TLG 2062 334 :: JOANNES CHRYSOSTOMUS :: In Lazarum (homilia 1) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Lazarum (homilia 1) [Sp.] Citation: Vol — pg — (ln) | ||
62.771(63t) | Εἰς τὸν Λάζαρον. αʹ. | |
64 | Πᾶσα ἔνθεος διδασκαλία συνάγειν εἴωθε τῶν φιλομα‐ | |
---|---|---|
65 | θῶν ἀνδρῶν τὰς ὠφελείας, μάλιστα δὲ αἱ κατὰ καιρὸν ἀεὶ γινόμεναι ἑορταὶ, μιμούμεναι τὰ τῶν ὑδάτων νά‐ ματα, ἃ τοῖς διψῶσιν ὀρεγόμενα, καὶ τὴν ἐπιθυμίαν θε‐ ραπεύοντα, μᾶλλον γίνονται τοῖς λαμβάνουσι ποθεινό‐ τερα. Τί οὖν μοι τὸ προοίμιον βούλεται; Λάζαρος ὁ | |
70 | τετραήμερος νεκρὸς κατὰ ταύτας τὰς ἡμέρας τῶν νη‐ στειῶν ἀνέστη, ἤδη τοῦ Χριστοῦ πρὸς τὴν τοῦ πάθους σωτηρίαν ἐπειγομένου, καὶ πρὸ θαυμάτων θαύματα γυμνάζοντος, καὶ πρὸ ἑορτῆς ἑορτὴν ἀνακαινοῦντος, καὶ πρὸ ἔργου ἔργον ἀναδεικνύντος, ἵν’, ὅταν αὐτὸς | |
75 | σταυρῷ παραδοθῇ, μὴ ἀπαγορεύσωσιν οἱ μαθηταὶ τοῦ οἰκείου διδασκάλου τὴν ἀνάστασιν, ἀλλὰ πιστεύσωσιν ὅτι τὸν θάνατον ἄλλου χάριν ὑποτάξας, αὐτὸς οὐ‐ | |
δὲν δεινὸν ὑπὸ τοῦ θανάτου παθεῖν δύναται. Δίκαιον | Column end | |
62.772(62) | τοίνυν ἐστὶ καὶ τῷ καιρῷ, καὶ ἑαυτοῖς, καὶ τῇ μελλούσῃ πανηγύρει χαριζομένους κοινωνῆσαι τῆς ἐπὶ τῷ Λαζάρῳ ἀναστάσεως εὐφροσύνης, κοινωνῆσαι δὲ μὴ δακρύων | |
65 | μόνον, ἀλλὰ καὶ θυμηδίας καὶ χαρᾶς, ταῖς περὶ τὴν Μαρίαν χρησταῖς γυναιξὶ, τιμῆσαι δὲ καὶ τὸν ἡμέτε‐ ρον διδάσκαλον Ἰησοῦν τῇ σπουδῇ τῆς ἱστορίας. Ὁ γὰρ τοὺς ἐκείνου φίλους τιμῶν, εἰς ἐκεῖνον παραπέμπει τὸ δῶρον· φιλάνθρωπος γὰρ ὢν, εἴωθεν ἀεὶ τὰς ὑπὲρ ἐκεί‐ | |
70 | νων οἰκειοῦσθαι τιμάς. Αὐτός ἐστιν ὁ εἰρηκὼς ἐν τοῖς Εὐαγγελίοις· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με Ἦν δέ τις, φησὶν, ἀσθενῶν Λάζαρος, ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. | |
75 | Ἁπλοῦς ὁ συγγραφεὺς ἀπερίεργον ἱστορίαν παραγα‐ | |
γών· ἁλιεὺς γὰρ ἦν ὁ Ἰωάννης. Μέλλων οὖν παράδο‐ | 771 | |
62.773 | ξον ἔργον ἐκτιθέναι, οὐκ ἐθεράπευσε τῇ λέξει τὸν ἀκροατήν. Βλέπε ὃ λέγω· Ἔγραψεν εἰς Βηθανίαν τὴν κώμην τὸ θαῦμα, τὸν τρόπον, τὰς παρούσας καὶ μὴ παρούσας γυναῖκας, τί ἐλέχθη, τί ἐπράχθη, ποῦ ἀπήντη‐ | |
5 | σαν τῷ διδασκάλῳ, πῶς ἐδάκρυσε, πῶς παρεκάλεσαν, πῶς ἐνεκάλεσαν πενθοῦσαι τῷ Δεσπότῃ, ὅτι μὴ παρῆν τελευτῶντι Λαζάρῳ, μηδ’ ἔκλεισε τῷ λόγῳ τοῦ θανά‐ του τὰς πύλας, μηδ’ ἐπέσχε τῆς ἀπωλείας τὰ κύματα· κυβερνήτου γὰρ παρόντος, τὸ σκάφος, ἂν ἐσώθη. Καὶ | |
10 | ἔγραψεν ἐν Ἐφέσῳ καθήμενος, ὡς δι’ ἀκτημοσύνην καὶ πενίαν μηδὲ μέλανι καὶ χάρτῃ ἰδίῳ χρήσασθαι. Γράψαντος τοίνυν Ἰωάννου, πάντες συντρέχουσιν ἰδεῖν τάφον, νεκρὸν ἀπολέσαντα, βασιλεῖς, ἰδιῶται, δικασταὶ, βαρβάρων φυλαὶ, στρατιωτῶν ἔθνη. Τί λέγω τάφον; ἡ | |
15 | θήκη Λαζάρου γέγονεν ἐκκλησία. Πάντες γὰρ ἐπείγον‐ ται αὐτόθι προσεύξασθαι, ὅπου Ἰησοῦς προσηύξατο, τῇ κοινωνίᾳ τοῦ σχήματος τὴν ὠφέλειαν ποριζόμενοι. Ἦν τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας τῆς κώμης Μα‐ ρίας καὶ Μάρθας. Μηδεὶς τόπον ὑπεροράτω· παντα‐ | |
20 | χοῦ γὰρ ὁ Θεὸς, καὶ ἐν κώμῃ, καὶ ἐν πόλει, καὶ ἐν ὄρε‐ σιν οἰκεῖ· πάντα ἐφορᾷ· πανταχοῦ γὰρ ὁ Θεὸς, οὐ τό‐ ποις προσέχων, ἀλλὰ γνώμαις εὐσεβῶν. Ὁ Λάζαρος ἔκαμνε, καὶ ὑπὸ τῆς νόσου κατηπείγετο. Ἐνταῦθα αἱ περὶ τὴν Μαρίαν καὶ Μάρθαν πισταὶ γυναῖκες οὐκ ἐπέν‐ | |
25 | θησαν πρὸς τὸ κακὸν, οὐκ ἀπηγόρευσαν πρὸς τὴν τοῦ πυρετοῦ προσβολὴν, οὐ φάρμακα ἐζήτησαν, οὐ γείτο‐ νας, οὐκ ἰατρὸν παρεκάλεσαν· περιττὸν γὰρ ἦν, Ἰη‐ σοῦν ἔχοντας, ἀληθινὸν ἰατρὸν, ἕτερον ἐπιζητεῖν· ἀλλ’ ἔγνωσαν ὅθεν σωθῆναι χρὴ καὶ ἀδελφοῦ νοσοῦντος | |
30 | πρεσβευτὰς πέμπουσι τοῦ μέλλοντος θανάτου. Καὶ σὺ τοίνυν, ὅταν παῖς, ἢ μήτηρ, ἢ ἀδελφὸς, ἢ γνώριμος ἀσθενῶν ὑπὸ τῶν κάτω δημίων ἕλκωνται, πέμψον πρὸς τὸν Ἰησοῦν, μὴ ἀνδρὶ διακόνῳ χρώμενος, ἀλλὰ ταῖς σαῖς εὐχαῖς πολὺ τῶν ἀνδρῶν ἰσχυροτέραις οὔσαις, καὶ μί‐ | |
35 | μησαι τὰς περὶ τὴν Μάρθαν γυναῖκας. Τί λέγουσιν; Οὐ, Παρακλήθητι· οὐκ, Ἐπείχθητι· οὐκ, Ἐλθὲ, δὸς τὴν χάριν· ἀλλὰ τί φασι; Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ. Ἐπετηρήσατο ὁ θάνατος τὴν σὴν ἀποδημίαν, καὶ τὸν σὸν ἐκβιάζεται φίλον. Ἐπίστηθι Λαζάρῳ κλεπτομένῳ, | |
40 | ἁρπαζομένῳ, πολεμουμένῳ, πολλοῖς τοξεύμασι βαλλο‐ μένῳ, πυρετῷ καὶ ἀλγηδόσι καὶ νέφει κακῶν· ἄδηλον δὲ, εἰ καὶ τὸν φίλον εὑρήσεις. Ἤκουσεν ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἀσθένεια αὐτὴ οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς | |
45 | τοῦ ἀνθρώπου δι’ αὐτῆς. Τί οὖν θαυμάσω; τῶν λε‐ χθέντων τὴν πρόνοιαν, τὴν προφητείαν, τὴν ἔκβασιν; τὸ ὑπὲρ ἄνθρωπον ἐπίταγμα, τὴν ἀπόῤῥητον φιλαν‐ θρωπίαν, τὴν ἐπιείκειαν τῶν λόγων, τὴν πρὸς τὸν Πα‐ τέρα τιμήν; Πάντα εὑρίσκω Θεοῦ. Προεῖπεν ὡς Θεὸς, | |
62.773(50) | Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, καὶ ἐπ‐ ήγαγε μετ’ οὐ πολὺ τὸ ἔργον. Ἀνέπεμψε τὴν δόξαν τῷ Θεῷ, μίαν εἶναι Πατρὸς καὶ Υἱοῦ δεικνὺς δοξολογίαν· παρεμυθήσατο τῇ φάσει τὰ ἀδελφὰς, χρηστὰς ἐλπίδας αὐταῖς ἐπιδοὺς, εἰπών· Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι | |
55 | πρὸς θάνατον. Οὐκ ἀποθνήσκει Λάζαρος. Εἰ γὰρ μὴ δίδοται τῷ θανάτῳ, μένει ζῶν. Ἀλλὰ δίδοται, καὶ οὐ δίδοται. Ὅταν γάρ τις, ὃ ἔλαβεν, ἀποδῷ, τῇ ἀληθείᾳ οὐ λαμβάνει. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, φησὶν, ἐν τῷ τόπῳ ἐκείνῳ ἔμεινε δύο ἡμέρας. Διὰ τί ἔμεινε; | |
60 | Τὸν χρόνον ἐδαπάνησεν, ἵνα σαφῶς τὸν Λάζαρον ὁ θά‐ νατος λάβῃ· ἵνα τὸ κῦμα παρερχόμενον τὸ σκάφος βαπτίσῃ. Εἰ γὰρ παρῆν, ἐδραπέτευσεν ἂν ὁ πυρετὸς, καὶ τῇ φύσει τοῦ νοσήματος ἐλογίζετο τὸ γινόμενον· εἰ δὲ καὶ τῷ Ἰησοῦ, ἀλλὰ καταδεέστερον τὸ θαῦμα. Ἔλαβε | |
65 | τοίνυν αὐτὸν ὁ κοινὸς τῶν ἀνθρώπων θάνατος, καὶ τοῦ‐ τον εἶχε δεσμώτην. Μετὰ ταῦτα ὁ Ἰησοῦς, ὁ μὴ παρὼν, ὁ μὴ ψηλαφήσας, ὁ μὴ αὐτοπτήσας τοῖς μὴ εἰδόσι λέ‐ γει· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ἀλλὰ πο‐ ρεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Πολλὴ τῶν ἀνθρώπων | |
70 | παραμυθία· ὁ θάνατος εἰς ὕπνον μετεβλήθη, ἡ ἀπ‐ ώλεια εἰς σωτηρίαν μετηνέχθη λόγῳ. Μηδεὶς τοίνυν τοὺς τεθνεῶτας ἀπαγορεύσῃ· πάντες γὰρ ζῶσι τῷ Θεῷ, ὅτε θέλει καθεύδοντες, καὶ ὅτε θέλει ἐγειρόμενοι. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ, ἀγνοήσαντες τοῦ αἰνίγματος τὸν λό‐ | |
75 | γον· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Θεραπεία γὰρ τοῖς κάμνουσιν ὁ κατὰ φύσιν ὕπνος. Τότε λέγει αὐτοῖς παῤῥησίᾳ· Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς. Καὶ τίς ἐπὶ νεκρῷ χαίρει; τίς εὐφραίνεται ἐπὶ φίλου τεθνεῶτος; σκυθρωπάζειν ἔδει καὶ λυπεῖσθαι | |
80 | πολέσαντας τοὺς ἑαυτῶν. Ἀλλὰ, Χαίρω δι’ ὑμᾶς, ὅτι | Column end |
62.774 | οὐκ ἤμην ἐκεῖ. Εἰ γὰρ ἤμην, ὁ πυρετὸς ἐσβέννυτο λόγῳ, καὶ ἔλαττον ἐδείκνυτο τὸ θαῦμα, ἢ συνηθείας τὸ πρᾶγμα ἐνομίζετο· νῦν δὲ ἔμεινα, ἵνα ὁλοκλήρως ὁ λύκος τὸν ἀμνὸν διαρπάσῃ· κατέπιε γὰρ ὁ θάνατος | |
5 | ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῆς γῆς. Ἦλθον, ἠπείχθησαν ἐπὶ τὴν Βηθανίαν, οὐ τὴν πυρκαϊὰν σβέσαι δραμόντες, ἀλλὰ τῆς πυρκαϊᾶς τὴν κόνιν θεάσασθαι· τάχα δὲ, ὅτε λείψανα ναυαγίου εὑρεῖν ἠδύναντο· ἤδη γὰρ ὦζε τετραήμερος | |
10 | ὤν. Ἐπὶ γὰρ τῶν ναυαγίων ἐστι καὶ τρόπιν εὑρεῖν, καὶ σανίδας συναγαγεῖν, καὶ κέρας λαβεῖν. καὶ πηδάλια εἰς ἑτέρας νηὸς χρῆσιν φυλάξαι, καὶ πολλῇ σπουδῇ χρη‐ σαμένους μέρος τι τοῦ φόρτου διασῶσαι· ἐπὶ δὲ τοῦ Λαζάρου πάντα φορτικὰ, καὶ παῦσις, καὶ δυσωδίας | |
15 | ἀνάδοσις. Τὸ πένθος ἦν ἐν ἀκμῇ, καὶ ὁ νεκρὸς ὑπὸ τὸν λίθον κατείχετο. Καὶ πολλοὶ, φησὶ, τῶν Ἰουδαίων ἐλη‐ λύθεισαν ἀπὸ τῆς πόλεως, ἵνα παραμυθήσωνται τὰς ἀδελφὰς τοῦ τεθνεῶτος. Μάρτυρας ἔχω, φησὶ, τῆς ἐσομένης χάριτος, ἵνα μὴ τὸ ἔργον κλοπὴ νομισθῇ, | |
20 | ἀλλ’ ἀληθείας ἀσφάλεια. Ἦλθεν ὁ Ἰησοῦς, κυβερνή‐ της μετὰ ναυάγιον, ἰατρὸς μετὰ νεκρόν. Καὶ τί ἦλθες ὧδε, ὦ Δέσποτα; ἵνα ἐγκληθῇς, ὡς ῥᾳθυμήσας τοῦ φίλου, ὡς παριδὼν ἀπολλύμενον, ὡς μὴ συνταξάμενος μέλλοντι τελευτᾷν; Ἤκουσεν ἡ Μάρθα, καὶ μικρὸν | |
25 | τοῦ λυπηροῦ σχήματος φροντίσασα ἔρχεται δρομαία κατὰ τὴν ὁδὸν, καὶ ἐγκαλεῖν ἄρχεται τῷ Σωτῆρι πεν‐ θικῶς· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Ποιμένος γὰρ παρόντος, πῶς ἀπόλλυται πρόβατον; στρατηγοῦ μαχομένου, πῶς διηνοίγοντο | |
30 | πύλαι; ἡλίου φαίνοντος, πῶς ὁ χρυσὸς ἐσυλᾶτο; Κύ‐ ριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. Ἄπιστος ὁ λόγος, ἔτι δὲ καὶ ἀσθενής· κεραμέως γὰρ παρόντος, δυνατὸν ἦν τὸ διαπεσὸν σκεῦος πάλιν ἀνα‐ πλασθῆναι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ | |
35 | ἀδελφός σου. Ἡ δὲ πρὸς αὐτὸν, Οἶδα ὅτι ἀνα‐ στήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Εἶπε δὲ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις. Τί τοίνυν, ὃ ἔχεις, ζητεῖς, Ἔκδεξαι μικρὸν, καὶ ὄψει τὴν χάριν. Ἤκουσεν, ἐπί‐ στευσεν ἡ Μάρθα, καὶ τὴν ἀδελφὴν ἐπεγείρει, καὶ δρο‐ | |
40 | μαῖοι φέρονται πάντες οἱ πενθοῦντες, οἱ τὸ πάθος πα‐ ραμυθούμενοι. Πάλιν ὁ Ἰησοῦς ἐν ὄχλῳ καὶ ἐν γάμῳ καὶ ἐν πένθει, πανταχοῦ τοῖς πιστεύουσι λύων τὰς δυσκολίας. Ὡς δὲ εἶδε τὸ πένθος καὶ τὰ δάκρυα, λέγει ὁ Ἰησοῦς· Ποῦ τεθείκατε αὐτόν; Διὰ τί ἐξετάζεις, ὦ | |
45 | Δέσποτα; μὴ παρὼν ᾔδεις τὸν θάνατον, καὶ παρὼν οὐκ οἶδας τὸν τόπον, ἀλλὰ λέγεις, Ποῦ τεθείκατε αὐτόν; Δότε μοι, φησὶ, τοὺς θάψαντας, τοὺς καταδήσαντας, τοὺς ἐνειλίξαντας τὸν νεκρόν. Οὗτοί μου μάρτυρες τῶν ἐσομένων καταστάντες γνωρίσωσι τὰ ἑαυτῶν, ἵν’, ὅταν | |
62.774(50) | ἴδωσι τὸν ὑπ’ αὐτῶν ταφέντα ἀναστάντα, μὴ φαντασίαν εἶναι νομίσωσι τὸ ἔργον. Ἦλθεν ἐπὶ τὸ μνημεῖον ἠνέσχετο δεικνύντων ὁ πάντα εἰδώς· μετὰ ταῦτα καὶ ἐδάκρυσε. Καὶ τί δακρύεις, εἰ ἀληθεύεις ὃ ὑπέσχου, εἰ μέλλεις αὐτὸν ἐγείρειν; Ἀλλὰ δακρύει τὸν ἄνθρω‐ | |
55 | πον, δεικνὺς τὸ φιλάνθρωπον τῆς γνώμης· τάχα δὲ καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, ὅτι καὶ μετὰ τοῦτο τὸ θαῦμα πάλιν τῇ ἀπιστίᾳ παρέμειναν. Τινὲς γὰρ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοί‐ ξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ | |
60 | οὗτος μὴ ἀποθάνῃ; Ἠδύνατο. Τί δὲ προσλαμβάνετε τὴν λοιδορίαν; μείνατε, καὶ βλέπετε τὸ ἔργον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. Παράδοξος ὁ λό‐ γος. Ὁ πύλας χαλκᾶς ἀνατρέπων, καὶ μοχλοὺς σιδηροῦς συντρίβων τοῦ θανάτου, λέγει, Ἄρατε τὸν λίθον; διὰ | |
65 | τί τῳ λόγῳ τὸν λίθον οὐκ ἀφορμάζεις, Δέσποτα; Ἄρατε, φησὶν, ὑμεῖς οἱ συκοφάνται τὸν λίθον, οἱ ἄπιστοι. οἱ ἀπατεῶνες· ἄρατε, ψηλαφήσατε, πληρο‐ φορήσατε, ἵνα μὴ πάλιν ἑαυτοῖς ἀπιστῆτε, ἀσφαλί‐ σασθε τὴν θέαν. Οὐ σκιὰ ἐξιέναι μέλλει, οὐδὲ φαντα‐ | |
70 | σία· ταῦτα γὰρ καὶ λίθων πεφραγμένων ἐξιέναι δύ‐ ναται. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Ἐχρῆν αὐτὸν δοῦλον ὄντα μὴ τοῖς δεσποτικοῖς χαρίσμασιν ἐξομοιοῦ‐ σθαι. Ὁ μὲν γὰρ Δεσπότης κατὰ τὰς ἰδίας ὑποσχέ‐ | |
75 | σεις τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· αὐτὸς δὲ τεταρταῖος ἐξανίσταται· ἄλλο γὰρ δοῦλος, καὶ ἄλλο Δεσπότης. Λέγουσιν αὐτῷ, Κύριε, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει. Μικρὰ ταῦτα πρὸς Θεόν· οὔπω ὀστᾶ ξηρὰ, οὔπω σαρκῶν καὶ νεύρων ἔρημα, ὥς ποτε ἐπὶ τοῦ Ἰεζεκιὴλ | |
80 | τῶν νεκρῶν τὸ στρατόπεδον χαμαὶ κείμενον, καὶ ἔρη‐ | 773 |
62.775 | μον πάντων, ψυχῆς, αἰσθήσεως, ἀντιλήψεως, ζωτι‐ κοῦ πνεύματος, ἔστη παρὰ τὸν τάφον ἤδη τῆς μελλού‐ σης ἀναστάσεως ἀπόδειξιν ἐναργῆ παρέχον. Ἐσιώπησε Μάρθα, καὶ ὁ λίθος ἀφήρμοστο, καὶ πάντες ἦσαν μετ‐ | |
5 | έωροι, νεκροὶ ζῶντες· τάχα δὲ καὶ ὁ ᾅδης αὐτὸς, ἤδη τῶν πυλῶν τοῦ θανάτου παραλυομένων. Καὶ πρῶτον Ἰησοῦς ὁ Κύριος ἀπὸ δοξολογίας ἄρχεται. Ἦρε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τῆς οἰκείας καθόδου μηνύων τὸν τρόπον, εὐχαριστῶν ὑπὲρ | |
10 | ἡμῶν τῷ Πατρὶ, καὶ λέγων· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἔχων μὲν ἀφ’ ἑαυτοῦ τὴν τῆς ζωῆς χορηγίαν, ποιεῖ δὲ τοῦτο, ἐπειδήπερ πρὸς αὐτὸν ἡ Μαρία καὶ Μάρθα ἔλεγον· Οἴδαμεν ὅτι ὅσα ἂν αἰτή‐ σῃς τὸν Θεὸν, δῴη σοι. Διὰ τοῦτο ἀσθενεστέραν αὐ‐ | |
15 | τῶν τὴν διάνοιαν βλέπων λέγει· Ὅλως οἴδατε, ὅτι εἴ τι ἂν αἰτήσω Πατέρα, δώσει μοι· τοίνυν προέλθετε τῇ διανοίᾳ ἐμοὶ, καὶ τῷ Πατρί. Καὶ λοιπὸν ἐπάγει λέγων· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ | |
20 | τοὺς παρεστῶτας εἶπον. Εἶδες πῶς οὐ δεῖται τῆς προσ‐ ευχῆς; ἀλλὰ τοῦτο ποιεῖ διὰ τὴν τῶν παρόντων ἀπι‐ στίαν. Ἤκουσάς μου, φησὶ, πάντοτε. Μὴ ζήτει τὸ, πότε; ὅσον γὰρ ἐξετάζομεν, οὐ καταλαμβάνομεν. Εὔχῃ μὲν πάντα κατὰ φύσιν ὡς Υἱός· ἐμνημόνευσε δὲ τὴν τι‐ | |
25 | μὴν ἀναπέμπων, ἵνα μίαν συμφωνίαν Υἱοῦ καὶ Πα‐ τρὸς ἐπιδείξηται τοῖς ἀγνοοῦσιν. Ὡς δὲ ἠσφαλίσατο τὴν πίστιν, καὶ τοὺς τῶν ἀκροωμένων λογισμοὺς ὠχύ‐ ρωσε, λοιπὸν ἐπὶ τὸ ἔργον χωρεῖ. Λάζαρε, δεῦρο ἔξω. Οὐκ ἐδιπλασίασε τὸν λόγον, ἵν’ ὁ εἷς μόνος ἀναστῇ, | |
30 | καὶ μὴ ὁ δῆμος τῶν νεκρῶν ἄτακτον δράμῃ δρόμον. Ἕνα ζητῶ νεκρὸν, μὴ πάντες ἔλθητε· οὔπω γὰρ ἐκεί‐ νου τοῦ νεύματος ὁ καιρός. Ὅτε ἀκούσουσιν οἱ νεκροὶ τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαν‐ τες ζήσονται. Εἷς μόνος ἡκέτω τέως, εἷς λυέσθω διὰ | |
35 | τὴν τοῦ ἑνὸς Μονογενοῦς φιλίαν, ἑνὸς δέομαι δεσμώ‐ του. Μηδεὶς ἀντιταττέσθω τῶν κάτω, μὴ πυλωρὸς ἀφανὴς, μὴ δεσμοφύλαξ βαρὺς, μὴ οἱ κάτω κλειδοῦ‐ χοι μελετήσαντες πάντες λαμβάνειν. Μάθε τοὺς ἐμοὺς | |
πρῶτον διδόναι. Καὶ σὺ δὲ, ὦ ᾅδη, σιώπα, πεφίμωσο, | Column end | |
62.776 | μηδὲν ξένον παθὼν, Δεσπότῃ ὑπακούων, μηδὲν τού‐ των προσποιούμενος. Ἄνθρωπος φυγὰς γίνεται τῶν σῶν προθύρων. Λάζαρε, δεῦρο ἔξω· νίκησον θάνατον τοῖς ἐμοῖς ἐπιτάγμασιν, νίκησον θάνατον συλήσας τὰ | |
5 | κάτω. Ἔτι μένω δεδεμένος, ἤδη κατ’ αὐτοῦ στε‐ φανούμενος. Ἐξῆλθεν ὁ Λάζαρος δεδεμένος καὶ βαδίζων ἐξῆλθε πάντα δεδεμένος, καὶ ὅλος κινούμενος· ὅλος γὰρ δι’ ὅλου σφιγγόμενος ἦν πόδας καὶ χεῖρας, κατὰ τὸν ἐπιχώριον τῆς ταφῆς τρόπον. Οὐδὲ ἦν λοιπὸν | |
10 | ἔξω θανάτου καὶ τάφου. Πάλιν ἐπιτάσσει ὁ Ἰησοῦς καινὸν ἐπίταγμα· Λύσατε αὐτὸν, φησὶ, καὶ ἄφετε ὑπάγειν. Διὰ τί αὐτομάτως οὐ λύεται ὁ θάνατον φυ‐ γὼν, ὁ τὴν κάτω φρουρὰν ἀνατρέψας· Ὑμεῖς λύσατε οἱ πάλαι δήσαντες, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνῶτε | |
15 | τὰ σήμαντρα. Ὡς δὲ ἤκουσαν ταῦτα οἱ Φαρισαῖοι, ξέ‐ νον βουλευτήριον συγκροτοῦσι λέγοντες, Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος τοιαῦτα σημεῖα ποιεῖ; Με‐ γάλα ἐγκλήματα· νεκρῶν ἐγειρομένων θάνατος θανα‐ τοῦται, καὶ Λάζαρος ἀνίσταται ἐκ νεκρῶν· οἱ δὲ Ἰουδαῖοι | |
20 | νεκροῦνται τῇ γνώμῃ. Μὴ ἀτελὲς τοίνυν κάθησθε βου‐ λευτήριον, ἀλλὰ πρόσθετε τὸν τοῦ ἐγκλήματος λόγον, καὶ εἴπατε· Τί ποιοῦμεν, ὅτι μετ’ ὀλίγας ἡμέρας ἄνωθεν ἥλιος σκοτίζεται, κάτωθεν γῆ τρέμει μὴ φέ‐ ρουσα τὰ πεπραγμένα, ἔνδοθεν τοῦ ναοῦ τὸ καταπέ‐ | |
25 | τασμα διαῤῥήγνυται, νεκρῶν δῆμος πρὸς ζωὴν ἐπ‐ ανέρχεται; Πάλιν εἴπατε· Τί ποιοῦμεν, ὅτι ναὸς λύεται, ὅτι λατρεία παύεται, ὅτι ἡ πόλις ἐμπίπραται, ὅτι ἡμεῖς ἐκβαλλόμεθα, καὶ ἕτεροι ἀνθ’ ἡμῶν κληρονό‐ μοι καθίστανται; Τί ποιοῦμεν, ὅτι πάντα μεταφέρε‐ | |
30 | ται, προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, παν‐ ήγυρις, λατρεία; καὶ Θεὸς δέξεται. Περὶ τούτων σκέψασθε, περὶ τούτων βουλεύσασθε· αἱ γὰρ τῶν λό‐ γων λέξεις ἀνωφελεῖς εἰσιν ὑμῖν, ἡ γνώμη μένει· λό‐ γον γὰρ ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμένει ἐν ὑμῖν. | |
35 | Ἅπαξ τοίνυν δέδωκεν ὁ Θεὸς οἷς δέδωκεν, ἀεὶ ἑορτά‐ ζειν, ἀεὶ πανηγυρίζειν, καθ’ ἕκαστον ἔτος ἀνανεοῦσθαι τῆς πανηγύρεως τὸν λόγον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ ρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 775 |