TLG 2062 331 :: JOANNES CHRYSOSTOMUS :: In annuntiationem deiparae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In annuntiationem deiparae [Sp.]

Citation: Vol — pg — (ln)

62

.

763

(53t)

Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου, καὶ κατὰ Ἀρείου δυσσεβοῦς.
54Τῇ προτέρᾳ Κυριακῇ τὴν ὀρθόδοξον ταύτην Ἐκκλη‐
55σίαν οὐράνιον χορείαν ἐκάλεσεν ὁ τῆς ἀκτίστου Τριά‐ δος μύστης καὶ ἐξηγητὴς, ὁ μέγας Βασίλειος, ὁ θεοδίδα‐ κτος ῥήτωρ, ὁ τῆς ἀληθείας συνήγορος, ὁ γενναῖος τοῦ ψεύδους κατήγορος, ὁ τῆς Ἀρειανικῆς μανίας τὴν λύσσαν θριαμβεύσας, ὡς ἔπρεπεν, ὁ τῷ βίῳ πρὸ τῆς γλώσσης
60λαλῶν, καὶ τῷ λόγῳ μετὰ τῆς πολιτείας βοῶν, ὁ τῆς πόλεως ταύτης γνωριμώτατος κόσμος, ὁ τῆς Ἐκκλη‐ σίας ἀστὴρ, ὁ τοῖς ἐχθροῖς τῆς εὐσεβείας, ὥσπερ λύ‐ κοις, ὡς γενναῖος στρατιώτης παραταττόμενος, καὶ τῇ γλώττῃ, καθάπερ σφενδόνῃ, χρώμενος κατὰ τῶν ἀσε‐
65βῶν· ὁ τῆς ποίμνης ταύτης ἄγρυπνος φύλαξ, καὶ τῆς ἁγίας μάνδρας πάνσοφος τειχιστής. Καὶ καθάπερ ἡ ἐπὶ τοῦ Νῶε περιστερὰ τὸν κλάδον τῆς ἐλαίας ἐπὶ τοῦ στό‐ ματος φυλάξας ἀειθαλῆ, καὶ τοῦτον ἔγκαρπον κομίσας ἡμῖν· οὕτω καὶ οὗτος ἐδάνεισε τῇ πρὸ ταύτης Κυριακῇ
70τὴν ἑαυτοῦ γλῶτταν τῷ πνεύματι, καὶ τοῖς θείοις αὐτοῦ ῥήμασι τὸν Ἄρειον κατετόξευσε, τὴν ἐκείνου βλασφη‐ μίαν τῆς τοῦ διαβόλου διδασκαλίας ὑπάρχουσαν. Ἔδει‐ ξεν ἐν τῷ μέσῳ τῶν προβάτων τὸν λύκον, ὡς ἀρνίον καλυπτόμενον τῷ κωδίῳ τοῦ Χριστιανισμοῦ· καὶ περι‐
75ελὼν αὐτοῦ τὸ ἔνδυμα τῆς ὑποκρίσεως, ὡς λύκον ἅρπαγα τοῦτον ἐστηλίτευσε, καὶ τὸ νομιζόμενον πρόβατον εἶναι, τοῖς προφητικοῖς καὶ ἀποστολικοῖς λόγοις, ὡς
λίθοις, χρησάμενος, τὸν θῆρα κατέλευσε. Καὶ καθάπερColumn end

62

.

764

(52)

Δαυῒδ τὸν Γολιὰθ καταβαλὼν, τὴν ἐκείνου μάχαιραν εὗρε χρησιμεύουσαν αὐτῷ πρὸς τὴν τοῦ πολεμίου σφα‐ γήν· οὕτω καὶ τῆς ἡμετέρας παρατάξεως ὁ νέος Δαυῒδ,
55τοῖς ὅπλοις τοῦ Ἀρείου τὸν Ἄρειον κατεκέντησεν. Ὑπέγραψε τῷ λόγῳ, πῶς ὁ Θεὸς καὶ Πατὴρ, ἄχρονος ἦν τοῦ Λόγου Πατήρ· πῶς συναΐδιος ὁ Υἱὸς τῷ Πατρί· πῶς ὁμοούσιος, οὐχ ἑτεροούσιος· πῶς συνεργὸς, ἀλλ’ οὐχ ὑπουργός· πῶς ποιητὴς, ἀλλ’ οὐχὶ ποίημα· πῶς
60Δεσπότης, οὐ δοῦλος· πῶς ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως· πῶς Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πῶς ὁ Λόγος σὰρξ ἐγένετο μὴ τραπεὶς, σὰρξ ἐγένετο μὴ μεταβληθεὶς, σὰρξ ἐγένετο μὴ ἀλλοιωθεὶς,
65καὶ ἐσκήνωσεν ἐν ἡμῖν, σκηνὴν ἀχώριστον τῆς ἑαυτοῦ θεότητος τὴν ἡμετέραν φύσιν κατασκευάσας αὐτὸς ἑαυτῷ. Οὕτως οὖν οὗτος ὁ κήρυξ τῆς ἀληθείας ἐκήρυξεν· αὐτὸν γὰρ εἶχε τὸν Χριστὸν δι’ αὐτοῦ μὲν φθεγγόμενον· παρὰ δὲ τῶν Ἀρειανῶν βλασφημούμενον. Τούτου χάριν
70οὐρανόθεν μὲν αὐτὸν ἀοράτως εὐφήμουν οἱ ἄγγελοι, ὡς τὴν παρ’ αὐτῶν προσκυνουμένην ὁμοούσιον Τριάδα καλῶς ἐπὶ τῆς γῆς ἀνυμνοῦντα, καὶ δοξολογεῖσθαι διδάσκοντα· ὑμεῖς δὲ κάτωθεν τοῖς δικαίοις κρότοις ἐπισκιρτῶντες ἠγάλλεσθε, καὶ τὸν μιμητὴν τῶν ἀπο‐
75στόλων ἄξιον τῶν ἀποστόλων ἀνηγορεύσατε, ὡς τοῦ
Πέτρου τὴν μακαρισθεῖσαν ὁμολογίαν τῇ γλώττῃ πηγά‐763

62

.

765

ζοντα, ὡς τοῦ Παύλου τὸν ζῆλον τοῖς χείλεσιν ἐκπυρ‐ σεύοντα· καὶ μακαρίαν εἰκότως ἀπεκαλεῖτε τὴν Ἐκ‐ κλησίαν τοιοῦτον κεκτημένην κειμήλιον· καὶ γάρ ἐστι μακαρία ὄντως τοιοῦτον ἔχουσα θησαυρόν. Ταῦτα μὲν
5οὖν κατ’ ἐκείνην τὴν ἡμέραν γεγένηται. Ἐγὼ δὲ σήμε‐ ρον ὑμῖν ὑπανοῖξαι βούλομαι τὰ προπύλαια τῆς ἐναν‐ θρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἵνα κατ‐ οπτεύσητε, πῶς ὁ Θεὸς Λόγος ὁμοούσιος ὢν τῷ Πατρὶ, λαβὼν τὴν ἡμετέραν οὐσίαν, ὁμοούσιος γενέσθαι καὶ
10τοῖς δούλοις ἠθέλησε· πῶς ὁ ὑψηλὸς ἐπέκλινεν ἑαυτὸν οὐρανόθεν πρὸς τὴν ἡμετέραν ταπείνωσιν· πῶς ὁ πλούσιος τὴν πτωχὴν ἡμῶν ἀπαρχὴν περιέθετο· πῶς ὁ ἀπροσδεὴς ἔλαβεν ὅπερ ἔπλασεν, οὐ δεόμενος· πῶς ὁ ποιητὴς τὸ ἑαυτοῦ ποίημα περιέσφιγξε· πῶς μείνας
15Θεὸς ἐγένετο καὶ ἄνθρωπος ὁ φιλάνθρωπος· πῶς ὁ τῆς δικαιοσύνης Ἥλιος ἀνάψας ἐν ἑαυτῷ τὸν λύχνον τοῦ σώ‐ ματος, περιῄει πανταχοῦ ζητῶν τὴν ἀπολλυμένην δρα‐ χμήν· πῶς ὁ ποιμὴν ὁ καλὸς τῇ δορᾷ τοῦ προβάτου τὴν οἰκείαν καλύψας θεότητα περιέτρεχε, καλῶν πρὸς ἑαυτὸν
20τὰ πλανώμενα πρόβατα, καὶ λέγων πρὸς ἕκαστον, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀναγκαῖον δὲ ἡμᾶς εἰπεῖν καὶ τὴν σήμερον ἐν ταῖς Ἐκκλησίαις κηρυχθεῖσαν τῶν ἁγίων Εὐαγγελίων φωνήν· Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς
25πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρ‐ θένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη
30σὺ ἐν γυναιξί. Τῷ μηνὶ τῷ ἕκτῳ, ἤδη τοῦ Ζαχαρίου διὰ τὴν ἀπιστίαν τῇ ἀφωνίᾳ κατακριθέντος, ἤδη τῆς Ἐλισάβετ βλαστησάσης τὸν ἀπροσδόκητον κλάδον, ἤδη τοῦ Βαπτιστοῦ Ἰωάννου χρόνον ἑξαμηνιαῖον ἔχοντος ἐν τῷ τῆς κοιλίας δεσμωτηρίῳ, ἤδη τοῦ προδρόμου προ‐
35ευτρεπισθέντος ἐν τοῖς τῆς στειρώσεως τόποις, ἤδη τοῦ λύχνου λάμποντος ἐν τοῖς σκοτεινοῖς τόποις τῆς γαστρὸς, ἀπεστάλη ὑπὸ τοῦ Ἡλίου τῆς δικαιοσύνης ὁ ἄγγελος Γαβριήλ. Ἄπελθε, φησὶν, εἰς τὴν πόλιν τῆς Γαλιλαίας τὴν Ναζαρὲτ, πρὸς τὴν παρθένον Μαριὰμ τὴν μεμνη‐
40στευμένην τῷ τέκτονι Ἰωσήφ· ἐγὼ γὰρ, ὁ τέκτων τῆς ὅλης κτίσεως, τὴν παρθένον ταύτην ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων μεμνήστευμαι. Προμήνυσον αὐτῇ τὴν ἐμὴν πρὸς αὐτὴν ἀτάραχον παρουσίαν, ἵνα μὴ χωρὶς προ‐ γνώσεως ὑποδεξαμένη με ἡ παρθένος θορυβηθῇ·
45προδίδαξον αὐτὴν τὴν ἐμὴν φιλανθρωπίαν, δι’ ἢν ἐξ αὐτῆς βούλομαι προελθεῖν εἰς τὸν κόσμον ὡς ἄνθρωπος, ἵνα προμαθοῦσα τὸ οἰκονομούμενον, εἰς τὸ τελούμενον μὴ θαμβηθῇ· προκήρυξον τὴν οἰκονομίαν, ἵνα μὴ θεασα‐ μένη τῆς γαστρὸς αὐτῆς τὸν ὄγκον ἐξαίφνης ὑψούμενον

62

.

765

(50)

ταραχθῇ. Ἤδη τῷ δρόμῳ τὴν πορείαν ἐξάνυσον· ἐκεῖ γάρ με εὑρήσεις ὅπου πέμπω σε νῦν· ἐκεῖ σε προφθάνω μένων ἐνταῦθα. Ἐγὼ καὶ πρὸ σοῦ καὶ μετὰ σὲ εἰσέρ‐ χομαι πρὸς αὐτήν· σὺ κόμισον τὰ τῆς ἐμῆς ἀφίξεως εὐαγγέλια, κἀγὼ παραγενόμενος ἀοράτως, τοῖς ἔργοις
55τὴν σὴν σφραγίσω φωνήν. Θέλω γὰρ ἐν τῇ παρθενικῇ νηδύϊ τῶν ἀνθρώπων ἀνανεῶσαι τὸ γένος· θέλω συγκα‐ ταβατικῶς ἀναχωνεῦσαι, ἢν ἔπλασα εἰκόνα· θέλω καινῇ πλάσει θεραπεῦσαι τὴν ἀρχαίαν διάπλασιν. Ἐκ παρ‐ θένου γῆς ἔπλασα τὸν πρωτόπλαστον ἄνθρωπον· ἐκεῖνον
60δὲ λαβὼν ὁ διάβολος ὡς ἐχθρὸν περιέσυρε καὶ κατέβαλε, καὶ τῆς ἐμῆς εἰκόνος πεσούσης κατέπαιξε. Βούλομαι νῦν ἐγὼ ἐκ τῆς παρθένου γῆς ἐμαυτῷ περιπῆξαι νέον Ἀδὰμ, ἵνα καὶ ἡ φύσις ὑπὲρ ἑαυτῆς εὐπροσώπως ἀπο‐ λογήσηται, καὶ νομίμως στεφανωθῇ κατὰ τοῦ καταβάλ‐
65λοντος αὐτὴν, καὶ ὁ πολέμιος εὐλόγως καταισχυνθῇ. Ὢ συγκαταβάσεως ἀμέτρητον πέλαγος! ὢ θείας φιλανθρω‐ πίας ἄπειρον ὕψος· οὐκ ἀπέστειλε πολλοὺς ἀγγέλους, ἢ προδρόμους πολλοὺς ὁ βασιλεύς· οὐκ ἐκίνησεν ὁ δημιουργὸς τὰ στρατόπεδα τῶν ἀσωμάτων δυνάμεων,
70ἀλλ’ ἕνα μόνον ἄγγελον, προάγγελον γενέσθαι τῆς αὐτοῦ παρουσίας ἐκέλευσεν, ἵνα διὰ τῆς τοῦ ἑνὸς διδα‐ σκαλίας προασφαλίσηται τὴν μέλλουσαν αὐτὸν ὑπο‐ δέχεσθαι μητέρα. Παρεγένετο τοίνυν πρὸς τὴν παρθέ‐ νον Μαριὰμ ὁ ἄγγελος, καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπε·
75Χαῖρε κεχαριτωμένη. Προσηγόρευσε τὴν σύνδουλον ὡς δέσποιναν, ὡς ἤδη γεγενημένην τοῦ Δεσπότου μητέρα. Χαῖρε κεχαριτωμένη. Ἡ σὴ πρόγονος Εὔα παραβᾶσα τὸν νόμον, ἀπόφασιν ἔλαβεν ἐν λύπαις τέξειν τέκνα· σοὶ δὲ πρέπει τοῦ χαίρειν ἡ πρόσρησις· ἐκείνη τὸν Κάϊν
80ἔτεκε, φθόνον καὶ φόνον γεννήσασα· σὺ δὲ γεννήσειςColumn end

62

.

766

υἱὸν ζωὴν καὶ ἀφθαρσίαν παρέχοντα πᾶσι. Χαῖρε τοίνυν καὶ χόρευε· χαῖρε καὶ καταπάτει τὴν τοῦ ὄφεως κεφα‐ λήν· Χαῖρε κεχαριτωμένη. Πέπαυται γὰρ ἡ κατάρα, κατήργηται ἡ φθορὰ, μεμάρανται τὰ στυγνὰ, ἀνθεῖ τὰ
5φαιδρὰ, πάρεστι τὸ πάλαι παρὰ τῶν προφητῶν κηρυτ‐ τόμενον ἀγαθόν. Σὲ τὸ Πνεῦμα τὸ ἅγιον ὑπεδείκνυε λέ‐ γον διὰ τῆς Ἡσαΐου γλώττης· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν. Ἡ παρθένος ἐκείνη σὺ εἶ. Χαῖρε τοίνυν κεχαριτωμένη· ἤρεσας τῷ Δημιουργῷ,
10ἤρεσας τῷ Ποιητῇ, ἤρεσας τῷ Κτίστῃ, ἤρεσας τῷ τερπομένῳ τοῖς κάλλεσι τῶν ψυχῶν· εὗρες νυμφίον φυλάττοντά σου τὴν παρθενίαν, οὐ φθείροντα· εὗρες νυμφίον ἐκ πολλῆς φιλανθρωπίας υἱόν σου γενέσθαι βουλόμενον. Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐν σοὶ ὁ παντα‐
15χοῦ, καὶ μετὰ σοῦ καὶ ἐκ σοῦ· ἐν οὐρανῷ ὁ Δεσπότης, ἐν βυθῷ ὁ Ὕψιστος, ἐν πάσῃ τῇ κτίσει ὁ Δημιουργός· ὁ Κτίστης ἐπὶ τῶν Χερουβὶμ, ὁ ἡνίοχος ἐπὶ τῶν Σεραφὶμ, ὁ Υἱὸς ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ Μονογενὴς ἐν τοῖς κόλποις τοῖς σοῖς, ὁ Κύριος, ὡς οἶδεν αὐτὸς,
20ὅλος πανταχοῦ, ὅλος ἐν σοί. Εὐλογημένη σὺ ἐν γυ‐ ναιξὶν, ὅτι πασῶν ὁμοῦ τῶν παρθένων νῦν προκέκρισαι· ὅτι κατηξιώθης ξενοδοχῆσαι τοιοῦτον Δεσπότην· ὅτι τὸν ἀχώρητον βουληθέντα κεχώρηκας· ὅτι τὸν πάντα πληροῦντα προσδέδεξαι· ὅτι τῆς θείας οἰκονομίας γέγονας
25ἐργαστήριον καθαρώτατον· ὅτι τῆς εἰς τὸν βίον εἰσόδου τοῦ βασιλέως ἡμῶν πέφηνας ἄξιον ὄχημα· ὅτι τοῦ πνευ‐ ματικοῦ μαργαρίτου θησαυρὸς ἀναδέδειξαι. Εὐλογη‐ μένη σὺ ἐν γυναιξί. Τούτων ἀκούσασα τῶν λόγων ἡ παναγία παρθένος, καὶ θεασαμένη μορφὴν ἀγγελικὴν
30καὶ φωνὴν, ἐλογίσατο καθ’ ἑαυτὴν [λέγουσα], Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; ἆρα τί βούλεται τοῦτο τὸ πρόσφθεγμα; ἆρα τί μοι προσημαίνει ταῦτα τὰ ῥήμα‐ τα; Ἐμὲ ἐν πρώτοις προσηγόρευσεν ἄγγελος, τίνα οὖσαν, ἢ ποίας ἀξίας τυγχάνουσαν; ἐγὼ κεχαριτωμένη;
35πόθεν, ἢ διὰ τί; ὁ Κύριος μετ’ ἐμοῦ; μετὰ τίνος γὰρ τῶν φοβουμένων αὐτὸν οὐκ ἔστιν ὁ Κύριος; ἐγὼ εὐλο‐ γημένη ἐν γυναιξίν; ἆρα τίνος χάριν, ἢ διὰ τί, καὶ πῶς; ἆρα ποῖον προκηρύττει δῶρον οὗτος ὁ λόγος; ἆρα ποῖον προμηνύει θαῦμα τοῦτο τὸ ῥῆμα; Οὕτω δὲ ταρατ‐
40τομένην αὐτὴν ὁ ἄγγελος θεασάμενος λέγει πρὸς αὐτήν· Μὴ φοβοῦ, Μαριάμ· μὴ γὰρ, ἵνα θορυβηθῇς, ἠσπα‐ σάμην σε· ἵνα πανηγυρίσῃς, προσηνῶς σοι διαλέγομαι. Μὴ τοίνυν ἔχε κατὰ τὴν ψυχὴν τάραχον, τὴν εἰρήνην τῆς οἰκουμένης κεκτημένη μεθ’ ἑαυτῆς. Μὴ φοβοῦ,
45Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Ὑπὲρ τὴν κτίσιν ἐκαλλωπίσθης, ὑπὲρ τοὺς οὐρανοὺς ἐφαιδρύνθης, ὑπὲρ τὸν ἥλιον ἔλαμψας, ὑπὲρ τοὺς ἀγγέλους ὑψώθης· οὐκ ἀνελήφθης εἰς οὐρανοὺς, ἀλλ’ ἐπὶ τῆς γῆς ἱσταμένη, τὸν οὐράνιον Δεσπότην καὶ βασιλέα τῶν ἁπάντων ἐπ‐

62

.

766

(50)

εσπάσω πρὸς ἑαυτήν. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί. Προέφθασε τὸν ἐμὸν λόγον τὸ ἔργον· ὀξυτέρα τῆς ἐμῆς φωνῆς ἡ μυστικὴ σύλληψις γέγονεν· αὐτὸν ἔνδον ἔχεις ἐν τῇ κοιλίᾳ σου τὸν τῶν ὅλων δημιουργὸν Κύριον, ἐκ τῆς ἁγίας σου καὶ ἀχράντου σαρκὸς ἀπόνως οἰκοδο‐
55μοῦντα τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ναόν· αὐτὸν ἔνδον ἔχεις τὸν ζωγράφον τῆς φύσεως, τὴν οἰκείαν εἰκόνα παλαιωθεῖσαν ἀναζωγραφοῦντα τῇ χάριτι. Ἰδοὺ συλ‐ λήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας. Μέγας
60μὲν γάρ ἐστι τῇ θεότητι, ἔσται δὲ μέγας καὶ τῇ ἀν‐ θρωπότητι. Καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. Ὤμοσε γὰρ ἀλήθειαν τῷ Δαυῒδ, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ποίαν δὲ αὐτῷ ἀλήθειαν ὤμο‐
65σεν; Ἐκ καρποῦ τῆς ὀσφύος σου, φησὶ, θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐκεῖνο, ὁ ὅρκος λαμβάνει πέ‐ ρας ἐν τῷ παρόντι καιρῷ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὐδεὶς τούτου τοῦ βασιλέως
70ἀνώτερος, καὶ οὐδεμία τις ἄλλη μακαριωτέρα σοῦ τῆς τικτούσης αὐτόν. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Ἰωσὴφ μνηστήρ ἐστιν ἐμὸς, οὐκ ἀνήρ· μέχρι γὰρ τῶν ἀῤῥαβώνων αἱ περὶ τοῦ γάμου συνθῆκαι προέβησαν·
75πῶς οὖν χωρὶς γάμου ἔσται μοι ἡ σύλληψις; πῶς χωρὶς φυτουργοῦ βλαστήσω καρπόν; ἐπ’ ἐμοῦ πρώτης ὁ δρόμος τῆς φύσεως ἐναλλάττεται; ἐπ’ ἐμοῦ πρώτης ὁ νόμος τῆς κυήσεως μεταγράφεται; ἐπ’ ἐμοῦ μόνης ξένη τρίβος παιδοποιίας εὑρίσκεται; ἐπ’ ἐμοῦ μόνης τὰ ἀρχαῖα τῆς
80γονῆς ἔθη νεωτερίζεται; Δίδαξόν με φανερῶς, ὦ ἄγγελε,765

62

.

767

τῶν λόγων τὸ αἴνιγμα, διήγησαί μοι τῶν ῥημάτων τὸν τρόπον, ἑρμήνευσόν μοι τῶν καλῶν σου εὐαγγελίων τὴν δύναμιν, χειραγώγησόν με πρὸς τὴν ξένην λοχείαν, ἵνα μάθω κατὰ μικρὸν ὃ μέλλω τίκτειν μυστήριον, μάθω
5πῶς τὰ ἀδύνατα γενήσεται δυνατὰ, μάθω πῶς τὰ ἀμή‐ χανα τυγχάνει τινὸς μηχανῆς, μάθω πῶς τὰ ἄπορα πόνον εὑρεῖν δεδύνηται, ἀκούσω πῶς τὴν φύσιν ἡ χάρις ἐπὶ τὸ κρεῖττον καινοτομεῖ, ἢ πῶς ἡ φύσις δουλεύει τῇ χάριτι. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ·
10Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Ἔμαθες τὸν τεχνίτην, μὴ περιεργάσῃ τὸν τρόπον· ἔμαθες τὸν πλά‐ στην, μὴ περιεργάσῃ τὸ ποίημα· ἤκουσας περὶ τοῦ ἁγίου Πνεύματος, αὐτῷ λοιπὸν τῷ Πνεύματι τὴν ἐρ‐ γασίαν κατάλιπε. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ,
15καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Τοῦτο μόνον ἐκελεύσθην σοι προσειπεῖν, ὅτι γεννήσεις υἱόν· πῶς δὲ γεννήσεις, αὐτός σε διδάξει σαφῶς ὁ τικτόμενος παρὰ σοῦ. Ἐγὼ τὸν λόγον ὡς δοῦλος ἐκόμισα· αὐτὸς ὁ Δεσπό‐ της τὸ ἔργον προσθήσει, ὃς καὶ τὸν τρόπον ἐπίσταται·
20ἐγὼ διάκονός εἰμι βασιλικῶν προσταγμάτων, οὐχ ἑρ‐ μηνευτὴς θεϊκῶν βουλευμάτων· οὐ τολμῶ διδάξαι σε ἃ μὴ μεμάθηκα, οὐ τολμῶ ἑρμηνεῦσαι ἃ μὴ παρέλα‐ βον, οὐ τολμῶ δημοσιεῦσαι τοῦ μυστηρίου τὸ πρᾶγμα, οὐκ ἰσχύω διασαφηνίσαι τὸ εὐαγγέλιον. Τὸ θαῦμα βοῶ,
25τὸν δὲ τρόπον εἰπεῖν ἀτονῶ· οὐ ζητῶ τὰ πᾶσαν ζήτησιν ὑπερβαίνοντα, οὐ διώκω τὰ ἀκατάληπτα, οὐ πολυπρα‐ γμονῶ τὰ ὑπὲρ ἐμὲ, οὐ λογοθετῶ τὴν ὑπὲρ λόγον χάριν, οὐ λεπτολογῶ τὴν ἀνεκδιήγητον γέννησιν. Ὄντως ὑπὲρ νοῦν ἡ πνευματικὴ σύλληψις, ὑπὲρ λόγον ἡ παράδοξος
30κύησις καὶ ὑπὲρ διήγησιν ὁ σωτήριος τόκος. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Οἶδε τί ἐργάζεται τὸ Πνεῦμα τὸ ἅγιον· οἶδεν ὁ Υἱὸς, πῶς ἑαυτῷ κατασκευάζει τὸ πνευματικὸν οἰκητήριον. Οὐ γὰρ δουλεύει φύσεως νό‐ μοις ὁ τῆς φύσεως ποιητής· αὐτὸς μόνος ἔχει τὸ βού‐
35λευμα· αὐτὸς, ὡς βούλεται, περιβάλλεται τὴν τοῦ δούλου μορφήν. Οἶδεν ὁ Πατὴρ τὴν τοῦ μονογενοῦς Υἱοῦ ἐναν‐ θρώπησιν· ὅπου γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖ καὶ ὁ Υἱὸς, καὶ ὅπου ὁ Υἱὸς ἐκεῖ καὶ ὁ Πατήρ. Ἀχώριστος ἡ Τριὰς, ἀδιαίρετος ἡ Τριάς. Ὡς γὰρ ἐν ἀρχῇ πλάττων
40τὸν ἄνθρωπον ὁ Πατὴρ, πρὸς τὴν ἐργασίαν προετρέψατο τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· οὕτω καὶ νῦν τῆς ἀναπλάσεως γενομένης, πάρεστι πάλιν ἀποῤῥή‐ τως ἡ ἁγία Τριάς. Ἧς γὰρ ἡ πλάσις μία, ταύτης καὶ
45ἡ ἀνάπλασις πάλιν κοινή. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Τοῦτο γὰρ ἀληθῶς ἅγιον γέννημα, τοῦτο ἄσπορον βλάστημα, τοῦτο πανάγιον κύημα. Οὗτος ὁ υἱὸς τοῦ Θεοῦ διὰ τὴν θεότητα, οὗτος καὶ ὁ Υἱὸς σὸς διὰ τὴν ἀνθρωπότητα· οὗτος ὁμοούσιος

62

.

767

(50)

τῷ Πατρὶ κατὰ τὸ νοούμενον, οὗτος ὁμοούσιός σοι κατὰ τὸ φαινόμενον· οὗτος ὁ οὐράνιος καὶ ἐπίγειος· οὗτος ὁ ἀόρατος καὶ βλεπόμενος· οὗτος ὁ ἀπαθὴς τῇ θεότητι, οὗτος καὶ παθητὸς τῇ ἀνθρωπότητι· καὶ ὥσπερ Θεὸς τέλειος, οὕτω καὶ ἄνθρωπος τέλειός ἐστιν ὁ Ἰησοῦς.
55Ὥσπερ δὲ ἄνθρωπος γενόμενος μεμένηκε Θεὸς ἀναλ‐ λοίωτος, οὕτω καὶ σὺ μένουσα παρθένος, γενήσῃ καὶ μήτηρ ἀδιάφθορος· οὔτε γὰρ ἡ παρθενία πολεμήσει τῷ τόκῳ, οὔτε κατὰ τῆς παρθενίας ὁ τόκος στρατεύεται. Ὕμνει τοίνυν τὸ γενόμενον, καὶ μὴ πολυπραγμόνει
60τὴν δωρεάν· θαύμαζε τὸ μεγαλόδωρον, καὶ μὴ πρὸς τὴν χάριν ἀμφίβαλλε· προσκύνει τὸ πιστευθέν σοι μυστήριον, καὶ μὴ περιεργάζου τὸ ξένον τοῦ θαύματος. Ἐὰν πιστεύσῃς εἰλικρινῶς, αὐτὸς ὁ πιστευόμενος φω‐ τίσει σου τὴν ψυχήν· ἐὰν δὲ περιέργως ἐρευνήσῃς, οὐχ
65εὑρήσεις ὃ ποθεῖς οὐδαμῶς. Θέλεις μαθεῖν; μάθε ἀπὸ φανεροῦ σημείου τοῦ κατὰ σὲ θαύματος τὴν ἀλήθειαν. Θέλεις τοῦ μυστηρίου τῆς σῆς γεννήσεως τὴν εἰκόνα θεάσασθαι; γείτονά σου καὶ συγγενῆ τὴν Ἐλισάβετ θέασαι. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής
70σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Ἐλύθη παρ’ ἐλπίδα τῆς Ἐλισάβετ ἡ στείρωσις, ἵνα τῆς σῆς παρθενίας τῆς μὴ λυομένης ἡ λύσις τοῦ
75πάθους διδάσκαλος γένηται. Συνέλαβεν ἡ στεῖρα καὶ γραῦς τοῦ παρὰ σοῦ τεχθησομένου βασιλέως τὸν πρό‐ δρομον, ἵνα πιστεύσῃς ὅτι σὺ τὸν Κύριον ἔχεις ἐπὶ τῆς σῆς γαστρός. Ἄπελθε, κατάμαθε τὴν Ἐλισάβετ· καὶ ἐὰν μὴ οὕτως αὐτὴν εὑρήσῃς, ὡς εἶπον, μὴ πιστεύσῃς
80μου τῷ κηρύγματι. Τί οὖν μετὰ τοὺς λόγους τούτους ἡColumn end

62

.

768

ἁγία Μαρία, ἡ παρθένος τῷ σώματι καὶ τῇ ψυχῇ, ἡ εὐσεβὴς καὶ εὐλαβὴς καὶ εὐπειθὴς, ἡ φιλοτιμία τῆς ἀνθρωπίνης φύσεως, ἡ πύλη τῆς ἡμετέρας ζωῆς, ἡ πρόξενος τῆς σωτηρίας ἡμῶν; Τὴν τοῦ ἀγγέλου φωνὴν
5εὐμενῶς δεξαμένη, λέγει πρὸς αὐτόν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Ὡς δούλη τῷ δεσποτικῷ πρόκειμαι νεύματι· ὡς πηλὸς ὑπόκειμαι ταῖς τοῦ κεραμέως χερσίν· ὡς θέλει μετ’ ἐξουσίας ὁ πλάστης, ἐν ἐμοὶ πραττέτω τὸ βούλημα· ὡς θέλει μετὰ
10φιλανθρωπίας, ἐν ἐμοὶ θαυματουργείτω τὴν παράδοξον κύησιν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· γένοιτό μοι τὰ ῥήματά σου ταῦτα, καὶ πράγματα ἐναργέστατα καὶ ἀληθινά. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος, ὁ κατελθὼν οὐρανόθεν, κατήχησε, προκατήρτισε τὴν παρθένον, ἐδί‐
15δαξεν αὐτὴν, ὅσον ἐχώρησεν· ἤκουσε καὶ αὐτὸς παρ’ αὐτῆς, ἅπερ ἐσπούδαζε μαθεῖν· καὶ πάλιν ἀνῆλθεν ὅθεν κατῆλθε, κάτω καταλιπὼν τὸν ἀποστείλαντα, καὶ πάλιν ἄνω εὑρὼν αὐτὸν ἐν οὐρανοῖς προσκυνούμενον ὑπὸ πάσης ἀγγελικῆς στρατολογίας. Τί οὖν πρὸς ταῦτα
20λέγεις, ὦ Ἄρειε; εἰπέ μοι, ὦ ἄθλιε, πῶς ἐχωρήθη ὁ ἀχώρητος ἐν μήτρᾳ παρθενικῇ, πῶς παρθένος οὖσα συνέλαβε, καὶ παρθένος πάλιν διεφυλάχθη, καὶ τοῦ Σω‐ τῆρος τὸν τόκον ἐπλούτησε, καὶ αὐτὴ συνεπλουτίσθη τῇ χάριτι. Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ γὰρ ἡ μήτηρ
25τοῦ μυστηρίου τὸ μυστήριον, ὃ ἔτεκεν, οὐ κατέλαβε, πῶς σὺ δυνήσῃ τοῦτο καταλαβεῖν; εἰ Γαβριὴλ ὁ ἀρχ‐ άγγελος ἐρωτηθεὶς παρὰ τῆς μητρὸς τοῦ Κυρίου, Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω, πλεῖον εἰπεῖν οὐκ ἐδυνήθη, ἀλλὰ κατέφυγεν ἐπὶ τὸ Πνεῦμα τὸ
30ἅγιον, ὡς οὐδὲν ἕτερον δυνάμενος ἀποφήνασθαι ἰσχυ‐ ρότερον, σὺ πῶς εὑρήσεις εἰπεῖν, ὅπερ ὁ Γαβριὴλ οὐκ ἴσχυσεν ἑρμηνεῦσαι; εἰ δὲ τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ, τὴν γενομένην ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, οὐδεὶς κατ’ ἀξίαν δύναται διηγήσασθαι, ἐκείνην τὴν
35γέννησιν, τὴν οὐράνιον, τὴν ἄχρονον, τὴν ἀσώματον, τὴν ἀόρατον, τὴν ἀπαθῆ, τὴν παντελῶς ἀνέκφραστον καὶ ἀκατάληπτον, πῶς τολμᾷς πολυπραγμονεῖν; τίς παρέσχε σοι τῆς τοιαύτης τόλμης τὰ σπέρματα; Οἱ ἄγγελοι τὴν ἁγίαν Τριάδα προσκυνοῦσιν ἀπαύστως
40βοῶντες, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλή‐ ρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὐ λέγου‐ σιν, ὡς σὺ λέγεις· Ἁγιώτερος ὁ Πατὴρ, ὡς πρεσβύτερος· οὐ λέγουσιν ὑφειμέναις φωναῖς, Ἅγιος ὁ Υἱὸς, ὡς νεώ‐ τερος· ἅγιος ὁ Παράκλητος, ὡς βραχύτερος· ἀλλὰ μίαν
45καὶ τὴν αὐτὴν ὑμνῳδίαν τῇ ἴσῃ Τριάδι προσφέρουσι. Πόθεν οὖν σὺ μόνος, ὦ Ἄρειε, ἔμαθες ἀντιφθέγγεσθαι τῇ κτίσει κατὰ τοῦ ποιητοῦ; Ἀλλὰ παραγράφῃ τῶν οὐρανῶν καὶ τῶν ἀγγέλων τὴν μαρτυρίαν. Τίνι οὖν ἐμμένεις, εἰπέ; τίς ἀρέσκει σοι τοῦ δόγματος τούτου

62

.

768

(50)

κριτής; τίνα θέλεις λάβωμεν ἀπροσωπόλητον δικαστήν; τίνος δέχῃ τὴν περὶ τῆς εὐσεβείας ἐπίκρισιν; Ἐμμέ‐ νεις τῷ Πατρὶ τῷ μᾶλλον πάντων εἰδότι τὸν οἰκεῖον Υἱόν; Οὐκοῦν ἀκούσωμεν αὐτοῦ βοῶντος· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ
55ἀκούετε. Ἐὰν εἴπῃ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, αὐτοῦ ἀκούετε· ἐὰν εἴπῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, αὐτοῦ ἀκούετε· ἐὰν εἴπῃ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, αὐτοῦ ἀκούετε· οὐ γὰρ ψεύ‐ δεται ἡ ἀλήθεια· ἐὰν εἴπῃ, Ὁ πέμψας με Πατὴρ μείζων
60μού ἐστι, μὴ τῇ θεότητι τοῦ λαλοῦντος, ἀλλὰ τῇ ἀν‐ θρωπότητι τὸ ἔλαττον προσαρμόσατε. Ἤκουσας, Ἄρειε, τῆς τοῦ Πατρὸς ἐπικρίσεως· ἄκουσον καὶ τοῦ μονογε‐ νοῦς αὐτοῦ Υἱοῦ τούτοις ἐπιψηφιζομένου τοῖς ῥήμασιν· Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν
65αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώ‐ νιον. Ὁ πιστεύων, οὐχ ὁ λέγων· Ἦν ποτε ὅτε οὐκ ἦν· Ὁ πιστεύων, οὐχ ὁ ἀμφιβάλλων. Τί οὖν τὸ πι‐ στεύειν ἀφεὶς, ὑβρίζειν ἐπιχειρεῖς, τὸν κριτὴν ἔχων
70πολέμιον; Ἀλλὰ σὺ μὲν, Ἄρειε, λῆρε καὶ παράφρον, ὡς θέλεις, πίστευε· εἰ μὴ γὰρ θέλεις, ταλαίπωρε, ἐπι‐ γνῶναι τὸ συμφέρον, φλυάρει καθ’ ἑαυτοῦ. Οὔτε γὰρ τὸν Υἱὸν ἀδικήσεις, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἀνάψεις τῆς γεέννης τὸ πῦρ. Ἐγὼ δὲ παιδαγωγούμενος
75ὑπὸ τῶν ἁγίων Γραφῶν ὑμνῶ τὸν Πατέρα, τὸν ἀεὶ Πατέρα τυγχάνοντα· ὑμνῶ τὸν Υἱὸν, τὸν ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα· ὑμνῶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυό‐ μενον· ὁμολογῶ τὸν Χριστὸν, Θεὸν τέλειον, καὶ ἄνθρω‐
80πον τέλειον τὸν αὐτόν· κηρύττω τῆς θεότητος αὐτοῦ767

62

.

769

τὰ ὑψηλὰ, καὶ οὐκ ἐπαισχύνομαι τῆς ἀνθρωπότητος αὐτοῦ τὰ ταπεινά· ἀλλὰ μετὰ τοῦ μεγάλου καὶ μα‐ καρίου ἀποστόλου Πέτρου βοῶ πρὸς αὐτὸν, Σὺ εἶ
ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ σοὶ πρέ‐Column end

62

.

770

πει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.769