TLG 2062 327 :: JOANNES CHRYSOSTOMUS :: In resurrectionem domini [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In resurrectionem domini [Sp.] Citation: Vol — pg — (ln) | ||
62.753(48t) | Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὰς μυροφόρους. | |
49 | Σφόδρα μοι καὶ νῦν, ὡς ἀεὶ, κρατεῖ τῆς διανοίας τῆς | |
---|---|---|
62.753(50) | δεσποτικῆς ἀναστάσεως τὰ θαύματα, καὶ τὰ φοβερὰ τῶν μυστηρίων θεάματα καταπλήττει μου τῆς ψυχῆς τὴν ἐνθύμησιν· ὅτι δόξαν ἐγέννησεν ἀτιμία, καὶ πάθος ἐπή‐ γασεν ἀνθρώποις ἀπάθειαν· ὅτι ξύλον τιμωρίας ξύλου δουλείας ἐῤῥύσατο, καὶ ἧλοι τὴν πολύῤῥιζον ἁμαρτίαν | |
55 | ἀνέσκαψαν· ὅτι στέφανος ἀκανθῶν καθολικὴν κατάραν ἀνέτρεψε, καὶ σταυρὸς ἐπονείδιστος κόσμον αἰσχύνης ἀπήλλαξεν· ὅτι λόγχῃ νυγεῖσα πλευρὰ κόσμου μυστη‐ ρίων γέγονε πύλη, καὶ τάφος τριήμερος οἶκος ζωῆς ἀπε‐ δείχθη· ὅτι τελώνης θεολογίας ἐφθέγξατο δόγματα, καὶ | |
60 | ἄγγελος ταῖς τῶν γυναικῶν ψυχαῖς χαρᾶς ἐνέσπειρε ῥήματα. Οὐ φέρω σιγᾷν τὰ τοῦ Δεσπότου παράδοξα, εἰ καὶ τῷ πλήθει τῶν θεοσημειῶν φθάνειν λόγος οὐκ ἀρκεῖ πρὸς διήγησιν· χορεύω σὺν τῷ λῃστῇ, σκιρτῶ σὺν τῇ Μαρίᾳ, πειθαρχῶ τῷ εὐαγγελιστῇ κεκραγότι· Ὀψὲ | |
65 | σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας· ἄγγε‐ λος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο | |
70 | ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν, ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Ταύτης πρώην ἐπήκουες τῆς φωνῆς· | |
75 | ἐν τῇ φοβερᾷ νυκτὶ, μᾶλλον δὲ ἐν τῷ μεγάλῳ φωτὶ, Ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεω‐ | |
ρῆσαι τὸν τάφον. Ἀγαθὴ τῶν γυναικῶν ἡ σπουδὴ, | Column end | |
62.754(48) | εὐαγγελικὸς τῶν ἀπαντηθεισῶν γυναικῶν ὁ δρόμος, αὐτῶν δηλῶν ἀνδρεῖον τὸ φρόνημα. Τάχα δὲ τῶν ἀπο‐ | |
62.754(50) | στόλων εὐφημότερα τῶν εὐολίσθων τὰ βήματα. Οἱ μὲν γὰρ πεφευγότες οἴκοι μετὰ δέους ἐκρύπτοντο· αἱ δὲ καταδραμοῦσαι θαρσαλέως ἐπὶ τὸν τάφον, τὸν ἐν νεκροῖς ἐθρήνουν ἐλεύθερον, εὐγνώμονι πίστει τὸν φιλόχριστον πληροῦσαι σκοπόν. Οὐκ ἐφοβήθησαν Ἰουδαίους, οὐκ | |
55 | ἐνενόησαν τοὺς τηροῦντας, οὐκ ἐλογίσαντο τῶν σταυ‐ ρωσάντων τὴν ἀκμάζουσαν ἔτι μανίαν, οὐ τῶν προσ‐ εδρευόντων τὴν πρόχειρον πρὸς ὕβρεις ἀναίδειαν, οὐδὲν κατ’ ἐνθύμησιν μελετήσασαι τῶν δεινῶν· ἀλλ’ ὡς ἐπὶ θυσιαστηρίου τοῦ μνήματος μετὰ δακρύων προσήρ‐ | |
60 | χοντο, ἐκεῖ κλαίουσαι, ὅθεν ὁ τὰς τῆς Εὔας λύπας παύ‐ σας ἐγήγερτο, ὅπου πᾶς ὁ κόσμος ἤμελλεν ἑορτάζειν· Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθισεν | |
65 | ἐπάνω αὐτοῦ. Εἰ καταβάντος ἀγγέλου σεισμὸς ἐγένετο μέγας, πῶς, σταυρουμένου τοῦ τῶν ἀγγέλων Δεσπότου, ἐπὶ τοῖς τολμωμένοις ἡ γῆ δικαίως οὐκ ἐσαλεύετο; Τίνος δὲ χάριν ἐπὶ τοῦ πάθους σεισμὸς, καὶ ἐπὶ τῆς ἀναστάσεως πάλιν σεισμός; Φόβος φόβῳ συνάπτεται, | |
70 | ἵνα τοῦ θανάτου παντελῶς ἀνατραπῇ τὰ θεμέλια. Σει‐ σμὸς ἐγένετο μέγας, ἔτρεμον λίθοι, καὶ ἐχόρευον Ἰου‐ δαῖοι. Ἀλλ’ ἣν ἐνόμισαν ἑορτὴν ἄγειν, ταύτην διηνεκῆ κατηφείας ὑπόθεσιν ἔλαβον. Διεχειρίσαντο τὸν ἀμνὸν, ἀλλ’ ἀπώλεσαν τοὺς βωμούς· ἀνήλωσαν τὸν κληρονό‐ | |
75 | μον, ἀλλὰ τῆς διαθήκης ἐξέπεσαν· διεμερίσαντο τὰ | |
ἱμάτια, ἀλλ’ ἐστερήθησαν τῶν θαυμάτων· ἐσφράγισαν | 753 | |
62.755 | τὸν τάφον, ἀλλ’ ἐζημιώθησαν τὸν ναόν. Σεισμὸς ἐγέ‐ νετο μέγας· Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρα‐ νοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου. Τί τοῦτο, ὦ ἄγγελε; ὡς δορυφόρος τοῦ | |
5 | ἀναστάντος βασιλέως ἐξ ὕψους κατέδραμες; ἦλθες ψυχ‐ αγωγῆσαι θρηνοῦντα τὰ γύναια; ἦλθες συνευφρανθῆ‐ ναι τῶν ἀνθρώπων τῷ γένει; Ἔασον παρακεῖσθαι τὸν λίθον τοῦ μνήματος. Τί σαλεύεις, ὃν οὐκ ἐκίνησε προσ‐ ελθοῦσα ἡ πέτρα; Ὡς ἐτέχθη ἐκ μήτρας, οὕτω προ‐ | |
10 | ῆλθεν ἐκ μνήματος· οὐ γὰρ ἐνώχλησε τῆς παρθενίας τοῖς κλείθροις τικτόμενος, οὐκ ἐκίνησε τὸν λίθον, ὃν ἐφύλαξε. Τὸν τάφον μετὰ τοῦ λίθου ἐσφραγισμένον κατ‐ έλιπεν. Οἶδα, φησὶν, οἶδα· ἀλλ’ οὐχ ἁπλῶς γέγονε τὸ γενόμενον· τῷ τοῦ Δεσπότου μου ὑπούργησα νεύματι· | |
15 | οἰκονομικῶς τὸν λίθον ἐκύλισα, ἵνα Πέτρος παρακύ‐ ψας θεάσηται τὰ ὀθόνια· ἵνα ἴδωσιν αἱ γυναῖκες τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. Ἀπεκύλισε, φησὶ, τὸν λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἐτήρει τὸν τῶν Ἰουδαίων κατήγορον, ἐφύλαττε τὸν τῆς ἀναστάσεως | |
20 | μάρτυρα· ἐτήρει τὸν λίθον τῶν λελιθωμένων τὴν καρ‐ δίαν πρὸς ἔλεγχον. Τοῦτο γὰρ καὶ ὁ Κύριος τὴν τῶν | |
Χριστοκτόνων δυσμένειαν ἐκπομπεύων πρὸς αὐτοὺς ἐν | Column end | |
62.756 | Εὐαγγελίοις ἐβόα· Κἂν αὐτοὶ σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· εἰκότως. Ἔνθα γὰρ ἁμαρτίας σπῖλος οὐκ ἔγκειται, πάντα φωτός ἐστιν | |
5 | ἀνάμεστα, τῇ τῆς χιόνος ἐοικότα λαμπρότητι. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγέ‐ νοντο ὡσεὶ νεκροί. Ἐπὶ τοῦ δούλου ὡς νεκροὶ, καὶ ἐπὶ τοῦ κτιστοῦ τολμηροί. Τί δὲ καὶ τὰ ἑξῆς; Ἀποκρι‐ θεὶς, φησὶν, ὁ ἄγγελος εἶπε ταῖς γυναιξὶ, Μὴ φοβεῖσθε | |
10 | ὑμεῖς. Ὢ παραδόξων πραγμάτων! ὢ ξένων διηγημά‐ των! τῶν στρατιωτῶν γεγονότων ὡσεὶ νεκρῶν, ταῖς γυναιξὶ διελέγετο, Μὴ φοβεῖσθε; Ἐχρῆν γὰρ τοὺς ἀπί‐ στους φύλακας ἐναπομεῖναι τῷ φόβῳ, ταῖς δὲ πισταῖς γυναιξὶ τὴν τῆς σωτηρίας εὐαγγελισθῆναι χάριν. Μὴ | |
15 | φοβεῖσθε ὑμεῖς· Ἀδὰμ γὰρ ὑπὸ τοῦ τῆς φύσεως ὑμῶν κεραμέως ἀνεπλάσθη, καθάπερ ἐν τροχῷ τῷ σταυρῷ. Μὴ φοβεῖσθε· τῆς ὑμετέρας γὰρ μητρὸς Εὔας ἐλύθη τὸ πρὸς κατάκρισιν ἔγκλημα. Μὴ φοβεῖσθε· πρὶν γὰρ ἐγὼ ἀποκυλίσω τὸν λίθον, ὃν ζητεῖτε, μετ’ ἐξουσίας | |
20 | ἀνέστη· αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ‐ | |
ματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 755 |