TLG 2062 330 :: JOANNES CHRYSOSTOMUS :: De jejunio, de Davide [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De jejunio, de Davide [Sp.]

Citation: Vol — pg — (ln)

62

.

759

(26t)

Περὶ νηστείας, καὶ εἰς τὸν Δαυῒδ, καὶ περὶ πρεσβυτέρων, καὶ εἰς τὸν Ἰωσὴφ, καὶ κατὰ Ναυάτου.
27 Καθολικὸν ἡμῖν, καὶ οὐ μερικὸν μέλος ὑπαγορεύων ὁ μακάριος Δαυῒδ, ἐπῆλθε ψάλλειν· Ἐξομολογήσο‐ μαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα
30τὰ θαυμάσιά σου. Ὢ τῆς εὐλαβείας τοῦ μακαρίου Δαυῒδ, τοῦ πταίσαντος, καὶ μὴ καταφρονήσαντος! Εἰ γὰρ καὶ ὡς ἄνθρωπος ὀλισθήσας ἔπεσεν, ἀλλ’ ὅμως ὡς ἄνθρωπος ἐξωμολογήσατο. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογή‐
35σωμαι, τῶν ἁμαρτιῶν οὐκ ἀπαλλάττομαι. Ἐξομολο‐ γήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὡς χιὼν οὐ λευκανθήσομαι. Ἐξο‐ μολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσω‐ μαι, ὁ διάβολος τὴν φονομοιχείαν παίζων οὐ μεθίστα‐
40ται. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, εἰς τὴν προτέραν τιμὴν οὐκ ἐπανέρ‐ χομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, πατήρ σου κατὰ σάρκα ἀκούειν οὐ δύναμαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ
45σοι ἐξομολογήσωμαι, τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ὑπαγο‐ ρεύει μοι, καὶ οὐδεὶς τὸν πεντηκοστὸν ψαλμὸν ἐκμαθεῖν ἀνέχεται. Ἁρμόζει δὲ ἑνὶ ἑκάστῳ τῶν προσερχομένων τῷ ἁγίῳ βαπτίσματι λέγειν τὰ τοῦ μακαρίου Δαυῒδ, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

62

.

759

(50)

Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν παλαιὸν ἄνθρωπον οὐκ ἀποδύομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν νέον ἄνθρωπον οὐκ ἐν‐ δύομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, οὐκ ἂν τῇ τῶν πιστῶν ποίμνῃ συν‐
55αριθμηθήσομαι. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἐπείσθην γάρ σου λέγοντος, μὴ αἰσχυν‐ θῇς ἐξομολογῆσαι τὰς ἁμαρτίας σου. Ἐξομολογήσο‐ μαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἤκουσα γάρ σου λέγοντος, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρ‐
60τωλοὺς εἰς μετάνοιαν. Εὔκαιρον δὲ καὶ τὰ τοῦ μακα‐ ρίου Παύλου λέξαι ῥήματα. Ποῖα ταῦτα; Νῦν καιρὸς εὐπρόσδεκτος. Ποῖος καιρός; ὁ τῆς νηστείας καλλωπι‐ σμός. Ποῖος καιρός; ὁ τῆς φιλοπτωχίας φωτισμός. Ποῖος καιρός; ὁ τῆς μετανοίας πορισμός. Νῦν καιρὸς
65εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ὁ Ἐκκλησιαστὴς γράφων λέγει· Καιρὸς τοῦ κλαῦ‐ σαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ γελάσαι τῇ σωτη‐ ρίᾳ. Γελάσαι, οὐ καταγελάσαι· ἄλλο γὰρ γέλως προπε‐ τὴς, καὶ ἄλλο γέλως ἐπωφελής. Καὶ ὅτι οὐ ψεύδομαι
70ταῦτα λέγων, ἐξ αὐτῶν τῶν θείων Γραφῶν λάμβανε τὴν ἀπόδειξιν. Περὶ μὲν γὰρ τοῦ προπετῶς γελῶντος, ἄκου‐ σον τῆς Σοφίας λεγούσης· Ἄφρων ἐν γέλωτι πράσσει κακά· περὶ δὲ τοῦ συνετῶς γελῶντος καὶ ἐπωφελῶς, ἄκουε τοῦ Ἰὼβ λέγοντος· Πᾶν δῶρον ἀσεβοῦς οὐ λή‐
75ψεται, ἀληθινὸν δὲ στόμα ἐκπλήσει γέλωτος. Κα‐ λῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστής· Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι. Καιρὸς τοῦ κλαῦσαι τὴν
ἁμαρτίαν, καὶ καιρὸς τοῦ εὐφρανθῆναι τῇ δικαιοσύνῃ·Column end

62

.

760

(25)

Δίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Και‐ ρὸς τοῦ ῥῆξαι τὴν ἔχθραν, καὶ καιρὸς τοῦ συνάψαι τὴν ἀγάπην· πειθόμενοι τῷ μακαρίῳ Παύλῳ τῷ λέγοντι, Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Και‐ ρὸς τοῦ ἐκριζῶσαι τὴν ἀσέβειαν, καὶ καιρὸς τοῦ φυτεῦ‐
30σαι τὴν εὐσέβειαν. Ταῦτα δὲ πάντα καὶ ὁ Κύριος ἡμῶν ἐμφαίνων Ἱερεμίᾳ τῷ προφήτῃ περὶ τῆς ἀκανθοβλά‐ στου τῶν Ἰουδαίων χώρας ἔλεγε πρὸς αὐτόν· Ἰδοὺ καθίστημί σε σήμερον ἐκριζοῦν καὶ φυτεύειν, ἀνα‐ σκάπτειν καὶ ἀνοικοδομεῖν· ἐκριζοῦν τὴν πολυθεΐαν,
35καὶ φυτεύειν τὴν μοναρχίαν· ἀνασκάπτειν καὶ ἀνοι‐ κοδομεῖν· ἀνασκάπτειν τὰ Ἑλληνικὰ σεβάσματα, καὶ ἀνοικοδομεῖν τὰ μαρτυρικὰ εὐκτήρια. Τὸ δὲ, Σήμερον καθίστημί σε, μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ λάμβανε, ἀλλὰ τὸ εἰς ἀεὶ καὶ πάντοτε, καθώς φησιν ὁ μακάριος Παῦ‐
40λος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι‐ κρασμῷ, ἀντὶ τοῦ, ᾟ δ’ ἂν ἡμέρᾳ ἀκούσητε τοῦ Κυρίου λέγοντος, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς
45οἱ λεγόμενοι Καθαροί. Ταῦτα δὲ οὐ μόνον πρὸ τοῦ βαπτί‐ σματος καὶ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ μετὰ τὸ βάπτισμα καὶ ἐν τῇ χάριτι. Αὐτὰ γὰρ ταῦτα ὁ Δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐν ἑτέραις λέξεσι παραδιδοὺς ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ

62

.

760

(50)

τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ οὐχ ἁπλῶς λέξεών τινων, ἀλλὰ πραγμάτων ἐνόχους ἐποίησε τοὺς ἑαυτοῦ μαθητὰς, τοῦ λύειν καὶ δεσμεῖν. Βλέψατε πρὸ πάντων εἰς τὸν μακάριον Πέτρον, πῶς ἐδέσμευσε θανάτῳ τοὺς συμφωνήσαντας τῷ ψεύδει, Ἀνανίαν καὶ
55Σάπφειραν· πῶς δὲ ἔλυσε τὴν συμφορὰν τοῦ ἐκ γενετῆς κυλλοῦ ἀθρόον, πόδας αὐτῷ χαρισάμενος. Τί ἐροῦσι πρὸς ταῦτα οἱ Καθαροὶ, τῶν καθαρωτέρων, καὶ πάσης ἀκαθαρσίας ἀκαθαρτότεροι; Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ γῆς. Τί
60οὖν ἐροῦσι πρὸς ταῦτα οἱ πολλοὶ, οἱ τὸν κενόδοξον λο‐ γισμὸν ἔχοντες, οἱ τολμῶντες λέγειν μεματαιωμένῳ στόματι· Ἐγὼ ἔχω τῷδε τῷ πρεσβυτέρῳ προσελθεῖν, καὶ ἐξομολογήσασθαι αὐτῷ τὰς ἁμαρτίας μου, τῷ πολ‐ λάκις πλείονά μου πταίσαντι; πῶς δύναται οὗτος, ἄν‐
65θρωπος ὑπάρχων καὶ ἁμαρτωλὸς, τὰς ἐμὰς ἁμαρτίας ἐξαλεῖψαι; Τοιαῦτα προφασίζονται οἱ ἐν ἁμαρτίαις καὶ ἐν ὑπεροψίᾳ ὑψοῦντες ἑαυτούς. Ἀλλ’, ὦ ἄνθρωπε, ὁ σαυτῷ ἐπιβουλεύων τοῖς ἀλαζόσι καὶ ἀπατηλοῖς σου ῥή‐ μασιν, ὁ Θεὸν παραπικραίνων διὰ τῆς ἀνοίας σου καὶ
70ὑψηλοφροσύνης· μὴ γὰρ ἀνθρώπῳ προσέρχῃ, ἢ ἄνθρω‐ πος ἀφίησί σου τὰς ἁμαρτίας; τῷ Δεσπότῃ καὶ βασιλεῖ τῶν ἁπάντων Θεῷ προσέρχῃ, τῷ διὰ τοῦ ἱερέως συγχω‐ ροῦντί σοι τὰ πλημμελήματα. Μεσίτης γὰρ, οὐκ αὐθέν‐ της ὑπάρχει ὁ ἱερεύς. Τί τοίνυν κρίνεις καὶ βδελύττῃ,
75ὃν ὁ Θεὸς οὐ κατακρίνει; Τὸ τίμιον αὐτοῦ σῶμα μελί‐
ζει, καὶ τὸ ἄχραντον αὐτοῦ αἷμα ἱερουργεῖ. Ἕως ἐστὶν759

62

.

761

ἱερεὺς, καὶ ὁ Θεὸς συγχωρεῖ αὐτῷ ἱερουργεῖν, μὴ παρ‐ αιτήσῃ παρ’ αὐτοῦ λαβεῖν τὴν δωρεάν· οὐ γὰρ αὐτὸς παρέχει σοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλ’ ὁ μέγας ἀρχιερεὺς Χριστὸς, ὁ πιστεύσας αὐτῷ τὴν ἱερωσύνην.
5Ὅτι δὲ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάρι‐ τος ὁ Θεὸς τοῖς ἀνθρώποις τὴν σωτηρίαν δι’ ἀνθρώπου ἐποιεῖτο (τούτου χάριν ὁ Δεσπότης ἡμῶν ἐνηνθρώπη‐ σεν, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων)· οἴδατε ἀκριβῶς τὴν ἱστορίαν κατὰ τὸν μακάριον Δαυῒδ τὸν ἀρτίως εἰ‐
10ρηκότα, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, πῶς ὁ αὐτὸς φόνῳ καὶ μοιχείᾳ περιπεσὼν, τοῖς ἄκροις κακοῖς, ἔμενεν ἀνεξομολόγητος. Τί οὖν ποιεῖ ὁ Θεὸς, ἵνα καὶ τοῦτον πρὸς μετάνοιαν ἐλάσῃ, καὶ τοὺς μετέπειτα ποιήσῃ τὴν μετάνοιαν ἀσπάζεσθαι; Πέμπει
15πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἐν ἀλλοτρίῳ προσώπῳ τὰ κατ’ αὐτοῦ ἐξαγγέλλοντα. Ἐλθὼν γὰρ, φησὶν, ὁ μνη‐ μονευθεὶς προφήτης πρὸς τὸν Δαυῒδ ἔφη· Βασιλεῦ, ἔχω σοί τι εἰπεῖν. Ὁ δὲ Δαυῒδ, Λέγε. Καὶ ὁ προφήτης Νά‐ θαν· Ἄνθρωπός τις ἦν πλούσιος, ἔχων ποίμνια καὶ βου‐
20κόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευ‐ δε· πλούσιον τὸν Δαυῒδ καλῶν, πένητα τὸν Οὐρίαν. Τί οὖν; Ἦλθε, φησὶ, ξένος πρὸς τὸν πλούσιον. Τίς ὁ ξένος;
25Ὁ λογισμὸς τῆς ἐπιθυμίας, ὁ ἐμβάλλων ἡμᾶς εἰς κό‐ λασιν. Ἦλθε ξένος πρὸς τὸν πλούσιον· καὶ ὁ πλούσιος φειδόμενος τῶν οἰκείων προβάτων, πέμψας ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος, καὶ κατέσφαξεν αὐτὴν τῷ ξένῳ. Τοῦτο ἀκούσας ὁ βασιλεὺς Δαυῒδ, εἰ καὶ τῇ ἁμαρτίᾳ ἦν
30περιπεσὼν, ἀλλ’ ὅμως τὸ δίκαιον ἠμφίεστο· τοῦ γὰρ σώματος ἡ ἁμαρτία, τῆς δὲ ψυχῆς τὸ κατόρθωμα. Ὅθεν ἀποκριθεὶς ἐν θυμῷ ἔφη, Ζῇ Κύριος, ἄξιος θα‐ νάτου ὁ ποιήσας τοῦτο, καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλάσιον. Ὑπερβαίνει τὸν νόμον ὁ Δαυΐδ· ὁ νόμος
35γὰρ τετραπλασίονα κελεύει· οὗτος δὲ ἑπταπλασίονα κελεύει. Ὁ δὲ Νάθαν πρὸς αὐτόν· Σὺ εἶ, βασιλεῦ, ὁ ταῦτα πεποιηκώς. Εἶτα ὁ Δαυῒδ συνετὸς ὑπάρχων, καὶ εὐλαβείᾳ συζήσας, οὐκ ἀπεχρήσατο τῷ βασιλικῷ ἀξιώ‐ ματι, οὐκ ἐτυράννησε τὸν ἐλέγχοντα, καίπερ δυνά‐
40μενος· οὐκ εἶπε, Τίς εἶ σὺ, ὁ τολμήσας ἐπὶ πάντων ὀνειδίσαι με; ᾔδει γὰρ σαφῶς, ὅτι εἰ καὶ βασιλεύς ἐστιν ἐπίγειος, ἀλλ’ ὅμως βασιλεύεται ὑπὸ τοῦ βασιλέως τῶν ἄνω δυ‐ νάμεων. Ὡς μόνον γὰρ ἤκουσε τὴν φωνὴν τοῦ προφή‐ του, ὅτι Σὺ εἶ, βασιλεῦ, εὐθέως ἐξομολογήσατο· Ἡμάρ‐
45τηκα τῷ Κυρίῳ. Ὁ δὲ Νάθαν, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς. Ὦ Νάθαν, τί ἐτόλ‐ μησας ἀποφήνασθαι; μέλλεις γὰρ ὑπὸ Ναυάτου ἐγκα‐ λεῖσθαι τοῦ ὑψηλόφρονος. Τῷ Θεῷ ἥμαρτεν ὁ Δαυῒδ, αὐτῷ καὶ ἐξωμολογήσατο· καὶ πόθεν οἶδας, εἰ συγχώ‐

62

.

761

(50)

ρησιν ἔλαβεν, ὅτι σὺ ἀφεῖλες τὸ ἁμάρτημα; πρῶτον μάθε, καὶ τότε μετάδος τῆς ἁμαρτίας τὴν λύσιν. Ὁ δὲ Νάθαν φησίν· Ἐμοὶ ἐνεχείρισεν ὁ Θεὸς τελείαν τὴν τοῦ Δαυῒδ περιοδείαν ποιήσασθαι. Εἰ γὰρ οὐκ ἐβούλετο δι’ ἐμοῦ αὐτῷ συγχωρῆσαι, οὐκ ἂν ἀπέσταλκέ με πρὸς
55αὐτόν. Τίς ἐγκαλεῖ ἰατρῷ περιοδεύοντι ἀνθρώπῳ νο‐ σοῦντι, καὶ οὐκ εὐχαριστεῖ καὶ ἀμοιβὰς ἀποδίδωσι; Σαφῶς τοίνυν ἀποδέδεικται, ὅτιπερ οὐ μόνον ἐν τῇ χά‐ ριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος δι’ ἀνθρώπων ὁ Θεὸς τοῖς ἀνθρώποις συνεχώρει τὰ ἁμαρτήματα. Χρησώμεθα
60δὲ καὶ μετρίῳ ὑποδείγματι πρὸς σαφήνειαν τῶν λεγο‐ μένων· Ὑπόθου μοι, ὦ ἄνθρωπε ὁ τῆς μετανοίας ἀντί‐ παλος, τινὰ ἄνθρωπον σφαλέντα ἐπί τινι ἐγκλήματι, καὶ καταδίκῃ ὑπὸ ἄρχοντος βληθέντα καὶ μέλλοντα αὐτὸν ἢ ἐν ἐξορίᾳ, ἢ ἐν ἄλλῃ τινὶ τιμωρίᾳ, παραπέμ‐
65πεσθαι· μὴ οὗτος ὁ τῇ καταδίκῃ φρουρούμενος, δι’ ἑαυ‐ τοῦ πρόεισι, καὶ τὸν ἄρχοντα παρακαλεῖ τῆς συμφορᾶς ἐκείνης ἀπαλλαγῆναι; οὐχὶ τὸν μεσίτην ἰχνεύσας καὶ ζητήσας, τὸν λεγόμενον, ἵνα σαφέστερον εἴπω, δομε‐ στικὸν, δι’ αὐτοῦ τὴν σωτηρίαν πρυτανεύεται, καὶ τῆς
70κρίσεως τὴν ψῆφον σπουδάζει ἀκυρῶσαι, καὶ τοῦ ἄρ‐ χοντος τὸν θυμὸν εἰς ἐπιείκειαν μεταποιῆσαι; Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παρά‐ κλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ βοηθείας χρεία; Ὥστε, ἄνθρω‐
75πε, εἰ διὰ τοῦτο οὐ βούλει προσελθεῖν τῇ μετανοίᾳ, ὅτι ἄνθρωπός ἐστιν ὁ ἱερεὺς ἁμαρτωλὸς, μηδὲ βαπτισθῇς· ἄνθρωπος γάρ ἐστιν ὁ βαπτίζων· μηδὲ κοινωνήσῃς· ἄνθρωπος γάρ ἐστιν ὁ τὸν ἀμνὸν τοῦ Θεοῦ μελίζων. Εἰ δὲ ταῦτα πίστιν ἔχει, κἀκεῖνο πίστει κατάδεξαι. Ὅρα
80μὴ ἄλλα φυλάττων, καὶ ἄλλα ἀποβαλλόμενος, εἰς κρῖμαColumn end

62

.

762

ἐμπέσῃς. Οὕτω γὰρ σκελίζει ἡμᾶς τὸ πονηρὸν θηρίον ὁ διάβολος, καὶ θέλει ἡμᾶς ἐμβαλεῖν εἰς τὴν γέενναν διὰ πολυτρόπων αὐτοῦ μηχανημάτων. Γέγραπται ἐν τῷ νόμῳ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εἰ
5οὖν ἄρχοντά σοι δέδωκε τὸν ἱερέα ὁ βασιλεὺς τῶν βασι‐ λευόντων, τί ἀποβάλλεις αὐτὸν καὶ ταλανίζεις; μὴ δύ‐ νασαι τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενος διδόντι ἀξίαν ἄρχοντι, κωλῦσαι καὶ εἰπεῖν αὐτῷ· Οὐκ ἔστιν ἄξιος τῆς ἀρχῆς ταύτης γενέσθαι; Εἰ οὖν ἐκεῖνον οὐ δύνασαι κω‐
10λῦσαι, ὃν θέλει καὶ ὃν βούλεται δοξάσαι, πῶς τολμᾷς τὸ δεσποτικὸν κέλευσμα κωλυθῆναι ἐπὶ τοῦ ἱερέως, ὅτι ἁμαρτωλός ἐστιν; οὐχὶ Δαυῒδ ὁ προφήτης μοιχείᾳ καὶ φόνῳ περιέπεσεν, ὡς προεῖπον; οὐχὶ Πέτρος ἀρνησά‐ μενος τὸν διδάσκαλον τρὶς, ἁμαρτίᾳ καὶ ἀρνήσει ὑπ‐
15έπεσεν; οὐχὶ Παῦλος ἐδίωξε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὡς οὐδεὶς ἄλλος; Ἀλλ’ ὁ φιλάνθρωπος Δεσπότης τούτους ἐξελέξατο καὶ ἐδόξασεν, ἵνα σύ τινα τῶν τῆς Ἐκκλη‐ σίας ἀρχόντων μὴ ἐξουδενώσῃς μηδὲ κρίνῃς. Ὁ γὰρ ἱερεὺς βαπτίζων καὶ προσφέρων τὴν ἀναίμακτον θυ‐
20σίαν, τὰς χεῖρας κιχρᾷ πρὸς τὸ προκείμενον· τὸ δὲ ἅγιον Πνεῦμα ταῦτα ἁγιάζει καὶ μεγαλύνει. Διὸ καὶ ἐνταῦθα μετανοοῦντός σου καὶ ἐξομολογουμένου, οὐδὲν ἕτερον, ἢ τὴν γλῶτταν κιχρᾷ, καὶ ὁ Θεὸς τὴν σωτηρίαν σοι καὶ τὴν ἄφεσιν παρέχει. Καὶ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρό‐
25πον, καὶ εἶ οἷόν τέ ἐστι μετὰ τὸ βάπτισμα διὰ μετα‐ νοίας σωθῆναι, διὰ τί ὁ ἀπόστολος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν παραυτὰ ἐθανάτωσε, καὶ οὐχὶ διὰ μετανοίας αὐτοὺς ἀνεκαλέσατο; Πρόσεχε ἀκριβῶς. Οὐχὶ ὁ μακάριος Πέτρος ἀπέκρυψε τὴν ἔμπλαστρον τῆς με‐
30τανοίας· ἀλλ’ αὐτοὶ οἱ τῷ τοιούτῳ πτώματι περιπεσόν‐ τες, οὐκ ἐπεζήτησαν τὴν μετανοητικὴν πρόσφορον ἔμ‐ πλαστρον· ἀλλὰ τῇ τοῦ διαβόλου παραινέσει συναπ‐ ώλοντο καὶ τοῖς χρήμασι. Τότε γὰρ μετάνοια, οὐχ ὅτε τῇ φωνῇ τιμᾶται, ἀλλ’ ὅτε τῇ πράξει γνωρίζεται. Ἔστι
35γὰρ μετάνοια ἀπὸ ψυχῆς προβαλλομένη, καὶ ἔστι μετάνοια ἐπιπολαίως γινομένη· ὅθεν οἱ μὲν σώζονται, οἱ δὲ κατακρίνονται. Μετενόησεν ὁ μακάριος Πέτρος, καὶ ὁ ἄθλιος Ἰούδας· ἀλλ’ ὁ μὲν Πέτρος γνησίως μετανοήσας καὶ δακρύσας καὶ τὴν ἄρνησιν διὰ τῶν δακρύων ἀπο‐
40πλύνας, εἰς τὴν προτέραν τιμὴν πάλιν ἐπανῆλθεν· ὁ δὲ Ἰούδας πάρεργον εἰργάσατο τὴν μετάνοιαν. Εἰ γὰρ καὶ τὰ ἀργύρια προσέῤῥιψε τοῖς Ἰουδαίοις, καὶ εἶπεν, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον, ἀλλ’ ὅμως οὐκ ἐστέ‐ ναξεν, οὐκ ἐδάκρυσεν, οὐκ ἄξια τῆς μετανοίας ἔπραξεν,
45ἀλλὰ μόνον ἀγχόνην πλέξας, τὸν διάβολον ἐπληροφόρησε. Τί οὖν Σίμων ὁ μάγος; βαπτισθεὶς καὶ σκελισθεὶς, καὶ ὑπὸ Πέτρου κατακριθεὶς ὡς χρήματα προσενέγκας, ἵνα τὴν ἀκαπήλευτον δωρεὰν πραγματεύσηται, οὐ τὴν με‐ τάνοιαν ᾔτησεν; οὐχὶ ὁ μακάριος Πέτρος ἀπεκρίνατο λέ‐

62

.

762

(50)

γων· Μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου; Διὰ τί, φησὶ, τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ οὐκ εἶπε τὰ ῥήματα ταῦτα, Μετανοήσατε ἀπὸ τῆς κακίας ὑμῶν; Πρόσεχε ἀκριβῶς. Οὐ παίζεται ἡ τοῦ Πνεύματος χάρις. Ὁ Ἀνανίας γὰρ καὶ ἡ Σάπ‐
55φειρα ἐλεγχόμενοι ὑπὸ τοῦ Πέτρου, καὶ ἀκούοντες παρ’ αὐτοῦ, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦ‐ μα Κυρίου; οὐχ ὡμολόγησαν τὴν ἑαυτῶν ἁμαρτίαν, οὐ προσέπεσαν, οὐκ ἐδεήθησαν, οὐκ εἶπον, ὅτι Ὡς ἄνθρω‐ ποι ἐσφάλημεν, ἀλλὰ τί; Ἐλεγχόμενοι ὑπ’ αὐτοῦ ἀντ‐
60ετίθουν τοῖς αὐτοῦ ῥήμασι, πειρώμενοι αὐτὸν κρύπτειν, μὴ συνιέντες ὡς οὐ παίζεται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν παραυτὰ ὁ μακάριος Πέτρος παροξυνθεὶς, ἁρμόζουσαν αὐτοῖς ἐξήνεγκε τὴν ἀπόφασιν. Ὁ δέ γε Σίμων ἀκούσας παρὰ τοῦ ἀποστόλου Πέτρου, Τὸ ἀργύριόν σου σὺν
65σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἠγανάκτησεν, οὐκ ἀφηνίασεν, οὐκ ἀπεπήδησε, καίτοι πονηρὸς ὤν· ἀλλὰ τὰς ὕβρεις καὶ τὰς ἐπισκήψεις, ὡς ἀντιδότους αἰτίας, δεξάμενος, οὐ μόνον τῷ Πέτρῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις
70προπεσὼν ἔλεγε· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ, ὧν εἰρήκατε κα‐ κῶν. Μεγάλως, φησὶν, ἥμαρτον· οὐ τολμῶ δι’ ἑαυτοῦ τὸν Θεὸν ἐξιλεώσασθαι· ὑμεῖς οἱ μεσῖται ὑπὲρ ἐμοῦ πρεσβεύσατε. Καλῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστὴς, Και‐
75ρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι· καιρὸς τοῦ κλαῦσαι τοὺς τὰ ἀνίατα νοσοῦντας, καὶ καιρὸς τοῦ γελάσαι τοὺς τὴν μετάνοιαν ἀγαπῶντας. Οὕτω γὰρ ἔκλαυσεν ὁ μέγας Ἰωσὴφ, οἱονεὶ τῷ προφητικῷ βλέμματι προσπεισθεὶς τῷ μακαρίῳ Δαυῒδ τῷ λέγοντι· Οἱ σπείρον‐
80τες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. Ἔσπειρεν761

62

.

763

οὖν καὶ Ἰωσὴφ τὰ δάκρυα τῆς φιλαδελφίας, καὶ ἐθέρισε τὸν στέφανον τῆς βασιλείας. Ἴστε γὰρ πάντες σαφῶς, ὡς, μετὰ τὸν παράδοξον ἐκεῖνον ἀναγνωρισμὸν, θεασάμε‐ νος Ἰωσὴφ τοὺς ἑαυτοῦ ἀδελφοὺς, προσονειδίσαι οὐκ
5ἠθέλησε. Ποῖοι γὰρ ἀδελφοὶ οἱ τὴν δωδεκάσειρον ἅλυ‐ σιν τῆς ἀδελφότητος, ὅσον τὸ ἐπ’ αὐτοῖς, διαῤῥήξαντες; Ὅμως ὁ Ἰωσὴφ τὰς θλίψεις εἰς ἀντιλήψεις μετα‐ χλευάσας, ἐπὶ τὸν τράχηλον τῶν ἀδελφῶν ἔκλαυσεν ἐπ’ αὐτοῖς. Διὰ τί δὲ ἐπὶ τὸν τράχηλον, οὐχὶ δὲ ἐπὶ
10ἄλλο μέρος; Ἀναγκαίως ἐπὶ τοὺς τραχήλους αὐτῶν ἔκλαυσε, τοὺς ἀποβαλόντας τὸν ζυγὸν τῆς φιλαδελ‐ φίας. Εἶδες πραότητα καὶ εὐλάβειαν ἀνδρός; Ἀλλά φασί τινες περὶ τοῦ Ἰωσὴφ, ὡς ἀπὸ ἀνάγκης συσχε‐ θεὶς καὶ ἐν ξένοις τόποις αὐλιζόμενος, καὶ μὴ ἔχων
15ἀνθρωπίνην βοήθειαν, ἢ τὸν προστατεύοντα, τούτου χάριν τὴν πραότητα καὶ τὴν ταπεινοφροσύνην ἐπ‐ εδείξατο. Πρόσεχε οὖν ὁ ταῦτα λέγων· αὐτὸς γὰρ ὁ Ἰωσὴφ ἀπὸ διαθέσεως οἰκείας τὴν πατρικὴν εὐλάβειαν περιέθετο τοῦ Ἰωσὴφ μνήμη, καὶ φωτὸς παρουσία.
20Ὁ γὰρ τοῦ φωτὸς Δεσπότης Χριστὸς ἐκ τοῦ σκότους τῆς φυλακῆς τοῦτον ἠλευθέρωσε. Διὸ περιττολογεῖς, ἄνθρωπε, οὐ δικαιολογεῖς, ὁ λέγων ὅτι ὁ Ἰωσὴφ ἀπὸ ἀνάγκης ὑπῆρχεν εὐλαβὴς καὶ ἀνεξίκακος. Οὕτω γὰρ πρὸ νόμου ὑπῆρχε φιλόθεος ὁ Ἰωσὴφ καὶ νόμου τη‐
25ρητὴς, ὅτι καὶ κολακευόμενος παρὰ τῆς ἑαυτοῦ δε‐ σποίνης, ἐμυσάττετο τῆς μοιχείας τὸ δρᾶμα. Μὴ γὰρ τότε νόμος ἦν δοθεὶς, ὁ κελεύων, Μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς; οὐχὶ αὐτὸς ἑαυτοῦ νόμος γινόμενος, καὶ φυσικῷ κριτηρίῳ προσπλακεὶς
30ἔφυγε γυμνὸς ἐξ αὐτῆς, ἵνα τὴν δεσποτικὴν μὴ μο‐ λύνῃ κοίτην; οὐχὶ ἡ τούτου δέσποινα παρεκάλει αὐ‐ τὸν ἀναιδῶς, καὶ δέλτους ἐλευθερίας αὐτῷ δώσειν ὑπισχνεῖτο, καὶ πάντων τῶν αὐτῆς δεσπότην κατα‐ στήσειν, εἰ συγκατάθηται τῷ σπουδαζομένῳ; οὐχὶ
35ὅσον ἐκείνη προέτρεχε, τοσοῦτον οὗτος ἔκαμπτε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἑαυτὸν εὐνουχίσας, οὐ ξίφει, ἀλλὰ πίστει; οὐχὶ ταῦτα τὰ ῥήματα ἔλεγε πρὸς αὐ‐ τὴν ὁ δίκαιος· Εἰ ὁ Κύριός μου, δέσποινα, οὐ γινώσκει τι τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ἐνεπίστευσεν
40ἐν τῇ χειρί μου, καὶ οὐδὲν ὑφαιρεῖται ἀπ’ ἐμοῦ, πλὴν σοῦ, διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ πονηρὸν τοῦτο ἁμάρτημα ἐνώπιον τοῦ Θεοῦ; μὴ γὰρ οὐ πάρεστιν ὧδε ὁ τῶν πατέρων μου Θεός; μὴ γὰρ ἄλλος ἐν τῇ Χαναὰν Θεὸς, καὶ ἄλλος ἐν Αἰγύπτῳ,
45εἰ καὶ ὑμεῖς ἀγνοεῖτε; μὴ γὰρ οὐκ ἔστιν ἐποπτική τις δύναμις ἡ θεωροῦσα τὸν ἀδικοῦντα τὸν πέλας; μὴ γὰρ, τοῦ ἀνδρός σου ἔξω τυγχάνοντος, καὶ ὁ Θεός μου συναπεδήμησεν; Ὁ σὸς ἀνὴρ, γύναι, ἐμὸς δεσπότης ὢν, πᾶσαν τὴν ὕπαρξιν αὐτοῦ ἐπίστευσεν ἐν τῇ χειρί μου,

62

.

763

(50)

κἀγὼ τὴν πλευρὰν αὐτοῦ συλήσω; ἕνα ἑνὶ συνέζευξε· μὴ γὰρ μίαν πολλοῖς, ἢ ἑνὶ πολλάς; Ἡσύχασον, δέ‐
σποινα· οἶδα γὰρ τὸν ὑφάπτοντά σε κατ’ ἐμοῦ. Οὐ σύColumn end

62

.

764

με πολεμεῖς, ἀλλ’ ὁ τοὺς ἀδελφούς μου κατ’ ἐμοῦ ὁπλί‐ σας διάβολος. Ἅπαξ γὰρ τοῦ πατρός με ἀλλοτριώσας, σπεύδει καὶ τοῦ Θεοῦ ἀποστῆσαι· ἄνω καὶ κάτω κυκλοῖ, ὅπως ξένον με τῶν ὀνείρων ποιήσῃ. Ἡσύχασον τοίνυν·
5ἄμεινον γὰρ ὄνομα, καὶ μὴ πρᾶγμα βαστάζειν μοιχοῦ. Ἐάν σοι μὴ πεισθῶ, τὸ σῶμα μαστίζομαι· ἐὰν δὲ τοῦ Θεοῦ μου παρακούσω, τὸ συναμφότερον κολασθήσομαι. Ἔγνω γὰρ τὸν λέγοντα· Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι. Ταῦτα εἴρηται πρὸς
10ἀπόδειξιν τῆς πραότητος καὶ ἀνεξικακίας τοῦ σώφρονος Ἰωσήφ. Ἄκουε δὲ αὐτοῦ καὶ τὴν ἄλλην πραγματείαν. Ἴστε γὰρ πάντες σαφῶς, ὅτι συκοφαντίᾳ τῆς Αἰγυπτίας τὴν φυλακὴν οἰκήσας, ψήφῳ δὲ θείας προνοίας τῆς Αἰγύπτου βασιλεύσας, καὶ ἤδη λοιπὸν τῶν ὀνείρων
15αὐτοῦ, μᾶλλον δὲ τῶν ἀποκαλύψεων, τὴν ἔκβασιν ἐπι‐ δεικνύντων, καὶ τῶν ἀδελφῶν αὐτοῦ κατελθόντων εἰς τὴν Αἴγυπτον διὰ τὴν τῶν ἀναγκαίων σπάνιν, θεασά‐ μενος τούτους ὁ Ἰωσὴφ, καί γε βασιλεὺς ὑπάρχων, καὶ πάσης τῆς Αἰγύπτου δεσπόζων, οὐκ ἐγύμνωσε
20ξίφος, οὐκ ἐν φυλακῇ κατέκλεισεν, οὐ λιμῷ κατέτη‐ ξεν, οὐ πληγὰς ἐπέθηκε, οὐχ ὡς θῆρας τοὺς μὴ ἐλεή‐ σαντας ἑαυτὸν κατενόησεν, οὐχ ὑπεμνήσθη τοῦ χιτῶ‐ νος τὸν διασπαραγμὸν, οὐ τοῦ λάκκου τὸν βόθυνον, οὐ τῆς δουλείας τὸ ὀνικὸν, οὐ τοῦ φθόνου τὸν τῦφον, οὐ
25τῆς μισαδελφίας τὸν καπνὸν, οὐ τῆς πατρικῆς ζημίας τὸν φόρτον, οὐ τοῦ ὁμομητρίου ἀδελφοῦ Βενιαμὶν τὴν ἀλλοτρίωσιν· ἀλλὰ πάντα τὰ λυποῦντα ἐκποδὼν ποιή‐ σας, ἀπειλὴν μετὰ πραότητος συζεύξας, ἀφορμὴν ἐζήτει πῶς ἀναγνωρισθῇ τοῖς ἀδελφοῖς. Μόνον γὰρ
30ἐθεάσατο τούτους, καὶ τὸν ὁμομήτριον ἀδελφὸν Βε‐ νιαμὶν, τὸν ἄκακον, τὸν ἀκέραιον, τὸν ἔσχατον τῆς πατρικῆς ἀμπέλου βότρυν, τὸν ἄγευστον τῆς μισ‐ αδελφίας, τὸν ἀδελφὸν καὶ τῇ φύσει καὶ τῇ γνώμῃ, εὐθέως περιχαρέσι δάκρυσι τὰς παρειὰς νοτίσας, ἀν‐
35εβόησε λέγων· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ὑμέτερος ἀδελφός· νῦν δὲ μὴ σκληρὸν ὑμῖν φανήτω. Ὢ τῶν ξένων πρα‐ γμάτων! ὁ ἀνεύθυνος ὡς ὑπεύθυνος ἀπολογεῖται. Ἐγώ εἰμι Ἰωσὴφ, ὦ ἀδελφοί. Εἰ μὴ ἄκοντες προσεκυνή‐ σατε, ψευδῆ μου τὰ ὀνείρατα· εἰ μὴ ἀνωρθώθη τὸ
40ἐμὸν δράγμα, καλῶς τὸ δρέπανον τῆς μισαδελφίας ὠξύνατε. Μάθετε κἂν οὕτως, ὦ ἀδελφοὶ, ὅτι πᾶς ὁ ἐλπίζων ἐπὶ Κύριον οὐ καταισχύνεται. Λιτοῦ με χι‐ τῶνος ἐστερήσατε· ἴδε, πορφύραν περιβέβλημαι· ἐν λάκκῳ με ἐχώσατε· ἴδε, ἐν ἅρματι χρυσοκολλήτῳ
45ἐποχοῦμαι· ὡς δοῦλον ἐπωλήσατε· ἴδε, βασιλεὺς ἀνα‐ δέδειγμαι· φυλακὴν ᾤκησα· ἴδε, ἐν βασιλείοις ἀνα‐ στρέφομαι· κλοιὸν ἐφόρεσα· ἴδε, διάδημα ἐκ λίθων τιμίων περίκειμαι. Εὔκαιρον οὖν εἰπεῖν ἀληθῶς τὰ τοῦ μακαρίου Παύλου· Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συν‐

62

.

764

(50)

εργεῖ εἰς ἀγαθὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.763