TLG 2062 326 :: JOANNES CHRYSOSTOMUS :: In adorationem venerandae crucis [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In adorationem venerandae crucis [Sp.] Citation: Vol — pg — (ln) | ||
62.747(18t) | Εἰς τὴν προσκύνησιν τοῦ τιμίου ξύλου. | |
19 | ᾎσμα καινὸν ᾄσωμεν, λαοὶ, τῇ δικαιοσύνῃ τοῦ βασι‐ | |
---|---|---|
20 | λέως Κυρίου, καὶ ἐξομολογησώμεθα, μᾶλλον δὲ ὑμνή‐ σωμεν καὶ δοξάσωμεν, καὶ αἰνέσωμεν, προσκυνήσωμεν, καὶ μεγαλύνωμεν τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν ὕμνοις προσ‐ κυνήσωμεν καὶ ἐγκωμιάσωμεν τὸ σεβάσμιον καὶ τρισ‐ | |
25 | όλβιον ξύλον τοῦ Δεσπότου. Δεῦτε, ὦ ἀγαπητοὶ, ἐν αἰνέσει χορεύοντες καὶ πίστει γεραίροντες, μετὰ τοῦ προφήτου Δαυῒδ ψάλλοντες εἴπωμεν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ποῖον ἄρα φῶς, εἰ μὴ ὁ σταυρὸς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος | |
30 | ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ὁ κόσμος ἐσώθη, καὶ οἱ πιστεύσαντες ἠλευθερώθημεν ἀπὸ τῆς αἰχμαλωσίας τοῦ Βελιὰρ, καὶ ὁ χάρτης τῶν ἀνομιῶν ἡμῶν διεῤῥάγη; Πρόσωπον τοῦ Πατρὸς ὁ Χριστός· Ὁ ἑωρακώς με, φησὶν, ἑώρακε τὸν Πατέρα. Φῶς δὲ τοῦ προσώπου, | |
35 | τουτέστι τοῦ Κυρίου, ὁ σταυρός· ἐν αὐτῷ γὰρ, ὡς ἐν λυχνίᾳ λύχνος, τὴν οἰκουμένην ἐφώτισε, καὶ τὴν γῆν κλονουμένην ἔστησε, καὶ τὰς πέτρας διέῤῥηξε, καὶ τοὺς νεκροὺς διήγειρε, καὶ τὸν ἥλιον φυγαδεύσας, σάκκον ἀντὶ σκότους τὸν οὐρανὸν ἐνέδυσας, δεῖξαι θέλων τοῖς | |
40 | ἀχαρίστοις καὶ ἀγνώμοσι καὶ ἀρνησιθέοις Ἰουδαίοις, ὅτι Δεσπότης καὶ δημιουργὸς ὑπῆρχεν ὁ τῇ σαρκὶ σταυρού‐ μενος. Τούτου χάριν, ὦ ἀγαπητοὶ, ζητῶ καὶ ποθῶ προσ‐ ενέγκαι ὑμᾶς τῷ σταυρῷ, καὶ ἐπαξίως ἐγκωμιάσαι· καὶ δέδοικα ἀνάξιος ὤν· τρέμει γάρ μου ἡ σὰρξ, καὶ | |
45 | ναρκᾷ ἡ γλῶσσα, καὶ τὰ χείλη μου πεπήγασι, καὶ ὁ λογισμὸς ἔνδον σιγᾷν διαμαρτύρεται. Πῶς οὖν ἐγὼ, ὁ χθαμαλὸς, ἰσχύσω ἐπαξίως διηγήσασθαι καὶ περὶ τῆς δυνάμεως τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Εἴπω δὲ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐκ μέρους, ὃ καὶ καταλαμ‐ | |
62.747(50) | βάνω· οὔτε γὰρ ἄγγελοι ἰσχύουσιν ἐπαξίως ἐγκωμιάσαι τὴν τούτου δύναμιν. Τοῦτο γὰρ τὸ ὁρώμενον σημεῖον τοῦ σταυροῦ ἄγγελοι προσκυνοῦσιν, οὐ διὰ τὸ εἶδος τοῦ ξύλου, ἀλλὰ διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ ἑκουσίως Χριστὸν ἐν σαρκί. Ὁ Ἀδὰμ διὰ τοῦ ξύλου τῆς βρώ‐ | |
55 | σεως κατεκρίθη, καὶ ὁ νέος Ἀδὰμ Χριστὸς ὁ Θεὸς ἡμῶν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡμᾶς ἐνίσχυσε. Καὶ ἐπλη‐ ρώθη ὁ λόγος τοῦ προφήτου λέγοντος· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσ‐ ώπου τόξου. Σημεῖον ὁ σταυρὸς ἐν μετώπῳ καὶ χειρὶ | |
60 | τοῦ πιστοῦ, τόξον δὲ ἡ πλάνη, τοξότης ὁ διάβολος, βέλη οἱ αἰσχροὶ λογισμοὶ, πληγαὶ αἱ ἁμαρτίαι. Δεῦτε οἱ πι‐ στοὶ, ἀπολαύσωμεν τῆς προσκυνήσεως τοῦ τιμίου καὶ ἀχράντου σταυροῦ. Διότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιη‐ | |
65 | τήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα ῥέουσαν ἐκ πηγῆς ἀεννάου, ἀκάνθινον φοροῦντα τὸ πλακὲν στέφος, ὄξος πιόντα καὶ χολὴν μεμιγμένην, κλῆρον λαχόντας χερσὶ ταῖς μιαιφόνοις, ὑπηρέτας σκότους τε καὶ γνόφου φίλους | |
70 | ὅπως ἕκαστος τὴν προσήκουσαν λάβοι μοῖραν. Ἔφριξαν τάξεις ἀγγέλων ἀσωμάτων· στυγνὸς, κατηφὴς οὐρανὸς κατεστάθη, τῶν ἀστέρων ἔσβεστο φῶς καὶ λαμπρότης· γίγας μέγιστος ἥλιος τὰς λαμπάδας ἔστειλε, καὶ σκότος κατεῖχεν αἰθέρα· ἡ ἡμέρα τε μετῆλθεν εἰς βαθεῖαν | |
75 | ἑσπέραν, ναοῦ τε στόλισμα φαιδρὸν ἐῤῥάγη πάλιν· βρα‐ σμοῖς ἐδονεῖτο ἡ γῆ, καὶ τῶν τάφων τάχος νεκροὶ προ‐ | |
ῆλθον τῶν δεσμῶν λελυμένοι. Λῃστὴς κατοικεῖ παράδει‐ | Column end | |
62.748(18) | σον ἐν πίστει τε καὶ λόγῳ, πληγεὶς δ’ Ἰούδας ἀγχόνῃ διεφθάρη· Πέτρος φοβηθεὶς ὀμνύει τὸν Δεσπότην οὐκ | |
20 | εἰδέναι τὸν ἐκ πλάνης σεσωκότα, ἕως ἀλέκτωρ ἐξελέγ‐ χει κραυγάσας· κλαύσας δὲ πικρῶς ἔπλυνεν ἁμαρτίαν. Ταῦτα θεωρῶν ὁ καταχθόνιος δράκων, θρηνῶν ἀπωδύ‐ ρετο λέγων· Ὦ λειτουργοὶ καὶ δυνάμεις μου, οἱ τοῦ σκότους ἄρχοντες, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; | |
25 | ξυλίνῃ με λόγχῃ ἐκέντησε, καὶ διαῤῥήσσομαι, τὰ σπλάγ‐ χνα πονῶ, τὴν καρδίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου διαφθείρονται, τὸ πνεῦμά μου μαιμάσσει. Εἴθε μὴ ἐτάγη εἰς ἀριθμὸν μαθητῶν ὁ Ἰούδας, εἴθε μὴ ἐπάγη κατ’ ἐμοῦ τὸ ξύλον τῆς σταυρώσεως. Ὃν γὰρ ἐνόμιζον | |
30 | κρατεῖν ἐν χερσὶ, νῦν κρατοῦμαι ὑπ’ αὐτοῦ· ὡς αἰχμ‐ άλωτος, καὶ πάντας, ὅσους εἶχον ἀπὸ τοῦ πρωτοπλάστου, ἀναγκάζομαι ἐμέσαι. Δεῦτε, ἀγαπητοὶ, σκεπασώμεθα ὑποκάτω τῶν πτερύγων τοῦ τιμίου καὶ ζωοποιοῦ σταυ‐ ροῦ. Ὁ γὰρ σταυρὸς εἰς τὰ τέσσαρα περατούμενος | |
35 | ἄκρα, σημαίνει ὅτι ὁ σταυρωθεὶς Θεός ἐστι διὰ πάντων χωρῶν, καὶ πάντα περιλαμβάνων τὰ πέρατα. Ὑψώθη δὲ ἐν αὐτῷ ὁ Χριστὸς καὶ Θεὸς, ἵνα καὶ τοὺς ἐν τῷ ἀέρι δαίμονας ἐμφιλοχωροῦντας καταλύσῃ, καὶ τὴν οὐράνιον ἡμῖν πορείαν εὐεπίβατον ποιήσῃ· ὡς καὶ αὐτὸς ὁ Σω‐ | |
40 | τὴρ ἡμῶν ἔφη· Ἐν τῷ με ὑψωθῆναι πάντας ἑλ‐ κύσω πρός με. Καὶ τί σοι πολλὰ λέγω; ἄκουε τοῦ προφήτου λέγοντος· Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Καὶ ἐπειδὴ ῥάβδος ἐστὶν ὁ Χριστὸς, ὡς καὶ Ἡσαΐας εἶπεν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς | |
45 | ῥίζης Ἰεσσαί. Αὐτὸν κατέχων Μωϋσῆς, διεῖλε τὴν Ἐρυθρὰν θάλασσαν, ἔσχισε τὸ ὕδωρ, καὶ ἔῤῥαψεν· ἔσχι‐ σεν ἵνα παρέλθῃ ὁ λαὸς τοῦ Θεοῦ· ἔῤῥαψεν, ἵνα ἐνδύση‐ ται τὴν τῶν βυθῶν θάλασσαν ὁ Αἰγύπτιος λαός. Καὶ ἕτερος τῶν προφητῶν λέγει· Εὐλογηθείη τὸ ξύλον, δι’ | |
62.748(50) | οὗ ἐγένετο σωτηρία ἐν μέσῳ τῆς γῆς. Θεώρησον τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ καθ’ ἑκάστην ἡμέραν θεωρή‐ σεις μεταξὺ αὐτῶν τὸ σημεῖον τοῦ σταυροῦ ἀπὸ ἄστρων ἐκτυπούμενον. Διὰ τοῦτο κἀγὼ πρὶν ἢ τὸν ζωοποιὸν σταυρὸν ὑψώσω, μικρά τινα ἐγκωμιάσας | |
55 | χαιρετίσω, καὶ ὑψώσας προσκυνήσω. Χαίροις σταυ‐ ρὲ, ἀρχὴ σωτηρίας, καὶ ὀχύρωμα βασιλείας· χαί‐ ροις, σταυρὲ, προβλήτωρ ἀποστόλων, καὶ κήρυγμα προφητῶν· χαίροις, σταυρὲ, καύχημα μαρτύρων καὶ κήρυγμα ὁσίων· χαίροις, σταυρὲ, γαλήνη τῶν χειμαζο‐ | |
60 | μένων, καὶ ἀνάῤῥυσις τῶν αἰχμαλωτιζομένων· χαίροις, σταυρὲ, δικαίων καὶ ὁσίων ἀγαλλίαμα· χαίροις, σταυρὲ, ἱερέων στολιστὰ, καὶ πρεσβυτέρων σεμνότης· χαίροις, σταυρὲ, διακόνων ἀγλάϊσμα, καὶ ἀναγνωστῶν φαιδρότης· χαίροις, σταυρὲ, μοναζόντων καύχημα, καὶ πενθούντων | |
65 | παράκλησις· χαίροις, σταυρὲ, φύλαξ Ἐκκλησιῶν, καὶ πό‐ λεων εὐνομία· χαίροις, σταυρὲ, ὀρφανῶν πάτερ, καὶ χηρῶν προστάτα· χαίροις, σταυρὲ, πολεμουμένων σωτηρία, καὶ πλανωμένων ὁδηγός· χαίροις, σταυρὲ, ἀδικουμένων ὑπέρ‐ μαχος, καὶ ἀδικούντων ἀντίδικος· χαίροις, σταυρὲ, | |
70 | ὀδυνωμένων ψυχαγωγία, καὶ κινδυνευόντων παραμυ‐ θία· χαίροις, σταυρὲ, τῶν φαύλων ἐπιτηδευμάτων διορθωτὰ, καὶ τῶν κρειττόνων σπουδασμάτων βοηθέ· χαίροις, σταυρὲ, πολεμουμένων ὅπλον ἀήττητον, καὶ πιπτόντων ἔγερσις· χαίροις, σταυρὲ, ἀσθενούντων | |
75 | δύναμις, καὶ ἀδυνάτων βακτηρία· χαίροις, σταυρὲ, | |
παρθενευόντων στέφανος, καὶ χηρευόντων σωφρο‐ | 747 | |
62.749 | σύνη· χαίροις, σταυρὲ, ἔνδυμα τῶν νεοφωτίστων, καὶ φύλαξ νηπίων· χαίροις, σταυρὲ, δούλων ἐλευθερία, καὶ ἀποθνησκόντων ἐντάφιον· χαίροις, σταυρὲ, τῶν ψυχῶν ὁ ἁγιασμὸς, καὶ τῶν δαιμόνων κατακάρδιος | |
5 | ἧλος· χαίροις, σταυρὲ, ὁ τῶν ὁδοιπόρων συνοδοιπό‐ ρος, καὶ τῶν πλεόντων εὔδιος λιμήν· χαίροις, σταυρὲ, τῶν πιστῶν ἀσφάλεια, καὶ ἀγρυπνούντων παραμύθιον· χαίροις, σταυρὲ, τὸ ἡμερινὸν ὅπλον, καὶ νυκτερινὸν φυλακτήριον· χαίροις, σταυρὲ, ἀσθενούντων βακτη‐ | |
10 | ρία, καὶ ποιμένων ῥάβδος· χαίροις, σταυρὲ, ἐπιστρε‐ φόντων χειραγωγία, καὶ προκοπτόντων τελείωσις· χαίροις, σταυρὲ, τῶν ψυχῶν ἡ σωτηρία, καὶ σωμά‐ των πάντων κακῶν ἀποτρόπαιον· χαίροις, σταυρὲ, πάντων ἀγαθῶν πρόξενος, καὶ ἁμαρτιῶν ἀναίρεσις· | |
15 | χαίροις, σταυρὲ, φυτὸν ἀναστάσεως, καὶ ξύλον ζωῆς αἰωνίου· χαίροις, σταυρὲ, πίστεως κρηπὶς, καὶ ἱερω‐ σύνης τελείωσις· χαίροις, σταυρὲ, ἀνομιῶν ἀπολύτρω‐ σις, καὶ Ἐκκλησιῶν θεμέλιος καὶ στήριγμα· χαίροις, σταυρὲ, νόσων καθαίρεσις, καὶ ὁδοιπορούντων ἀνάπαυ‐ | |
20 | σις· χαίροις, σταυρὲ, ἐπικουρία τῶν δεομένων, καὶ ἀγωνιστῶν συμμαχία· χαίροις, σταυρὲ, ὀδυνωμένων ἀνάκτησις, καὶ εὐθυπορούντων ἔρεισμα· χαίροις, σταυ‐ ρὲ, ἐλεημοσύνης αἴτιος, καὶ ἀσπλαγχνίας τιμωρία· χαίροις, σταυρὲ, πάντων βοήθεια κραταιὰ, καὶ βε‐ | |
25 | βαιούσης ἐλπίδος ἀσφάλεια. Σήμερον σταυρὸς προσκυ‐ νεῖται, καὶ τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται· σή‐ μερον σταυρὸς προσκυνεῖται, καὶ ἡ πόλις τοῦ Θεοῦ, ἡ ἄνω Ἱερουσαλὴμ, σὺν τοῖς ἐπιγείοις εὐφραίνεται· σή‐ μερον σταυρὸς προσκυνεῖται, καὶ Σιὼν ἡ μήτηρ πα‐ | |
30 | σῶν τῶν Ἐκκλησιῶν ἐπαγγέλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ τὰ πέρατα τῆς γῆς εἰς προσκύνη‐ σιν τούτου συναθροίζονται· σήμερον σταυρὸς προσκυ‐ νεῖται, καὶ βασιλεῖ Ῥωμαίων κατὰ βαρβάρων νίκη δεδώρηται· σήμερον σταυρὸς προσκυνεῖται, ἡ σωτη‐ | |
35 | ρία τῶν πιστῶν καὶ ἀντίληψις τῶν εὐσεβῶν· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ τετραπέρατος κόσμος ἀγάλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ πᾶ‐ σαι αἱ φυλαὶ, λαοί τε καὶ γλῶσσαι ἑορτάζουσι· σή‐ μερον σταυρὸς προσκυνεῖται, καὶ ἡ κτίσις ἀνακαινί‐ | |
40 | ζεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ Ἀδὰμ ἀνανεοῦται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων ἀναδείκνυται βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ τῆς πα‐ | |
45 | ρακοῆς ὑπακοὴν ἐκτελοῦσα, ἀντὶ τῆς κατάρας τὴν εὐλογίαν λαμβάνουσα, ἀντὶ τοῦ, Ἐν λύπαις τέξεις τέκνα, τὴν ἐν χαρᾷ πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη. Ἀλλὰ τίς αὕτη τῶν ζώντων ἡ μήτηρ, καὶ τίς τὸ ξύλον καρ‐ | |
62.749(50) | πεύεται τῆς ζωῆς, ἀλλ’ ἢ ἡ τοῦ Θεοῦ Ἐκκλη‐ σία; καὶ τὸ ξύλον ὁ σταυρὸς τοῦ Κυρίου τοῦ καλοῦ τῆς Ἐκκλησίας νυμφίου. Τοῦτο νῦν προσκυνεῖται, καὶ παραδειματίζεται τῆς κακίας ὁ ἄρχων, καὶ στη‐ λιτεύονται δαίμονες, καὶ τὰ πνευματικὰ τῆς πονηρίας | |
55 | φυγαδεύονται στίφη, καὶ σκυλεύεται ᾅδης, καὶ ἡ τούτου φάλαγξ δραπετεύεται, καὶ ὁ Βελίαρ καταπε‐ πάτηται, καὶ τῆς ἁμαρτίας ὁ σύμβουλος οὐκέτι πα‐ ρακαλεῖ τῇ μητρὶ πάντων ἡμῶν· ἀλλ’ ἐπὶ τὸ στῆθος ἕρπει, τηρῶν μὲν πτέρναν, πατούμενος δὲ τὴν κε‐ | |
60 | φαλήν. Καὶ γῆν μὲν ἐσθίει τὴν καταδικασθεῖσαν ἀκάν‐ θας καὶ τριβόλους ἐκφέρειν· βλέπει δὲ τὴν ὑπ’ αὐτοῦ πρώην πατουμένην τὸ ξύλον τῆς ζωῆς τρυφῶσαν, αὐ‐ τὸς δὲ ἐναπομείνας τῇ προτέρᾳ κατάρᾳ· βλέπει δὲ μήτε τῆς πτέρνης ἐξουσιάζων, αὐτοῦ δὲ ἁπάσας συν‐ | |
65 | θλωμένας τὰς κεφαλὰς τῷ σταυρῷ· θεωρεῖ παρεστῶ‐ σαν ἐκ δεξιῶν ὡς βασίλισσαν τὴν πρώην κατάκριτον, καὶ τὴν φύλλα συκῆς τὴν γύμνωσιν σκέπουσαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, καὶ τὴν οἰκείαν ἀκοσμίαν θρηνεῖ. Βλέπει τῷ βασιλικῷ | |
70 | σκήπτρῳ στηριζομένην, καὶ πρὸς αὐτὸν ὑψουμένην τὸν οὐρανὸν, καὶ τὴν ἑαυτοῦ πτῶσιν ὀδύρεται· βλέπει συγ‐ καλοῦσαν τὰ τέκνα μετὰ ὑψηλοῦ κηρύγματος πρὸς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ, καὶ τὴν ὑπακοὴν φρίσσει, καὶ προθυμίαν θαυμάζει, καὶ τὸ πλῆθος ἐκ‐ | |
75 | πλήττεται· βλέπει τὴν σύμπασαν κτίσιν ἑορτάζουσαν, καὶ ἑαυτὸν ὡς διπλοΐδα αἰσχύνην ἐνδεδυμένον· καὶ τὸ λόγιον τὸ φάσκον πληρούμενον· Ἔντεινον, καὶ κατευ‐ οδοῦ, καὶ βασίλευε· Ἔντεινον τὸ τόξον τὸ τοῦ σταυροῦ, κέντησον τὸν διάβολον, βασίλευσον τῆς κτίσεως, | |
80 | κατευόδωσον τὸν ἄνθρωπον. Καὶ πάλιν, Ὑψοῦτε Κύ‐ | Column end |
62.750 | ριον τὸν Θεὸν ὑμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὰ γὰρ τείχη τῆς ἁμαρτίας, καὶ τὰς πόλεις τοῦ ᾅδου ἐξηδάφισεν ὁ σταυρὸς τοῦ Χριστοῦ. Ἀλλὰ δεῦτε, προσκυνήσωμεν τὸν σταυρόν. Δεῦτε, καρ‐ | |
5 | πολογήσωμεν καὶ τρυγήσωμεν τὸ ξύλον τοῦ σταυροῦ, τὸ παρὰ τὰς διεξόδους τῶν ἐκ τῆς πλευρᾶς ὑδάτων ἑστὼς, ὃ καὶ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν καιρῷ αὐτοῦ. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ δένδρον ἐστὶν ἀθανασίας, φυτὸν ἀφθαρσίας, ῥίζα δικαιοσύνης, σωφροσύνης βλά‐ | |
10 | στημα, παρθενίας ἄνθος, χηρείας ῥόδον. Σταυρὸς, ἀνδρείας ὅπλον, καὶ ἐγκρατείας στήριγμα· σταυρὸς θεμέλιος πίστεως, καὶ εὐσεβείας ὑποβάθρα· σταυρὸς θεογνωσίας φωτισμὸς, καὶ ἀποφάσεως λύσις· σταυρὸς ἐξορίας ἀνάκλησις, καὶ αἰχμαλώτων λύτρωσις· σταυρὸς | |
15 | πλανωμένων ἐπιστροφὴ, καὶ πιπτόντων ἔγερσις· σταυ‐ ρὸς σωζομένων δύναμις, καὶ ἀῤῥωστούντων ἴασις· σταυρὸς προκοπὴ δικαίων, καὶ παῤῥησία μαρτύρων· σταυρὸς ἀποστόλων κήρυγμα καὶ προφητῶν ἀγαλλίαμα· σταυρὸς κήρυγμα διδασκάλων, καὶ μοναζόντων ἔπαινος· | |
20 | σταυρὸς βραβεῖον εἰρήνης, καὶ ὁμονοίας κλήτωρ· σταυρὸς οὐρανίων καὶ ἐπιγείων σύνδεσμος, καὶ τῶν καταχθονίων ἐκσυλευτής· σταυρὸς κτίσεως ἁγιασμὸς, καὶ οὐρανίων ἀγαθῶν πάροχος· σταυρὸς ἑορταζόντων πανήγυρις, καὶ ἀῤῥαβὼν υἱοθεσίας, καὶ βασιλείας οὐρανῶν κλη‐ | |
25 | ρονόμος. Καὶ τὸ δὴ θαυμαστότερον, ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς περὶ ἡμᾶς σύμβολον μέγιστον ἔνδειξίς τε τοῦ Υἱοῦ μέχρι θανάτου θειοτέρας ὑπακοῆς καὶ σοφίας τοῦ Πνεύματος. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, | |
30 | ἵνα πᾶς ὁ πιστεύων ἐπ’ αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ὁ δὲ υἱὸς γενόμενος ὑπήκοος μέ‐ χρι θανάτου, θανάτου δὲ σταυροῦ, δέδωκεν ἡμῖν τῆς κατὰ τοῦ θανάτου νίκης τρόπαιον, ἵνα σὺν αὐτῷ διὰ τῆς σοφίας τοῦ Πνεύματος προκαθελόντος ἀρχάς τε καὶ | |
35 | ἐξουσίας, χειρωσώμεθα τὸν ἐχθρὸν, καὶ δήσωμεν τὸν ἰσχυρὸν, καὶ διαρπάσωμεν αὐτοῦ τὰ σκεύη, καὶ λοιπὸν ἀφόβως ἐργασώμεθα τὸν παράδεισον τοῦ Θεοῦ, καὶ τὸν θησαυρὸν ἀνορύξωμεν τοῦ ἀγροῦ, καὶ τὸν πολύτιμον ἐμπορευσώμεθα μαργαρίτην, ἐμπρέπειν τὴν σφραγῖδα | |
40 | μέλλοντα τοῦ σταυροῦ, καὶ τὴν ἡμέραν τῆς κτίσεως. Ὥσπερ γὰρ τοῦ Χριστοῦ τότε κρεμαμένου, ἐῤῥάγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεῴχθη, καὶ αἱ πέτραι διεῤῥή‐ γνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, καὶ ἀνίσταντο οἱ νεκροὶ, καὶ ἐξήλλοντο αἱ ψυχαί· οὕτω καὶ | |
45 | σήμερον σταυροῦ προκειμένου, φυγαδεύεται ὁ διάβολος, δραπετεύουσι δαίμονες. Ἐπὶ γὰρ σταυροῦ ὕψωσε τὴν σάρκα, ἵνα φανῇ ἡ σὰρξ ὑψουμένη, καὶ θάνατος πεπτω‐ κώς. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τῶν προφη‐ τικῶν φωνῶν ἡ σφραγὶς τετέλεσται. Διὰ σταυροῦ γὰρ | |
62.750(50) | ἐλύθη δεσμῶν, ἅπερ ἐχάλκευσεν ὁ ὄφις ἐν παραδείσῳ, καὶ ἐστόμωσεν ὁ Ἀδὰμ, καὶ ὤξυνεν ἡ Εὔα· διὰ σταυ‐ ροῦ ὁ λῃστὴς ἐτυμβωρύχησε τὸν παράδεισον. Ποῖος γὰρ οἶκος, ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; ποῖον πλοῖον, τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πό‐ | |
55 | λις, ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασι‐ λεὺς, ὁ μὴ ἀναδεσμούμενος τοῦ σταυροῦ βακτηρίαν; ποία Ἐκκλησία, ἡ μὴ ἔχουσα τὸν σταυρὸν τροπέγ‐ γυον, καὶ τούτῳ τετειχισμένη; ποία χήρα, ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; ποῖος ὀρφανὸς, ὁ μὴ | |
60 | ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, τὴν ἡμέραν λαμπαδουχεῖ, τὰς ψυχὰς λαμπρύνει, χει‐ μῶνας συμφορῶν παύει, συζυγίαν συσφίγγει, ὀρφα‐ νοὺς ἀνατρέφει. Τοῦτο τῆς οἰκονομίας τὸ πέρας, τοῦτο τοῦ σταυροῦ τὸ κατόρθωμα, τοῦτο τοῦ πάθους τὸ | |
65 | τρόπαιον, τοῦτο τῶν ἑορτῶν τὸ κεφάλαιον. Οὗτος τῆς Παλαιᾶς Διαθήκης ὁ θησαυρὸς, οὗτος τῶν Εὐαγγελίων ὁ τίμιος μαργαρίτης, οὗτος τῆς βασιλείας ὁ πολυτί‐ μητος στέφανος, πάντα λόγον καὶ διήγησιν ὑπεραί‐ ρων. Τότε γὰρ, φησὶ, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ | |
70 | τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Τότε, πότε; Ὅτε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὅτε μετὰ τῶν ἀγγέλων αὐτοῦ ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς ἐλεύσε‐ ται κρῖναι ζῶντας καὶ νεκρούς. Τότε γὰρ οἱ τῷ ση‐ μείῳ διαπρέποντες τῷ βασιλικῷ, καὶ τὸν πολύτιμον | |
75 | ἑαυτοῖς κτησάμενοι μαργαρίτην, καὶ τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν κάλλος διασώσαντες, ἐν νεφέλαις εἰς οὐρανὸν ἁρπαγήσονται. Ὁ γὰρ Κύριος καὶ Θεὸς Ἀποστέλλει τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ | |
80 | τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως | 749 |
62.751 | ἄκρου αὐτοῦ. Ταῦτα ὁ εὐαγγελιστὴς Ματθαῖος περὶ τῆς ἐσομένης τοῦ Υἱοῦ τοῦ Θεοῦ δευτέρας ἐλεύσεως, καὶ τοῦ προηγουμένου σταυροῦ. Τὸ δὲ νῦν τελούμενον τύπος ἐστὶ τοῦ μέλλοντος ἐναργής. Ἰδοὺ γὰρ προτίθεται | |
5 | σταυρὸς ἐπὶ τῆς γῆς, καὶ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα τῷ σημείῳ τοῦ σταυροῦ κατασφραγίζεται, ἄρχοντές τε καὶ ἀρχόμε‐ νοι, δεσπόται καὶ δοῦλοι, ἄδοξοί τε καὶ ἔνδοξοι, σοφοί τε καὶ ἰδιῶται, δυσγενεῖς τε καὶ εὐγενεῖς. Δεῦτε, | |
10 | προσκυνήσωμεν τὸν ἅγιον βλαστὸν, καὶ γνησιοδίδα‐ κτον καὶ δικαιοεύρετον σταυρόν· δεῦτε, εὐλογήσωμεν τὸν ζωοπάροχον καὶ ζωηειρήνευτον καὶ ἅγιον σταυ‐ ρόν· δεῦτε, προσκυνήσωμεν τὸν ἀκυμαστοθειοισόκρι‐ τον, ἱκανοκόσμητον καὶ κυριόλεκτον σταυρόν· δεῦτε, | |
15 | δοξάσωμεν τὸν ἀγγελομαρτύρητον καὶ μονοσέβαστον καὶ οὐρανοπρόβλητον καὶ ἅγιον σταυρόν· δεῦτε, με‐ γαλύνωμεν τὸν παναγιόριστον, ῥιζοσύνετον, καὶ σοφι‐ στότακτον, καὶ τελειοΰμνητον σταυρόν· δεῦτε, εὐχα‐ ριστήσωμεν τὸν ὑψιστόφραστον, καὶ φοβεροχάριτον, | |
20 | καὶ ψυχωφέλιμον, καὶ ὡραιοκόσμητον σταυρόν· δεῦτε, προσκυνήσωμεν μετὰ φόβου καὶ πόθου καὶ πίστεως, καὶ ἁγιασθῶμεν τῇ προσψαύσει τοῦ τιμίου καὶ ζωο‐ ποιοῦ σταυροῦ. Ἀλλ’ οἱ βουλόμενοι νουνεχῶς καὶ νη‐ φόντως τῷ σταυρῷ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος | |
25 | ἡμῶν Ἰησοῦ Χριστοῦ προσελθεῖν, καὶ συγχώρησιν ἁμαρτιῶν λαβεῖν, πρὸ μὲν πάντων ἀλήθειαν ἀγαπή‐ σατε, καὶ ἀσέβειαν διώξατε, ἀλλοτρίων πραγμάτων ἐπιθυμηταὶ μὴ γίνεσθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, βουλὰς πονηρὰς ἀφ’ ὑμῶν ἀποῤῥίψατε, | |
30 | ἐπὶ ὁρκίαν θείως πορεύεσθε, εἰς βόθρον ἁμαρτίας ἑαυ‐ τοὺς μὴ ῥίψατε, ἐπιορκίαν καὶ βλασφημίαν πόῤῥω ἀφ’ ὑμῶν ἀπώσασθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελ‐ θεῖν, γνόφον ἁμαρτίας μὴ ἐνδύσησθε, ἀλλὰ γνησίως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε. Οἱ βουλόμενοι τῷ | |
35 | σταυρῷ προσελθεῖν, δόλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤ‐ ῥίψατε, καὶ δυσσέβειαν διώξατε, δανεῖσαι ἐν τόκῳ ἢ ἐν πλεονασμῷ μὴ θελήσητε, τοὺς γονεῖς ἡμῶν ὁλοψύ‐ χως τιμήσατε καὶ δοξάσατε καὶ ἀγαπήσατε καὶ πο‐ θήσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ἐκρι‐ | |
40 | ζώσατε ἀφ’ ἑαυτῶν βουλὰς πονηρὰς, ὁπλίσατε ἑαυτοὺς ἐννοίαις ἀγαθαῖς, ἑτοιμάσατε ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθόν. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ζῆλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, ζημιῶσαι τὸν πλη‐ σίον μὴ ποθήσητε, ζύγια καὶ μέτρα ληψὰ τῶν ἐπιθε‐ | |
45 | τῶν μὴ ποιήσητε, ζυγῷ ἀνδρὸς, τουτέστιν, ἀλλοτρίᾳ γυναικὶ, μὴ συγγίνεσθε, καὶ ἀλλήλους ἀγαπῶντες ποθήσατε, ἡδυνθῆναι ἐν κακῷ μὴ θελήσητε, ἔθος πο‐ νηρὸν ἀπελάσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελ‐ θεῖν, θέας ματαίας καταλείψατε, θυμὸν καὶ ὀργὴν | |
62.751(50) | κατασβέσατε, θλῖψαί τινα μὴ ποθήσατε, φόνον ἀπὸ καταπλοκῆς καὶ διάλογον ψευδῆ μὴ ποιήσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, εἰς ψεῦδος μὴ αὐλισθῆτε, καὶ εἰς ἐπιθυμίας αἰσχρὰς καὶ ψυχοβλα‐ βεῖς μὴ τρέπεσθε, ἀλλ’ ὁλοψύχως τὰς ἐντολὰς τοῦ | |
55 | Θεοῦ φυλάξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελ‐ θεῖν, κρίσιν καὶ δικαιοσύνην ποιήσατε, τὸ καλὸν καὶ ἀγαθὸν ποθήσατε, καὶ εἰς μάχας καὶ ὕβρεις μὴ τρέ‐ πεσθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, λόγους ἀληθείας λαλήσῃ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, | |
60 | λαγνείαν πᾶσαν βδελύξασθε, καὶ ἀσέλγειαν διώξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, τὴν ἀθέμιτον πρᾶξιν, τὴν βλαβερὰν καὶ ψυχοοικοφθόρον ἁμαρτίαν τῆς μοιχείας μὴ ποιήσατε· γυμνοποιὸς γὰρ καὶ ψυχῆς καὶ σώματος ὑπάρχει ἡ μοιχεία. Μὴ οὖν μοιχεύσῃς, | |
65 | ἵνα μὴ νοθεύσῃς, καὶ τὸ σῶμά σου ἀφανίσῃς, καὶ σεαυ‐ τὸν ἀσχημονήσῃς, καὶ τὴν ψυχήν σου κολάσῃς, καὶ τὸ γένος καταισχύνῃς, καὶ τὸν Θεὸν παροργίσῃς. Μηδ’ αὖ πάλιν πορνεύσητε· ἡ γὰρ πορνεία αἴτιος γέγονε τῆς πολυκόσμου καταστροφῆς, ὡς βλαβερὰ καὶ ψυ‐ | |
70 | χοανακάλυπτος οὖσα ἁμαρτία. Οἱ βουλόμενοι τῷ σταυ‐ ρῷ προσψαῦσαι, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώ‐ σασθαι, μὴ ῥίψωμεν ἑαυτοὺς εἰς τὸν σκοτεινὸν λάκ‐ κον τῆς πορνείας, καὶ εἰς τὸ ζοφερὸν φρέαρ τῆς μοιχείας· τὰ γὰρ ξιφηφόρα πρόθυρα τῆς παρανόμου | |
75 | πορνείας, καὶ τὰ πεπυρωμένα βέλη τῆς μοιχείας γεννῶσι τὸν ἀκοίμητον σκώληκα, καὶ τὸ ἄσβεστον πῦρ ἁβροθυμοέγκαυστον ὀργὴν, καὶ ῥιζοτηξοκάρδιον καὶ νευροσύμφορον τίκτει ἡ πορνεία καὶ μοιχεία. Οἱ οὖν τῷ σταυρῷ καταφρονητικῶς καὶ ἀφόβως πλησιάζον‐ | |
80 | τες, βροντόβραστοι, βριμόβρυχοι, ἀστραπόφρικτοι, | Column end |
62.752 | βελοβυθοθαμβοσεισμοφόνοι γενήσονται. Οἱ βουλόμε‐ νοι τῷ σταυρῷ προσελθεῖν, καταλαλιὰν μισήσατε, μνησικακίαν βδελύξασθε, ἐλεεῖν πτωχοὺς μὴ παύση‐ σθε, ἐπισκέπτεσθαι ἀῤῥώστους μὴ ὀκνήσητε, φιλαρ‐ | |
5 | γυρίαν μὴ ποθήσητε, τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι μὴ παύσησθε. Ἐν ταῖς ἐκκλησίαις συναθροιζόμενοι, φόβῳ καὶ τρόμῳ καὶ χαρᾷ τῷ σταυρῷ προσέλθωμεν, καὶ τοὺς ἱερεῖς τιμῶντες μὴ παυσώμεθα. Ἐννοήσω‐ μεν, ὦ ἀγαπητοὶ, τὴν τοῦ σταυροῦ δύναμιν. Τοῦ | |
10 | γὰρ σταυροῦ παγέντος, καὶ Χριστοῦ ἐν αὐτῷ τανυσθέν‐ τος, καὶ τὴν ἄχραντον κορυφὴν ἐπ’ αὐτὸν κλίναντος, καὶ τῇ λόγχῃ πλευρὰν νυγέντος, καὶ πᾶσαν μὲν τὴν ὑπ’ οὐρανὸν ὑπὸ τοῦ φόβου πτερυσσομένην, καὶ εἰς ἐκδίκη‐ σιν τοῦ ἐν σταυρῷ σαρκὶ κρεμαμένου ἑτοιμαζομένην, | |
15 | ὑπ’ αὐτοῦ δὲ τοῦ σαρκὶ σταυρωθέντος κωλυομένην, ἰδὼν ὁ διάβολος τὰ στοιχεῖα ταρασσόμενα, τὴν ὁπλὴν τῶν ἀνόμων, καὶ τὸν σταθμὸν αὐτῶν, ἦχον βροντῶν καὶ βόμ‐ βους αὐτῶν, αἴγλην ἀστραπῶν καὶ δρόμον αὐτῶν, στάσιν βελῶν καὶ τὸ κοῦφον αὐτῶν, θράσος σεισμοῦ καὶ τὸ | |
20 | κράτος αὐτοῦ, πλῆθος ἀγγέλων καὶ τὰς τάξεις αὐτῶν, στιλβότητα πυρὸς καὶ τὴν φλόγα αὐτοῦ, καταιγίδα ὀργῆς καὶ τὸν θυμὸν αὐτῆς, στρατιῶν ὑψιστόλων καὶ τὰς παρεμβολὰς αὐτῶν, ζώων ἁγίων δυνάμεις καὶ τὸ σθένος αὐτῶν, ὑποταγὴν νεφελῶν καὶ τὴν ἀποστολὴν | |
25 | αὐτῶν· ταῦτα θεωρῶν ὁ διάβολος, σπεύσας πρὸς τὸν ᾅδην κατῆλθε, καὶ πύλας καὶ μοχλοὺς ἀσφαλίζεσθαι προσέταττεν. Ἀτενίσας δὲ εἶδεν ἀστραπῶν λαμποδο‐ φόρων οὐσίας πρὸς αὐτὸν κατιούσας, καὶ βροντῶν ὁ βαρύκτυπος ἦχος πρὸς αὐτὸν ἐθρόησε, γνόφος αὐτὸν | |
30 | περιεκύκλωσε, τρόμος στοιχείων ἑαυτὸν ἐτάραξεν, εὐζώνων τάξις προέφθανεν, ἡ γῆ ἐσαλεύετο, αἱ πέτραι ἐῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, ὁ θάνατος ἐκλονεῖτο, λαμπάδες πυρὸς νοητοῦ προηγοῦντο· ταρτάρειος βυθὸς ἐτρομοποιεῖτο, ἡ θάλασσα ἐβορβοροῦτο, | |
35 | τὰ καταχθόνια τῆς ἀβύσσου ἀνεμοχλεύοντο, φωναὶ τῆς κερατίνης ἐνισχύοντο. Ἥλιος ἐσκοτίζετο, καὶ ἦν ἰδέσθαι τὸν οὐρανὸν καὶ τὸ φαινόμενον στερέωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατοπαγῆ | |
40 | καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρ‐ τωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρώνητον τοῖς ἄστροις, τὸν κυανοβαφῆ θάλαμον, τὸν πυρσοφόρον παστὸν, ἐν ᾧ ἥλιος καὶ σελήνη, ὡς νυμφίος καὶ νύμ‐ φη, προκάθηνται. Καὶ ὁ μὲν οὐρανὸς ἀντὶ αἴγλης | |
45 | σκότος περιεβάλλετο, ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ λίμναι τὸ νᾶμα συστέλλειν ἠπείγοντο, νεύματι δὲ τοῦ σταυρωθέντος Χριστοῦ τὰ ῥεῖθρα προβάλλειν ἐκελεύ‐ οντο· ζοφερὰ δὲ φάλαγξ καὶ παράταξις τῶν δαιμόνων ἐφυγαδεύετο. Πᾶσα δὲ τάξις ἀγγέλων καὶ ἀρχαγγέλων | |
62.752(50) | καὶ τῶν λειτουργικῶν δυνάμεων φόβῳ καὶ τρόμῳ ἐκλο‐ νοῦντο, θεωροῦσαι τὸν ἄχρονον καὶ ἄφθαρτον καὶ ἀθάνα‐ τον Θεὸν τοὺς οὐρανοὺς μὴ λιπόντα, καὶ ὑπὸ γῆν πρὸς τὸν Ἀδὰμ κατιόντα. Καὶ ὁ μὲν ᾅδης ὠδυνᾶτο, καὶ ὁ Βελιὰρ καρωθεὶς τῷ φόβῳ νενέκρωτο, καὶ ὁ θάνατος | |
55 | καπνισθεὶς καὶ βροντοβολισθεὶς τῇ ἀστραπῇ τῆς θεότητος πάντας, ὅσους εἶχε, δικαίους ἐξήμεσε. Τούτων οὕτω γινομένων, ἰδοὺ φωνὴ ἐξήρχετο ἐκ στόματος τοῦ ἁγίου καὶ ἀχράντου καὶ ἀθανάτου καὶ ἀοράτου, ζωοδοτοῦσα, καὶ οὐ θανατοφοροῦσα, ἀλλὰ χαρὰν καὶ τρόμον ποιοῦσα· | |
60 | χαρὰν μὲν τοῖς δικαίοις, τρόμον δὲ τοῖς τοῦ σκότους ἄρχουσιν· Ὑμῖν λέγω τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότῳ, ἀνακαλύφθητε. Ταῦτα ἀκούσασαι αἱ ψυχαὶ τῶν δικαίων ἠγαλλιάσαντο, καὶ ὁ χορὸς τῶν προφητῶν γεγηθότες ἔψαλλον· Ὁ Θεὸς ἡμῶν ἐμ‐ | |
65 | φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Καὶ τῶν ὁσίων αἱ ψυχαὶ τῶν δεσμῶν λυθεῖσαι σὺν τῷ Ἀδὰμ συνεξῄεσαν, οἱ μὲν προφῆται τὸν διάβολον καταπαίοντες, καὶ οἱ | |
70 | δίκαιοι ῥαπίζοντες, οἱ δὲ ὅσιοι ἐμπτύοντες αὐτὸν κατεγέλων· ἡ δὲ φάλαγξ τῶν δαιμόνων κάρας γόνασι θέμενοι, τὰς ἐν χερσὶ τῶν προφητῶν κιννύρας καὶ φόρμιγγας, καὶ τυμπάνων ᾠδὰς ἐνηχοῦντο, ᾄδουσας τὸν νικηφόρον. Τίς οὖν μὴ θαυμάσῃ τὴν δύναμιν | |
75 | τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Ὢ ὄνο‐ μα σταυροῦ, τὸ ἀπόκρυφον μυστήριον· ὢ χάρις ἀνέκφραστος, καὶ δύναμις ἀνεξιχνίαστος. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τῇ ἀναι‐ μάκτῳ θυσίᾳ προσιέναι. Διὰ τοῦτο κἀγὼ μετὰ τῆς | |
80 | προσηκούσης σωφροσύνης καὶ νήψεως αὖθις μικρά τινα | 751 |
62.753 | ἐγκώμια προσθήσας τῷ ζωοποιῷ σταυρῷ, καταπαύσω τὸν λόγον. Χαίροις, πάμφρικτε καὶ ζωοδότα σταυρὲ, φέγγος γλυκερὸν, καὶ ἀειφανὴς ἥλιος· χαίροις, τίμιε καὶ σεβάσμιε σταυρὲ, ὁ τὰς τῶν θελγομένων ψυχὰς ἐπι‐ | |
5 | στρέφων, τὰς δὲ τῶν ἀνόμων ψυχὰς ὀλοθρεύων· χαίροις, ἀξιάγαστε σταυρὲ, ὁ ὁδοὺς δικαίων φαίνων, τρίβους δὲ ἀσεβῶν φλέγων· χαίροις, τρισόλβιε σταυρὲ, ἀγαθῶν χορηγὲ, καὶ τῶν εἰς σὲ ἐλπιζόντων ἀντιλήπτωρ· χαί‐ ροις, πανόλβιε σταυρὲ, ὁ τῶν εἰς σὲ προσφευγόντων τεῖ‐ | |
10 | χος καὶ σωτηρία· χαίροις, παμφαέστατε σταυρὲ, κιν‐ δυνευόντων λυτρωτὰ, καὶ ἀσθενούντων ἰατρέ· χαίροις, παμμέγιστε σταυρὲ, πασχόντων βοηθὸς, καὶ καταπο‐ νουμένων ἔκδικος· χαίροις, παμφώτιστε σταυρὲ, ἀπε‐ ριστάτων ἀντιλήπτωρ, πλανωμένων ὁδηγὲ, θλιβομένων | |
15 | βοηθέ· χαίροις, νικοποιὲ σταυρὲ, δεομένων δοτὴρ, καὶ βοώντων ἐπακουστά· χαίροις, ἀήττητε σταυρὲ, προ‐ στάτα ἀπρόδοτε, κόσμου συνοχεῦ καὶ πρύτανι· χαίροις, ζωοπύρσευτε σταυρὲ, οἰκουμένης εὐεργέτα, εὐποιούν‐ των ἀνταποδότα· χαίροις, ὑψοποιὲ σταυρὲ, καὶ δούλων | |
20 | σου νικοποιέ· χαίροις, ζωηφόρε σταυρὲ, φίλων εὐερ‐ γέτα, Ἰουδαίων λικμήτωρ, ἀσεβῶν κολαστὰ, δικαίων μισθαποδότα· χαίροις, ἀξιοθαύμαστε σταυρὲ, ἱερέων στολιστὰ, μοναζόντων καύχημα, διωκομένων ἐπιζητητὰ, τεταπεινωμένων ἀνεῴκτα· χαίροις, ζωοπάροχε σταυρὲ, | |
25 | πτωχῶν ὑψοποιὲ, πεπτωκότων ἔγερσις, ἁμαρτανόντων μακροθυμία, μετανοούντων ὑποδέκτα· χαίροις, παν‐ άγιε σταυρὲ, ἐξομολογουμένων ἱλασμὸς, ἐπιστρεφόντων οἰκτειρητὰ, ὁσίων σου ἐπιλέκτα, ἐχθρῶν σου ὀλοθρευτὰ, Χριστιανῶν ἀγχιστευτὰ, καὶ τῶν Ἐκκλησιῶν οἰκοδόμε, | |
30 | καὶ ὑπὸ πάσης κτίσεως προσκυνούμενε. Τοῦτο τὸ τί‐ μιον καὶ σεβάσμιον ξύλον ὑπὸ πάντων τιμώμενον προσ‐ κυνεῖται· Ἕλληνές τε καὶ βάρβαροι, Μακεδόνες καὶ Θετταλοὶ, Παίονες, καὶ Ἰλλυριοὶ, Ἀθηναῖοι καὶ Ἀργεῖοι καὶ Λάκωνες, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ | |
35 | κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καπ‐ παδοκίαν, Πόντον καὶ Ἀσίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, Κρῆτες καὶ Ἄραβες, Ἰνδοὶ καὶ Αἰθίοπες, καὶ Ὁμηρῖται, καὶ πάντες οἱ λοι‐ ποὶ τῶν ἐθνῶν, ὅσους ὁ ἥλιος ἐφορᾷ, τὴν ἑαυτῶν κατα‐ | |
40 | λιπόντες ἀπάτην, τῷ σταυρῷ σημειούμενοι προσκυ‐ νοῦσι, φεύγοντες τὰς πολυπλόκους σειρὰς τοῦ διαβόλου. Διὰ σταυροῦ γὰρ ἀνέῤῥηξεν ὁ Χριστὸς τὴν τοῦ Βελιὰρ ἀχόρταστον κοιλίαν, καὶ συνέλυσεν αὐτοῦ τοὺς σαρκο‐ βόρους ὀδόντας, τῷ στερεμνίῳ αὐτοῦ σταυρῷ συγκλά‐ | |
45 | σας παρέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ συνέθλασεν αὐτοῦ τὰ ὀστᾶ· περιέσχισεν αὐτοῦ τὴν στολὴν, καὶ κατέτι‐ | |
λεν αὐτοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν καὶ | Column end | |
62.754 | ἀτελεύτητον ἀπέῤῥιψεν αὐτῷ· ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς ὀφθαλμοὺς, κατῄσχυνεν αὐτοῦ τὸ ἄτιμον πρόσωπον, ζιβύναις ὀξέσιν ἐλογχοβόλησεν αὐτὸν, τρι‐ στόμῳ ῥομφαίᾳ κατεκέντησεν αὐτὸν, διεσκόρπισεν αὐ‐ | |
5 | τοῦ τὰς ἐλπίδας, ἐξηρεύνησε τὰς κεκρυμμένας νοσσιὰς αὐτοῦ, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ τὰς ἐνθήκας αὐτοῦ. Ἠδάφισε τὰ ἀνηλεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέσβεσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνεμόχλευ‐ | |
10 | σεν αὐτοῦ τὰ σκοτεινὰ ταμεῖα, ἐξηδάφισεν αὐτοῦ τὰς πόλεις, καθεῖλε τὰ τείχη τῆς ἀνομίας, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, συνέτριψε τοὺς ἀδαμαντίνους μοχλοὺς, καὶ πάντας τοὺς εἰς αὐτὸν πιστεύσαντας λύσας, καὶ μεθ’ ἑαυτοῦ λαβὼν εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς | |
15 | γίγας, ἀνέδραμε, καθά φησιν ὁ προφήτης· Ἀγαλ‐ λιάσεται, ὡς γίγας, δραμεῖν ὁδόν. Τούτῳ τῷ σημείῳ ἐχθροὶ φυγαδεύονται, τούτῳ τῷ σημείῳ τείχη τῶν ὑπε‐ ναντίων πίπτουσι, δαίμονες ὀλέσκονται, πάντα ὑποτάσ‐ σονται τῷ ξύλῳ τοῦ σταυροῦ διὰ τὴν δύναμιν τοῦ ἐν | |
20 | αὐτῷ σταυρωθέντος. Καὶ οὐ μόνον νῦν νικᾷ ὁ τύπος τοῦ σταυροῦ τοὺς ὑπεναντίους, ἀλλὰ καὶ πρὸ τούτου ἐνίκα καὶ ὑπερίσχυε. Καὶ γνῶθι τοῦ τύπου τὴν δύναμιν. Ἡ ῥάβδος Μωϋσέως τύπον ἔφερε τοῦ σταυροῦ· ἡ δὲ ῥάβδος ἦν ὁ σταυρός. Ὅρα δέ μοι τὸν τύπον τοῦ σταυροῦ, πόσα | |
25 | τέρατα καὶ σημεῖα εἰργάσατο, τοῖς μὲν ὑπεναντίοις κακὰ, τοῖς δὲ πιστοῖς καλά. Καὶ τοὺς μὲν ποταμοὺς τῶν Αἰγυπτίων ὁ Μωϋσῆς διὰ τῆς ῥάβδου εἰς αἷμα μετέβαλε, καὶ ἀκρίδα καὶ βροῦχον καὶ χάλαζαν, σκότος ψηλαφη‐ τὸν καὶ θύελλαν, καὶ θῖνα τῶν πρωτοτόκων διὰ τῆς | |
30 | ῥάβδου αὐτῆς ἐπήγαγεν· ὅπου γὰρ ἐπένευσεν ἡ ῥάβδος, ἐκεῖ καὶ τρόπαιον ἵστατο. Διὰ τῆς ῥάβδου ἀνεκαλέσατο ὁ Θεὸς τὸ γένος τῶν Ἑβραίων ἐκ πικρᾶς δουλείας, καὶ σταυροῦ τύπος ἦν αὐτοὺς ὁ σώζων. Ἔγνως, ὦ ἀγαπητὲ, τοῦ τύπου τοῦ σταυροῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν· | |
35 | προσκύνησον τὴν ἀλήθειαν τοῦ Χριστοῦ, ἀκούσας τῆς προτυπώσεως τὴν δήλωσιν· σεβάσθητι τῆς ἀληθείας τὴν φανέρωσιν. Πολὺς οὖν ὁ τοῦ σταυροῦ λόγος, καὶ ἀνέκφραστος ἡ τούτου δύναμις. Οἱ προσκυνοῦντες τὸν σταυρὸν πόθῳ καὶ πίστει, ἔγνωσαν τὴν ἐν αὐτῷ ἰσχὺν, | |
40 | καὶ τροποῦνται τὸν διάβολον. Παντοδύναμος γὰρ ὁ σταυ‐ ρὸς τοὺς πάντας εὐεργετῶν, ὑπὸ πάντων προσκυνεῖται. Κύριος γάρ ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ σωτὴρ τῶν ψυ‐ χῶν ἡμῶν ἐν αὐτῷ προσηλωθεὶς, καὶ σώσας τὸν κόσμον· ᾧ παρ’ ἡμῶν πᾶσα πρέπει καὶ ἐποφείλεται τιμὴ, δόξα | |
45 | καὶ εὐχαριστία σὺν τῷ ἀνάρχῳ Πατρὶ, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων. Ἀμήν. | 753 |