων ἁρμονίαι συνήπτοντο, δακτύλων συνετίθετο | |
70 | τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀν‐ επλάττετο, ὑμένες ὑφαίνοντο, ἠνθετίζοντο τρίχες. Βρα‐ δὺν τῷ λόγῳ τῶν μελῶν κατασκευάζω τὸν δρόμον. Ὥσπερ ἐκ συνθήματος ἵππος, οὕτως ἐκ τῆς τοῦ Δεσπό‐ | |
75 | του φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα. Λάζαρε, δεῦρο | |
ἔξω. Πρὶν εἰπεῖν, ἀνάστηθι, προστάττει τὴν ἔξοδον· | Column end | |
62.778(46) | κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρό‐ τερον, εἶθ’ οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον, Δέσποτα, τῷ κειμένῳ κηρύτ‐ τεις; Κειμένῳ, φησὶν, ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ | |
62.778(50) | πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας, ἐχρονοτρίβησα τὴν ἔξοδον. Οὐ λέγω πρὸς αὐτὸν, ἔγειρε, καὶ δεῦρο ἔξω, ἵν’ ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν. Ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον, ἢ νεκρὸς, τῷ τάφῳ | |
55 | παρακαθήμενος. ᾍδης δὲ κάτωθεν, ὡς ἔοικε, τὸν νεκρὸν ἀποδιδοὺς ἀνεβόα· Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων, ὡς ὑπνοῦντας ἐγείρων; τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; τίς οὗτος ὁ κατεξαν‐ ίστασθαι τόσον κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; | |
60 | τίς οὗτος ὁ πρὸς ζωὴν τοὺς ταφέντας ἀνατρέχειν ἐθί‐ ζων; τίς οὗτος ὁ τοὺς ἐμοὺς οὕτως εὐκόλως ἀναλύων νεκρούς; τίς οὗτος ὁ νεκρούς μου παλαιοὺς ἀποσπῶν ἐπιτάγματι; Οἴχεταί μοι τῆς κατὰ τῶν ἀνθρώπων, ὡς ὁρῶ, τυραννίδος τὸ σκῆπτρον, σαθρόν μοι λοιπὸν τοῦ | |
65 | θανάτου τὸ δεσμωτήριον ἀπῆλθεν. Ἠλίας νεκρὸν ἀν‐ έστησε πρὸς χάριν γυναικὸς ἀποδείξας· ἐπελθὼν Ἑλισ‐ σαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς· νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπε‐ στράτευσε, κλέπτων τοὺς σεσηπότας νεκροὺς, καὶ | |
70 | κινδυνεύω λοιπὸν μήτε σαπέντων ἐξουσιάζειν νεκρῶν. Σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα· θριαμβεύει με τετραήμερον σῶμα μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγ‐ χορεύων αἰσθητός· πατηθήσομαι λοιπὸν μετὰ σπαργά‐ | |
νων, παρ’ ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ | 777 | |
62.780 | λοιποῦ δειλιάσει, τὸν παρὰ σαπέντος νενικημένου νεκροῦ, καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα; παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος, ὥσπερ τις χρυσὸς, μεθ’ ὧν | |
5 | παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κει‐ ρίαις παρετέθη τῷ μνήματι, μετ’ αὐτῶν αὖθις τῷ βίῳ δεδεμένος ἀπεδίδοτο. Ἄπιστος γὰρ τῶν Ἰου‐ δαίων ὁ δῆμος, καὶ πρὸς τὴν τῶν θαυμάτων με‐ γαλουργίαν ἀμφίβολος. Εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ | |
10 | νῦν, ὥσπερ ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Ὥσπερ οὖν παρακα‐ ταθήκην ἀποδώσειν τις μέλλων, καὶ τὴν τοῦ παρα‐ θεμένου προορῶν ὑποψίαν, τὰς τῆς παρακαταθή‐ κης διαφυλάττει σφραγῖδας, ἵν’ ἡ τῶν σφραγίδων | |
15 | ὄψις τὸν παραθέμενον πείσῃ· οὕτω καὶ ὁ Δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς Ἰουδαίοις ἐκ νε‐ κρῶν, τὴν τετραήμερον ἐν νεκροῖς παραθήκην, τὰ τῶν σπαργάνων αὐτῷ, καθάπερ τινὰ σφραγῖδα, συν‐ εξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν, ὡς οὐκ ἄλλος | |
20 | τις, ἀλλ’ αὐτὸς, ὃν κατέθεντο. Ἀλλ’ ἡ τῆς ἀπι‐ στίας ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι, καὶ τυφλὴν διενο‐ οῦντο βουλήν. Ἐβουλεύσαντο γὰρ, φησὶν, οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, | |
25 | ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι δι’ αὐτὸν πολλοὶ τῶν Ἰουδαίων ὑπήγοντο καὶ ἐπίστευον εἰς αὐτόν· ᾧ | |
ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 779 |