TLG 2062 329 :: JOANNES CHRYSOSTOMUS :: De jejunio [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De jejunio [Sp.] Citation: Vol — pg — (ln) | ||
62.757(54t) | Περὶ νηστείας. | |
55 | Ὁ ἔχων προσευχὴν καὶ νηστείαν καὶ ἐλεημοσύνην, τότε ἐστὶ καταπλούσιος ἐν Χριστῷ, καὶ εὐσεβείας ἐργάτης. Τί γὰρ ὄφελος, ἀδελφοὶ, νηστεύειν τῷ σώ‐ ματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος βρώμα‐ τος ἀπέχεσθαι, καὶ πορνείᾳ μιαίνεσθαι; κρέας οὐκ | |
---|---|---|
60 | ἐσθίεις, ἀλλὰ κατατρώγεις τὰς σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύ‐ σκεσθαι χρήμασι; τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ; ποῖον κέρδος νηστείᾳ τήκεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια ἐγκρατεύεσθαι | |
65 | βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντα μὴ τρέφειν; τίς ἡ ὠφέλεια τὸ σῶμα συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; Ἐὰν βούλῃ νηστεύειν, μίσησον φιλαργυ‐ ρίαν· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία. Νηστεύεις; | |
70 | φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν, καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν, καὶ τὸν ψυχώλεθρον φθόνον. Νηστεύεις; φύγε γαστριμαργίαν, τὴν γεννήτριαν πάσης κακίας, τὴν | |
75 | χωρίζουσαν ἡμᾶς καὶ ἀπ’ αὐτοῦ τοῦ Θεοῦ, καὶ κατ‐ άγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν | |
νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ | Column end | |
62.758(54) | Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων | |
55 | καὶ φιλάνθρωπος· δράμωμεν, ἀδελφοὶ, πρὸς τὴν με‐ τάνοιαν, δράμωμεν· ἐδόθη ἡμῖν καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳ‐ θυμίας. Μετάνοια γάρ ἐστι πρόξενος βασιλείας οὐρα‐ νοῦ, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπό‐ | |
60 | λαυσις. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, πένητα μὴ περιίδῃς, γυμνὸν περίβαλε, βλέπε τῆς χήρας τὰ δάκρυα, βλέπε ὀρφανοὺς στενάζοντας. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ | |
65 | λαλῆσαι δόλον· ἀρκεῖ σοι πρὸς σωτηρίαν. Ἐὰν νη‐ στεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφὸν, μήτε πάλιν μισήσῃς τινά ποτε. Νηστεύεις; μὴ κενοδοξήσῃς. Νηστεύεις; φύγε πορνείαν, τὴν | |
70 | χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; θρέψον πεινῶντας, πότισον διψῶντας, ἀσθενοῦντας ἐπί‐ σκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθου, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι· | |
75 | γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, μακρόθυ‐ | |
μος, ἐλεήμων, ἀμνησίκακος, εὐλαβὴς, ἄμαχος, ἀληθι‐ | 757 | |
62.759 | νὸς, θεοσεβής· ἵνα ὁ Θεὸς καὶ τὴν νηστείαν σου ἀποδέ‐ ξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, οὕτω νήστευσον ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ | |
5 | τὸν κόπον ὑπομένῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τῷ Θεῷ, καὶ ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσα‐ | |
10 | τε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο‐ λῆς κόσμου. Οὐδὲν γὰρ, ἀδελφοὶ, δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τῆς φωνῆς ταύτης προξενούσης, ὡς μετάνοια καὶ ἐλεημο‐ σύνη. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτω | |
15 | πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια. Πυρὸς αἰωνίου μνήμη καθ’ ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συνανα‐ στήτω σοι, καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύῃ ποτέ. Ὡς φωτὸς φανέντος, ὑποχωρεῖ τὸ σκό‐ τος, οὕτω καὶ ἀπὸ ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς | |
20 | ἐξαφανίζεται. Δεθήτω λοιπὸν θυμὸς, ὡς τύραννος, ἐν δεσμοῖς πραότητος· μηδέποτε καταδέξῃ τὸν πρὸς σὲ τὸν πλησίον καταλαλοῦντα, μᾶλλον δὲ λέγε πρὸς αὐτὸν, Παῦσαι, ἀδελφὲ, ἐγὼ καθ’ ἡμέραν ἐν χαλεπωτέροις πταίσμασι πταίω, καὶ πῶς ἐκεῖνον κατακρῖναι δυνά‐ | |
25 | μεθα; Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμὸς, ἐπιορκία δὲ | Column end |
62.760 | Θεοῦ ἄρνησις· φόβον Θεοῦ κτησάμενος ἐδίωξε ψεῦδος, δικαστὴν ἔχων τὴν ἰδίαν συνείδησιν. Λέοντα ὁ κολακεύ‐ σας πολλάκις ἡμέρωσεν. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, | |
5 | ὅμοιός ἐστιν ὁ μετὰ ἐλαίου σβεννύων τινὰ ἐμπρησμόν. Νευροῦται γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, γινώσκων εἰς ἅπαν τὴν ἰδίαν ἀδυναμίαν. Μὴ εὔχου ἐν σεσοφισμένοις ῥήμα‐ σιν, ἀλλ’ ἐξ ὅλης ψυχῆς, καὶ ταπεινώσεως καρδίας· | |
10 | πρὸ πάντων δὲ λέγε, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθε‐ νής εἰμι. Ἡμῖν πίστις ἀκλινὴς καὶ ἀγάπη Θεοῦ περι‐ κόπτει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. Διὰ μικροῦ τινος πυρὸς πολλὴν ὕλην κατέκαυ‐ σαν, καὶ διὰ μιᾶς ἀρετῆς ὅλα τὰ πάθη ἔφυγον. Ὁ Θεῷ | |
15 | παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσ‐ ευχῇ γενοῦ στῦλος ἀκλόνητος, ὑπ’ οὐδενὸς τῶν βιωτι‐ κῶν φροντίδων ἐμποδιζόμενος. Εἴ τις ἁγνὸν σῶμα βούλεται παραστῆσαι τῷ Χριστῷ, καὶ καρδίαν καθα‐ ρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγ‐ | |
20 | κράτειαν. Τούτων γὰρ χωρὶς ἢ σῶμα ἢ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσι τοῦ βίου δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς δήσαντι, καὶ ὀξέως περιπατεῖν δοκιμάζοντι ἐν Χριστῷ | |
Ἰησοῦ τῷ Κυρίῳ. Ἀμήν. | 759 |