TLG 2062 335 :: JOANNES CHRYSOSTOMUS :: In Lazarum (homilia 2) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Lazarum (homilia 2) [Sp.] Citation: Vol — pg — (ln) | ||
62.775(40t) | Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ. | |
41 | Ἀγαπητοὶ, ὥσπερ μήτηρ φιλότεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται, τοῦ παιδὸς ἐφέλκοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβος τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μα‐ | |
---|---|---|
45 | ζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μή‐ τηρ ὀδυνᾶται, τὴν μὲν προαίρεσιν τοῦ τρέφειν ἡπλω‐ μένην ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδιδομένην ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖς τῇ προτεραίᾳ τὴν θηλὴν τῆς δια‐ νοίας ὑμῖν ὑποβαλόντες, ἐτερπόμεθα, ὑμῶν ἐφελκόν‐ | |
62.775(50) | των τὸ γάλα τοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθης νέφος ὑπέδραμον τῇ διανοίᾳ, τὸν λόγον ἀνέκοψε, τότε δὴ καὶ ὑμεῖς ἠγανακτήσατε ὡς ἀποστερούμενοι τῶν εὐαγ‐ γελικῶν διδαγμάτων τὰ νοήματα, καὶ ἡμεῖς ἐδυσφο‐ ροῦμεν, τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκτεταμένην | |
55 | ἔχοντες, τὸν δὲ νοῦν κωλυόμενον ὑπὸ τῆς λήθης ὁρῶν‐ τες. Ἀλλ’ ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι Οὔτε τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Δεῦρο τοιγαροῦν, ἐπειδήπερ Θεὸς δίδωσι τοῖς λέγουσι χάριν, | |
60 | οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν ἀρ‐ τίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνω‐ σμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκαλίας ἀρυσώμεθα νᾶμα. Ἦν τις ἀσθενῶν, φησὶ, Λάζαρος | |
65 | ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Εἶπε δὲ ὁ Ἰησοῦς· Οὐκ ἔστιν ἡ ἀσθένεια αὕτη πρὸς θά‐ νατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ | |
70 | ὁ Θεὸς δι’ αὐτῆς. Ἀνθυποφέρων λέγω, ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ· οὐκ ἔστιν ἀσθένεια, ἀλλ’ εὐαγγέλια, οὐκ ἔστιν ἀσθένεια, ἀλλ’ ἀσφάλεια. Ὦ ἀσθένεια ἀῤῥωστούντων ἰατρὲ, πίστεως ὁδηγὲ, θανάτου ἀντίπαλε, διαβόλου ἀντί‐ | |
75 | δικε, σωτηρίας ἀρχηγέ! ὦ ἀσθένεια, ἀρετῆς θεμέλιε | |
ἄῤῥηκτε, πίστεως διδάσκαλε, εὐσεβείας οἰκονόμε! ὦ | Column end | |
62.776(40) | ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσοβοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς ψυχῆς ἐξυφαίνουσα! ὦ ἀσθένεια, οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώ‐ που σφραγίς! Ὅτε δὲ ἤκουσε, φησὶν, ὁ Ἰησοῦς, τότε | |
45 | μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. Τί δὲ τὸ ἀναγκαῖον τοῦ ἐπιμεῖναι τὸν Κύριον ἀκούσαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; Ἀλλὰ πάντως ἐξεδέχετο τὸν θάνατον τοῦ Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ μείζονα τῶν θαυματουργημάτων τὴν πίστιν τοῖς ὁρῶ‐ | |
62.776(50) | σιν ἐνδείξηται. Μετὰ ταῦτα οὖν λέγει τοῖς μαθηταῖς ὁ Ἰησοῦς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ἀληθῶς γὰρ ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ Κυρίῳ λελόγισται. Πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Τί γάρ; καὶ ἐν‐ | |
55 | ταῦθα ὢν ἀδυνατεῖς ζωοποιῆσαι τὸν νεκρόν; Ἀλλ’ οὐχ οὕτω δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάντος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. Αὐτὸς οὖν ἐγὼ παραγί‐ νομαι, ὅπως παρόντος μου αὐτόπται γενόμενοι τῶν παρ’ | |
60 | ἐμοῦ γενομένων θαυματουργημάτων, καὶ τὴν χάριν παρ’ ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν ἐνεχθῶσι. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. Οἱ δὲ μαθηταὶ ἀκούσαντες, εἶπον· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Οὐ τοσοῦτον δὲ | |
65 | θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. Ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπεκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων. Ἐπειδὴ τοίνυν ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν Κύριον περὶ τῆς κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παῤῥησίας· Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανε· | |
70 | καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, χαίρει νῦν ἐπὶ θανάτῳ φίλου· Χαίρω, οὐ δι’ ἐμαυτὸν, οὐδὲ διὰ τὸν τεθνεῶτα, ἀλλὰ δι’ ὑμᾶς· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας | |
75 | πίστεως θεμέλιον. Ὢ θάνατος Χριστοῦ ἀγαλλίασις! | 775 |
62.777 | ὢ θάνατος, ζωῆς ἀνάπλεως! ὢ θάνατος θανάτου λυτή‐ ριον, σωτηρίας ἀρχηγὸς, πεπτωκότων ἀνάστασις, κα‐ μνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνάψυ‐ ξις! ὢ θάνατος, διαβόλου κατάλυσις, δαιμόνων καθαίρεσις, | |
5 | τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις! ὦ θάνατε, εὐφρο‐ σύνης συνεργὲ, ἀφθαρσίας μηνυτὰ, χαρᾶς χορευτά! Ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω, ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν, ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λαζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ Κυρίου κλαίουσαι καὶ λέ‐ | |
10 | γουσαι· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Ἆρα γὰρ οὐκ ἦν ἐκεῖ; Ἀλλὰ τῷ μὲν σώ‐ ματι οὐκ ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. Πῶς γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθα‐ νεν ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ τὴν ἀόρατον | |
15 | δύναμιν τῆς θεότητος; Καὶ ἔλεγον· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Εἶπε δὲ πρὸς αὐτὰς ὁ Κύριος· Πιστεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ· διδάσκων ὅτι τῶν ἔργων τῶν ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός. Καὶ θεωρήσας αὐτὰς κλαιούσας, καὶ τοὺς | |
20 | παρόντας Ἰουδαίους, Ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτὸν, καὶ εἶπε· Ποῦ τεθείκατε αὐτόν; Τί ἐστι τὸ, Ἐνεβριμήσατο τῷ πνεύματι; Ἔκδεξαι, ἀγαπητὲ, καὶ μετ’ ὀλίγον εὑρήσεις τοῦ ζητουμένου τὴν λύσιν. Ἐτάραξεν ἑαυτὸν, οὐχ ὡς ἡμεῖς ὑπὸ | |
25 | δειλίας ἢ λύπης ταρασσόμεθα, ἀλλ’ αὐτὸς ἑαυτὸν ἐτάραξε, καὶ λέγει· Ποῦ τεθείκατε αὐτόν; Ἆρα γὰρ ἠγνόει ποῦ τέθαπται, ὁ ἐγνωκὼς πότε τετελεύτηκεν; Ἀλλὰ μιγνύει τὰ ἀνθρώπινα ῥήματα τοῖς θείοις θαυ‐ ματουργήμασιν, ἵνα δείξῃ. ὅτι καὶ ἄνθρωπος ἦν, | |
30 | καθὰ καὶ ὁ προφήτης λέγει· Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Τοῦτο δὲ προέταξεν ἵνα ση‐ μαίνῃ, ὅτι καὶ ἄλλο τί ἐστιν, ὅπερ ἐστὶ Θεός. Ποῦ τεθείκατε αὐτόν; Ἡ δὲ Μαρία, Ἔρχου, φησὶ, καὶ ἴδε, Κύριε. Καὶ ἐδάκρυσεν ὁ Ἰησοῦς. Τίς δὲ χρεία | |
35 | δακρύειν, ὃν ἔμελλεν ἀνιστᾷν μετ’ ὀλίγον; Ἀλλ’ ἐδά‐ κρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰη‐ σοῦς, ἵνα τὸ κλαίειν μετὰ κλαιόντων ἔργῳ μᾶλλον ἢ λόγῳ διδάξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς· ἐδάκρυσεν, οὐκ | |
40 | ἐπένθησε, τὸ μὲν ἀδάκρυτον παντελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον παραιτούμενος, τὸ δὲ φιλοπενθὲς ὡς ἀγεν‐ νὲς καὶ ἄνανδρον διωθούμενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμπαθείᾳ, ἐδάκρυσεν. Ἔρχεται ἐπὶ τὸ σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπικείμενον τῷ μνήματι. Κελεύει τοῖς | |
45 | παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ | |
στόματος τοῦ σπηλαίου. Ὁ λέγων· Ἐὰν πίστιν ἔχητε | Column end | |
62.778 | ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται ὑμῖν· πῶς νῦν αὐτὸς ἀδυνατεῖς ἀποκυλῖσαι τὸν λίθον; Ἀλλ’ οὐχ ὡς ἀδυνάτων τοῦτο ποιῶ, φησὶν, ἀλλ’ ἵνα μὴ δόξωσι | |
5 | φαντασίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν ἀποκυλῖσαι τὸν λίθον, τὸ μέγι‐ στον σημεῖον ἐμαυτῷ καταλιμπάνων· ἵνα αὐτοὶ μάρτυ‐ ρες γένωνται τῶν ὑπ’ ἐμοῦ γενομένων σημείων. Εἶτα μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον, ἀναβλέψας ὁ Ἰησοῦς εἰς | |
10 | τὸν οὐρανὸν, εἶπεν· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκου‐ σάς μου. Πότε δὲ προσηύξατο; Νῦν λάμβανε, ἀγαπητὲ, τὴν πρὸ βραχέος ζητουμένην παρὰ σοῦ λύσιν τοῦ ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι, τότε προσηύξατο. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ, λέγων, | |
15 | Λάζαρε, δεῦρο ἔξω. Καὶ εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις. Ὢ φωνῆς δύναμις ᾅδην διαῤῥήξασα, πύλας χαλκᾶς συντρί‐ ψασα, μοχλοὺς σιδηροῦς συνθλάσασα, διάβολον κατα‐ στρώσασα, θάνατον καταργήσασα, νεκρὸν ἀνεγείρασα! | |
20 | ὢ φωνῆς δύναμις, τὰ διεστῶτα μέλη εἰς ἓν συναγαγοῦσα καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρ‐ αγαγοῦσα! ὢ φωνῆς δύναμις, τὸν τετραήμερον νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα, καὶ τὸν κειρίαις δεδεμένον ὡς εὔλυτον καὶ ὀξυδρομέα τοῦ τάφου προαγαγοῦσα! Ἐπί‐ | |
25 | στησον, ἀγαπητὲ, τὸν νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν τῇ κοσμοποιίᾳ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ἐγένοντο, τὸν αὐτὸν καὶ νῦν λέγοντα· Λάζαρε, δεῦρο ἔξω, Καὶ οἱ ἀποῤῥεύσαν‐ | |
30 | τες ἰχῶρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνω‐ σκον, καὶ ἐν τοῖς μέλεσι κατεφυτεύοντο. Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν τεθνεῶτι. Λάζαρε, δεῦρο ἔξω· καὶ | |
35 | ἡ ψυχὴ ἐκ τῶν καταχθονίων ἀνάσπαστος ἐγίνετο, μὴ διαβόλου ἀντιλέγοντος, μὴ θανάτου ἀντιπαλαίοντος, καὶ χαίρουσα τὸ ἴδιον οἴκημα ἐπεγίνωσκε. Τούτων τῶν θαυματουργημάτων, ἀγαπητὲ, τὸ θεῖον ἔργον θεωρήσας, τὴν ἀνάστασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι ἔσοπτρον ὁ | |
40 | Λάζαρος, καὶ ἐν ἐκείνῳ σεαυτὸν θεωρήσας, τὴν ἀν‐ έγερσιν πίστευε. Ἡ αὐτὴ γὰρ φωνὴ πάντας ἡμᾶς ἀνα‐ στήσει, ὥς που καὶ ὁ Ἀπόστολος λέγει· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι· τῇ χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς | |
45 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 777 |