TLG 2062 332 :: JOANNES CHRYSOSTOMUS :: De eleemosyna [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De eleemosyna [Sp.]

Citation: Vol — pg — (ln)

62

.

769

(5t)

Περὶ ἐλεημοσύνης.
6 Φησὶν ἡ θεία Γραφὴ, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ὅρα τίνα χρεωφειλέτην κτῶνται οἱ ἐλεήμονες, πῶς μέγαν, πῶς εὔπορον. Ἀνθρώπῳ μὲν ἐὰν δανείσῃς ἢ χρυσίον, ἢ ἀργύριον, ἢ σῖτον, ποιεῖς γραμματεῖον,
10καὶ τὴν χεῖρα τὴν δεδομένην δεσμεύεις τοῖς γράμμασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο, ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς καὶ τῷ πένητι, καὶ ὁ Θεὸς προσκαλεῖται καὶ προσφωνεῖ ἀπολαβεῖν τὰ δάνεια, ἃ ἐδάνεισας τῷ πέ‐ νητι· σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχὶ ἁπλῶς
15ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας λέγων λέ‐ γει, καὶ ἐλάττων πολλοῖ. Ὁμοίως καὶ ὁ ἀγοράζων, ὀλίγον μὲν ἔρχεται διδόναι, περισσότερον δὲ ὁ πω‐ λῶν· καὶ οὕτως εἰς μέσον τιμὴν στήσαντες τὰ σύμφορα πραγματεύονται. Καὶ ὅτε μετὰ τοσούτου κόπου κτήσῃ
20ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές· πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμος εὑρέθη, καὶ γίνεται διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις, οὐχ ὁδοιπορίας κόπους, οὐ καύσωνα, οὐ χαυνότητα, οὐ λύ‐
25πην ἀποτυχίας, οὐδὲν τούτων. Ἔσω καθημένου σου εἰς τὴν οἰκίαν, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει σοι· Δὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπό‐ τριμμον ἱμάτιον, καὶ λάβε βασιλείαν οὐρανῶν. Πλὴν οὐκ ἀναγκάζει σε διδόναι ὃ οὐκ ἔχεις, ἀλλ’ ἐξ ὧν ἰσχύ‐
30εις. Ἀλλὰ σὺ λέγεις μὴ θέλων ἀγοράσαι τὸν παράδεισον τοῦ Θεοῦ. Οὐκ ἔχω ἄρτον. Δὸς ἕνα ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος, δὸς ὃ θέλεις, δὸς ὃ ἔχεις· πάντα ὁ Χριστὸς δέχεται· μόνον ἀγόρασαι τὸν παράδεισον· μίμησαι τὴν χήραν ἐκείνην τὴν Σαραφθείαν, [λέγων·] Ἣ τὴν δρᾶκα
35ἀλεύρου ἔδωκε, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐκληρο‐ νόμησε· καὶ πάλιν ἄλλην χήραν τὴν ἐν τῷ Εὐαγγελίῳ μνημονευομένην, τὴν μηδὲν ἔχουσαν ἄλλο, εἰ μὴ δύο λεπτὰ μόνον, καὶ ταῦτα βαλοῦσα ἐν τῷ γαζοφυλακίῳ ἠγόρασε τὸν παράδεισον. Οὐ ζητεῖ ὁ Θεὸς ὄγκον χρη‐
40μάτων, ἀλλὰ ψυχὴν ἐλεήμονα, καὶ καρδίαν εὐπροαί‐ ρετον. Δὸς πένητι, κτῆσαι τὸν Θεὸν χρεωφειλέτην· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Καὶ πότε, φησὶν, ὁ δανεισάμενος ἀποδίδωσιν; Ὅτε ἀφῇς τὰ ἐνταῦθα ἅπαντα χρήματα, τὰς οἰκίας, τὸ χρυσίον, τὸ ἀργύριον,
45τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἐκεῖ ἀπέρχῃ πάντα τὰ ἐνταῦθα καταλιπών· τότε ὁ δανεισάμενος μετ’ εὐχαριστίας ἀποδίδωσι. Πρόπεμψόν σου τὰ χρή‐ ματα, μὴ περιμένῃς χρόνους, μὴ τηρήσῃς αὐτὰ, ἵνα μὴ ἀπολέσῃς τὴν αἰώνιον ζωήν. Ἄδηλος ὁ θάνατος,

62

.

769

(50)

οὐκ οἶδας πότε ἔρχεται, οἵᾳ ὥρᾳ οὐ γινώσκεις ἐκπορεύῃ· καὶ σὺ μὲν ἐκεῖ ὑπάγεις, τὰ δὲ χρήματα ὧδε μένει, καὶ ἄλλοι τὸν πλοῦτόν σου καταμεριζόμενοι, οὐδὲ μνήμην τοῦ ὀνόματός σου ποιοῦσι· πολλάκις δὲ οἱ κληρονόμοι σου ἀνασκάπτουσί σου τὴν οὐσίαν, καὶ καταρώμενοί σε.
55Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν αἰῶνα τὸν ἀτελεύ‐ τητον, μήποτε εἰς τὸν τόπον ἀπέλθῃς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὡς πλούσιος διὰ Λάζαρον. Δεῦτε, οἱ εὐλογη‐ μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
60Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· καὶ τὰ ἑξῆς. Ὅρα τί λέγει ὁ Ποιητὴς τοῦ κόσμου. Οὐ λέγει, Βασιλεὺς ἤμην, καὶ ἐφοβήθητέ με· οὐδὲ, Ἄρχων, καὶ ἐτιμήσατε· ἀλλὰ, Γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με. Ὄν‐
65τως οὐδὲν ἴσον τῆς ἐλεημοσύνης· πένης δαπανᾷ, καὶ ὁ Θεὸς ἀποδίδωσι. Δανεισάμενος ὁ Θεὸς ἀπὸ τῶν πενή‐ των καὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, οὐκ ἀποδί‐ δωσι μόνον τὸ δάνειον, ἀλλὰ κληρονόμους αὐτοὺς ποιεῖ τοὺς δανειστὰς, λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ
70Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ πότε, φησὶν, ἡτοιμάσθη; Ὅτε σὺ τοῖς πένησι τροφὰς καὶ
ἐνδύματα παρεῖχες, ὅτε σὺ ταῖς ἐκκλησίαις καὶ ἐν τοῖςColumn end

62

.

770

(4)

μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων
5ἐπετέλεις, ὅτε σὺ εἰς τὸν οἶκόν σου ὑπεδέχου, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου· ὅτε σὺ ταῦτα ἐποίεις, ἐγώ σοι ταύτην τὴν βασιλείαν ἡτοίμαζον. Ὅταν μέλλῃς ἐξέρχεσθαι τοῦ βίου, μὴ περιμένῃς τὴν ξενίαν αὐτῆς· οἰκοδεσπότης προσυπαντᾷ σοι λέγων·
10Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομή‐ σατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτί‐ σατέ με. Βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, πῶς οὐ‐ δεμία ἀρετὴ συγκρίνεται αὐτῇ ἢ προτιμᾶται. Οὐκ εἶπε
15γὰρ, ὅτι Παρθενίαν ἐφυλάξατε, ἢ ὅτι δι’ ἐμὲ ἐνηστεύ‐ σατε· οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ μόνον, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη δὲ καὶ ἡ νηστεία, καὶ ἡ παρθενία, καὶ αἱ λοιπαὶ ἀρεταὶ, ἀλλ’ οὐδὲν ἴσον τῆς ἐλεημοσύνης. Πρόπεμψόν σου τὸν κόσμον εἰς τὸν ἐκεῖ
20κόσμον τὸν ἀτελεύτητον, καὶ εὑρήσῃ ἐν τῷ αἰῶνι ἐκείνῳ ταῦτα, ἅπερ ἐνταῦθα παρέχεις, καθὼς καὶ ὁ Κύριος λέγει· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν’, ὅταν ἐκλίπητε, ὑμᾶς δέξωνται εἰς τὰς αἰωνίους σκηνάς. Ὦ φιλία Δεσπότου, ἡ ἀσυνεσία πλουτούντων·
25αὐτὸς παρακαλεῖ, καὶ ὁ πλούσιος ὀδυνᾶται. Οὐ συνίης, ἄνθρωπε, τί ἐστι πρόνοια Θεοῦ; οὐκ ἠδύνατο δοῦναι καὶ τῷ πένητι χρήματα ὅσα δέδωκέ σοι, καὶ σὲ πλου‐ τίσαι κἀκεῖνον Θεός; οὐκ ἠδύνατο ὄμβρους χρυσίου κατενέγκαι, καὶ τοὺς πένητας πλουτίσαι; μή σε ἔχει
30τιμῆσαι ὁ Θεὸς διὰ τὸν πλοῦτον; Νόησον τί σε μέλλει γενέσθαι· βλέπε ἐν τῷ τάφῳ τὰ γεγυμνωμένα ὀστᾶ· τί διαφέρεις ἐκεῖ πλούσιος, ἢ πένης; οὐ πάντες τέ‐ φρα; οὐ πάντες κόνις; ποῦ ἐκεῖ βασιλεύς; ποῦ ἄρ‐ χων; ποῦ δυνάστης; ποῦ πένης; ὄντως πάντες ἴσοι
35νεκροὶ, καὶ ὀστέα ἕρποντα, πλῆθος σκωλήκων. Τί ὑπερηφανεῖς τὸν πένητα, τί βδελύσσῃ τὸν ἀσθενῆ; οὐ θεωρεῖ ὁ Θεὸς κἀκεῖνον, καὶ σέ; οὐκ ἔστι κἀκεῖνος ὁμοίωμά τι αὐτοῦ; Νόησον ὅτι αὐτὸν τὸν πένητα ὁ Θεὸς καλεῖ ἀδελφὸν, καὶ προτιμότερόν σου ποιεῖ ἐν
40τῇ ἡμέρᾳ ἐκείνῃ. Ὁ Θεὸς γὰρ ἄδικος οὐκ ἔστιν· οὐκ ἀποστερεῖ τὸν πένητα τὴν αἰώνιον ζωὴν, καὶ βασι‐ λείαν τὴν ἐπουράνιον, εἴ γε ὑπομείνῃ τὴν πενίαν· σοὶ δὲ δύο παραδείσους οὐ δίδωσιν, ἐὰν μὴ προανα‐ πέμψῃς ἐκ τοῦ Θεοῦ δοθέντων σοι χαρισμάτων. Ἐφ’
45ὅσον γὰρ, φησὶν, οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, οὐδ’ ἐμοὶ ἐποιήσατε, Δεῦρο τοίνυν, ἀκούσωμεν, καὶ πλήρωσον τὰς κοιλίας τῶν πενήτων ἐξ ὧν σοι ὁ Θεὸς ἐχορήγησεν, ἵνα εὕρῃς ἐκεῖ τὰς ἀποθήκας σου γεμούσας. Εἰ γὰρ μακάριος

62

.

770

(50)

ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἅπαξ, πόσῳ μᾶλλον μακαριώτατος ὁ ἐν αὐτῇ κατοικεῖν ἀξιωθεὶς εἰς τοὺς ἀτελευτήτους αἰῶνας; Μή μοι λέγε, ὅτι οἱ πένητες ἄποροί εἰσι, καὶ οὐκ ἔχουσί τί μοι δοῦναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ ἐγγυητὴς αὐτῶν πλούσιός ἐστι.
55Μὴ γὰρ τοὺς πένητας ἀπαίτησαι, ὁ Θεὸς δοῦναί σοι ἐκεῖνος ἀποδίδωσι καὶ τοῖς πένησι τὰς δωρεὰς, ὁ ἐν‐ ταῦθα τὴν ζωὴν ἡμῶν κυβερνῶν, καὶ ἐκεῖθεν ἡμᾶς δια‐ σώσει, εἴ γε ποιῶμεν τὰ ἀρεστὰ αὐτῷ. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀντ‐
60αποδώσει αὐτῷ· κατὰ τὴν προαίρεσιν, λέγει. Ὅπου γὰρ ἀγαθὴ προαίρεσις, ἐκεῖ δαψιλὴς χορηγία. Φοβηθῶμεν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἀποστελεῖ ὁ οἰκοδεσπότης εἰς τὴν **ρίαν τοῦ σίτου, καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
65Ὁ γὰρ οἰκοδεσπότης ὁ Κύριός ἐστιν, οἱ δὲ θερισταί εἰ‐ σιν οἱ ἄγγελοι, ὁ σῖτος δὲ οἱ δίκαιοι, τὸ δὲ ἄχυρον οἱ ἁμαρτωλοί. Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥριμος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς ἀφ’ ἡμῶν· μεθ’ οὗ
70τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.769