TLG 2062 325 :: JOANNES CHRYSOSTOMUS :: In principium jejuniorum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In principium jejuniorum [Sp.] Citation: Vol — pg — (ln) | ||
62.745(1t) | Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας. | |
2 | Τὸ πνευματικὸν ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νη‐ στείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν· οἱ δὲ τῆς | |
---|---|---|
5 | Ἐκκλησίας ναῦται πρὸς τὴν οὐράνιον ἡμᾶς ἐμπορίαν καλοῦσι, καὶ τὸν πλοῦν τῆς δικαιοσύνης ἡμῖν εὐτρεπί‐ ζουσι, τὰς προφητικὰς ἡμῖν ἀναπετάζοντες διφθέρας, καὶ τοὺς οἴακας τοῦ νόμου μεταχειρίζονται· τοῦ τιμίου σταυροῦ τὸν ἱστὸν ἐξαρτῶσι, καὶ τὴν ἄγκυραν τῆς πί‐ | |
10 | στεως περισφίγγουσι· τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὁλ‐ κάδα ταύτην μηνύει, καὶ ὁ τοῦ παντὸς ποιητὴς αὐτὴν πε‐ ριέπει. Δεῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαί‐ ροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς | |
15 | βοήσωμεν πρὸς αὐτήν· Δεῦρο, ὦ μῆτερ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῆς ἐπουρανίου πλήρωσον ἡμᾶς εὐ‐ ωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν πα‐ ράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σω‐ | |
20 | φροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς· ἀπόκλει‐ σον τὰ θέατρα τοῦ διαβόλου, ἄνελε τὴν λύσσαν, τὸ | |
25 | τῆς ἀπανθρωπίας θηροτρόφον συμπόδισον ἐργαστή‐ ριον, ἐπιτίμησον ἀνέμοις τῶν πονηρῶν πνευμάτων, μεταῤῥύθμισον εἰς τὴν τῶν ἀσωμάτων διαγωγὴν τοὺς νηστεύοντας, δεῖξον αἰδέσιμον πολιὰν πρεσβύτου, τῷ τῆς ἐγκρατείας ἕλκυσον ἀρότρῳ, φαίδρυνον ἄνδρας ἐν | |
30 | ἀσωτίᾳ διημερεύοντας, κόσμησον γύναια τὸ τῆς σε‐ μνότητος στάδιον διερχόμενα, τὴν νεότητα πρὸς τὸν ἀγ‐ γελικὸν μεταῤῥύθμισον βίον· ἀναπνεύσωσι τῶν ματαίων πόνων οἱ κεκμηκότες ταῖς ἁμαρτίαις, τὸν τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤ‐ | |
35 | ῥίψωνται ῥύπον· σὺ γὰρ πληροῖς οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν παράδεισον. Νῦν γὰρ αἱ ὑπερκόσμιοι δυνάμεις ἀγάλλονται, τὰ τῶν ἀγγέλων τάγματα πνευματικῶς πανηγυρίζει· Θρόνοι, Κυριότη‐ τες, Ἀρχαὶ καὶ Ἐξουσίαι τῇ τῶν ἀνθρώπων εὐφραίνον‐ | |
40 | ται σωτηρίᾳ· μόνος ὁ ἐκ τῶν οὐρανῶν ἐκπεσὼν διά‐ βολος ἐπιστυγνάζων λέγει· Ποῦ μοι νῦν ἡ κατὰ τῶν ἐξ ἀδδηφαγίας ἐκτραχηλισθέντων μεγαλαυχία; ποῦ μοι τὸ διὰ τῆς βρώσεως κατὰ τῶν ἀνθρώπων ψυχο‐ φθόρον μηχάνημα; ποῦ μοι νῦν ἡ λιχνὴ τοῦ ξύλου | |
45 | γεῦσις, δι’ ἧς τὸν Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατήσας ἐγύμνωσα; Οἴχεται νῦν μοι τὰ τῆς πονηρίας μηχανή‐ ματα τῆς νηστείας φανείσης. Πόθεν ἡ λεγομένη μοι νηστεία κατεφάνη; τίς ταύτην νῦν κατ’ ἐμοῦ ἐστρά‐ τευσεν; Οὐκέτι Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατηθεὶς Θεοῦ | |
62.745(50) | γυμνοῦται, οὐκέτι συμβουλῇ πείθεται ψυχοφθόρῳ, οὐκέτι λαιμαργεῖ, οὐκέτι τῷ τῆς γαστριμαργίας συν‐ έχεται βρόχῳ. Πάλιν διὰ νηστείας Ἀδὰμ εἰς παρά‐ δεισον, πάλιν μεγαλαυχεῖ, πάλιν τῇ θείᾳ εἰκόνι ἐν‐ αβρύνεται, πάλιν πρὸς τὸ ἀρχέτυπον ἐπανάγεται | |
55 | κάλλος· καὶ τὸ δὴ τούτου δεινότερον, ὅτι παράδεισον διὰ παραβάσεως ἀπολέσας, τῷ τῆς νηστείας ἅρματι εἰς οὐρανοὺς ἀνεπήδησεν. Ἐγὼ τῶν ἐκεῖθεν ἐῤῥίφην, καὶ ὁ ἀπεῤῥιμμένος πάλιν ταῖς οὐρανίαις ἐποχεῖται δυνάμεσι. Γέλως γέγονα ὑπὸ ἀνθρώπων ἡττώμενος, ὑπὸ νηστευτῶν | |
60 | καταβαλλόμενος, ὑπὸ φύσεως ἀνθρωπίνης ἐλαυνόμενος. Ἀλλὰ τούτας μὲν ὁ πονηρὸς τὰς ἑαυτοῦ ἀποτυχίας θρην‐ ῳδείτω βαλλόμενος· ἡμεῖς δὲ ἀπὸ τῆς ἀποστολικῆς φαρέτρας εὔστοχον ἐπὶ τοῦ παρόντος ἁρπάσαντες βέλος, αὐτῷ τῆς πλεονεξίας τὰς ἡδονὰς κατατρώσωμεν, μετὰ | |
65 | Παύλου τὰ τοῦ Παύλου βοῶντες· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνά‐ μεθα. Ἀλλ’ εἴθε ἡμῶν ἡ εἴσοδος μιμεῖται τὴν ἔξοδον· εἴθε γυμνός τις ἀπῄει καὶ τιμωρίας ἐλεύθερος· εἴθε πένης τὴν φύσιν, καὶ τὴν ψυχὴν ἀκατάκριτος· εἴθε πτω‐ | |
70 | χὸς καὶ ἀνέγκλητος, εἴθε ἄπορος καὶ ἀνώδυνος. Ἀλλὰ καὶ τὸ πάνυ δεινὸν, ἐνταῦθα καταλιμπάνων τις ἃ συν‐ ήγαγε, τὴν ἐξ ἐκείνων ἁμαρτίαν βαστάζων ἀπέρχεται· καὶ τοῦ μὲν κέρδους ἐστέρηται, τῆς δὲ δι’ αὐτὰ κατα‐ δίκης οὐκ ἠλλοτρίωται· ἀλλ’ ἕτερος μὲν τῶν ἐκείνου | |
75 | διαδέχεται τὴν ἀπόλαυσιν, ἐκεῖνος δὲ μόνος τὴν κόλασιν ὑπομένει· καὶ ὁ μὴ κτησάμενος, ἔχων τρυφᾷ, ὁ κτησά‐ μενος δὲ οὐδὲν ἔχων βασανίζεται, ἓν μόνον, τὸ δοῦναι | |
δίκην ἀπὸ τοῦ πλουτῆσαι κερδάνας. Ἀνάνηψον τῆς βιω‐ | Column end | |
62.746 | τικῆς θαλάσσης, ὦ ἄνθρωπε, καὶ μέρισον τὸν πλοῦτον ἑκὼν πτωχοῖς· μὴ τοῦτον καταλείψῃς ἐχθροῖς· πρόλαβε τῶν εἰς σὲ κεχηνότων τὰ στόματα· μὴ γένῃ θήρα τῶν τὰς ἀλλοτρίας ἀνιχνευόντων οὐσίας. Τέκνων ὑπάρχεις | |
5 | πατήρ; τούτων τὴν ψυχὴν ἀδελφὴν καταρίθμησον, μέ‐ ρος καὶ αὐτῇ τῆς οὐσίας ἀφόρισον. Φιλόπαις εἶ; γενοῦ καὶ φιλόθεος, δι’ οὗ τὸ φιλόπαις ἐκτήσω. Ἀλλ’ ἀπαιδίαν ἐνόσησας; μὴ ἐμπέσῃς εἰς υἱοὺς οὓς ἡ φύσις οὐ δέδωκέ σοι· σαυτὸν εὖ ποιῶν κληρονόμησον· μὴ γυμνὸς | |
10 | ἐλεημοσύνης ὀφθῇς τῷ Κριτῇ· φεῦγε τὴν ἀπειλουμένην πυράν· πρὸς τὴν κοινὴν τοῦ γένους ἔξοδον εὐτρεπίσθητι· ἐκείνην σου τὴν τελευταίαν ἡμέραν τῆς ζωῆς περισκό‐ πησον. Ὅταν σου τὴν ψυχὴν οἱ παριόντες ἄγγελοι ἀθρόον ἐφιστῶνται λαβεῖν, τί δράσεις ὑπὸ τοῦ κλέπτου θανάτου | |
15 | ἑλκόμενος; ὅταν μέλλῃς ἀθυμεῖν ἐκ τοῦ συνέχοντός σε κινδύνου, ὅταν ἀμυδρὸν, ὅταν ἄσημα φθέγγῃ ὅταν ἀδρα‐ νὲς καὶ πυκνὸν πνῇς, ὅταν ἔνδοθεν ἐπικέηται φλὸξ κατ‐ αγωνιζομένη τῆς ψυχῆς, ὅτε σύμμαχος οὐδεὶς παρ‐ ίσταται τοῦ δεινοῦ κατεπείγοντος, ὅτε ἀδελφὸς οὐ λυτροῦ‐ | |
20 | ται, λυτρώσεται ἄνθρωπος; ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμελη‐ θῇς ἐφ’ οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχού‐ σης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ | |
25 | παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λο‐ γισμῷ ἀπορίας; Οὐδαμῶς· ἀλλὰ πικρὸν στενάξεις κατὰ ψυχὴν καὶ ἐρεῖς ἄφωνος, Οἴμοι, οἴμοι ὁ τάλας ἐγώ· | |
30 | ὠθοῦμαι πρὸς ἔξοδον ὁ ταλαίπωρος, ἕλκομαι πρὸς βίαν καταλῦσαι τὸν βίον, ἄγομαι δέσμιος ὅθεν ὑποστρέφειν οὐκ ἔστι. Λοιπὸν οὐ βοηθοῦσιν οἰκέται, οὐ παραφαίνον‐ ται φίλοι, οἱ κόλακες ἀνεχώρησαν, οἱ δορυφόροι οὐ παρ‐ ίστανται· οὐ συμπράττει μοι ζώνη, οὐ συμβάλλεταί | |
35 | μοι χρυσὸς, οὐκ ἐξαιρεῖταί με στρατὸς, οὐ λυτροῦταί με χρήματα, περιφανεῖς οὐ διασώζουσιν· οἴκους μάτην ᾠκοδόμουν, ἐδαπάνησα ἀκαίρως τοσαῦτα χρήματα, ἐσώ‐ ρευσα τάλαντα. Ἐμοὶ τὰ τῆς δόξης ἐκπίπτει· οὐκέτι κελεύω, καὶ παρίστανται παῖδες· οὐ προστάττω, καὶ | |
40 | κυκλοῖ με στρατός· οὐκ ἐπιτάττω, καὶ πόλεις πᾶσαι τὸ κελευσθὲν ἐκπληροῦσι. Τί δράσω ὁ δείλαιος ἐγώ; τί πράξω τῶν ἀνενδότων ἐπικειμένων; Δυσωπήσω, ἱκε‐ τεύσω πάλιν τὸν ἕλκοντα θάνατον, εἰ καὶ γνώμην ἐλέου οὐκ ἔχει. Ἐξαιτῶ σε, ὦ θάνατε, ὀλίγον μοι καιρὸν ζωῆς | |
45 | φιλοτίμησαι. Οὐ φοβῇ βασιλικὸν ἀξίωμα; οὐκ εἶδές μου πρὸ τῶν θυρῶν ηὐτρεπισμένον ὄχημα; αἰδέσθητι παρακαλοῦσαν εὐγένειαν, ἐντράπηθι πολιὰν δυσωποῦ‐ σαν, φεῖσαι δακρυούσης νεότητος. Οὐκ ἀφέσεως, ὦ θά‐ νατε, ὁλοτελοῦς, ἀλλ’ ὑπερθέσεως χρῄζω μικρᾶς. Ἔτι | |
62.746(50) | μου περιλέλοιπα τὸν οἶκον ἀτέλεστον, ἔτι μερίσαι κλη‐ ρονόμοις ὡς ὤφειλον, τὸν κλῆρον οὐκ ἔφθασα. Λήθη με μέχρι τοῦ παρόντος μὴ νῆψαι πεποίηκε, βιωτικαῖς φρον‐ τίσιν ἀπασχολούμενον· τὸν νοῦν εἴασά μου τὸ καιριώ‐ τερον ἀπρονόητον. Ἄφνω πρὸς δίκην ἕλκεις με· ποίοις | |
55 | εἰσαγόμενος χρήσομαι ῥήμασι; ποίαν καλέσω συνεργὸν εὐπραξίαν; ποῖόν μοι συνηγορήσει κρινομένῳ κατόρθω‐ μα; τί πράξας ἀπολογήσομαι τῷ Κριτῇ; τί εἴπω, ἢ τί φθέγξωμαι, κάτω νεύειν ὑπὸ τοῦ βάρους τῶν πταισμά‐ των ἀναγκαζόμενος; Μακροθύμησον ἐπ’ ἐμοὶ μικρὸν, | |
60 | παρακαλῶ. Ποῦ με ἀνέτοιμον ἕλκεις; τί με γυμνὸν τῷ Κριτῇ παραστῆσαι σπουδάζεις; ἔασον, παρακαλῶ, εἴπω τι· λογίσομαι τὸ πλημμέλημα, ἐξομολογήσεως ἀφήσω φωνὴν, θρηνήσω μικρὸν, στενάξω βραχὺ, δακρύσω πρὸς ὀλίγον, ἀσπάσομαι φίλους, περιπτύξομαι γαμετήν· κἂν | |
65 | ἑνὶ περιβολαίῳ μετανοίας σκεπάσω μου τὴν ψυχήν. Μισθώσομαι δικολόγους ἐντεῦθεν τοὺς πένητας, περι‐ νοήσω μου τοῖς τραύμασι πρὸ τῆς ἐξόδου τὴν ἴασιν, ἢν ἔχω περιουσίαν πᾶσαν ὑπὲρ ὀλίγης ὑπερθέσεως δίδωμι. Καὶ τούτων, ὦ ἄνθρωπε, λέγων σοφώτερα, τοῦ παρ‐ | |
70 | εστῶτος θανάτου οὐ κωλύσεις τὴν βίαν. Θάνατος γὰρ ἀκο‐ λάκευτος δήμιος, θάνατος ἀνυπόκριτον διάταγμα, θάνα‐ τος ἐκβιβαστὴς τοῦ γένους ἀπροσωπόληπτος, θάνατος φονεὺς ἀνυπόκριτος, θάνατος ὁδοιπόρος τῆς φύσεως, θά‐ νατος ἀμηνυτὶ πρὸς βασιλεῖς εἰσιὼν παρίσταται, θάνα‐ | |
75 | τος κλέπτης καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὴν ὁμοίαν τῆς κλοπῆς ἐργαζόμενος τέχνην, θάνατος ἁρπάζων, δικαιό‐ | |
τητος ἅρπαξ, θάνατος δικαίοις μόνοις περιπόθητον κτῆ‐ | 745 | |
62.747 | μα. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, διαναστῶμεν ἐκνήψαν‐ τες· μὴ πάλιν ὕπνῳ ἁμαρτίας καθεύδωμεν· ἐξιλασώ‐ μεθα τοῖς δευτέροις τὰ φθάσαντα. Ἀδίκως συνέλε‐ ξας; δικαίως ἀνάλωσον· ἐξ αὐτῶν τῶν τοῦ πάθους | |
5 | ἀφορμῶν τῷ πάθει κατάστησον φάρμακα. Ἠδίκησάς ποτε; πρῶτον ὧν ἠδίκησας φεῖσαι· πρῶτον δίκαιος. καὶ τότε φιλάνθρωπος· πρῶτον ἀπόδος, εἶθ’ οὕτω μετά‐ δος· πρῶτον ἔκκλινον τοῦ κακοῦ, εἶθ’ οὕτω ποίησον ἀγα‐ θόν. Μὴ φαίνου φιλόδωρος ἀφ’ ὧν οὐκ ἐγένου φιλάδελφος. | |
10 | Ὅταν ἐλεήσῃς οὓς ἐποίησας πένητας, τότε πένησιν ἄλ‐ λοις ἀφ’ ὧν οὐχ ἥρπασας χάρισαι· ὅτε στήσεις τῶν ὑπὸ σοῦ ἀδικηθέντων τὸ δάκρυον, τότε πένησιν ἑτέροις συμ‐ πάθησον κλαίουσι. Τίμα τὸν Κύριον, εἶπεν ἡ Γραφὴ, ἀπὸ σῶν δικαίων πόνων. Μὴ γὰρ ἀπατᾶσθε, Θεὸς οὐ | |
15 | μυκτηρίζεται. Οὐ δέχεται δωρεὰν ἑτέρου στενάζοντος· οὐκ ἀνέχεται τὴν ἁρπαγὴν ὁ πλάστης μετὰ σοῦ μερί‐ | |
σασθαι. Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι τὸ δίκαιον, οὐκ ἔνι | Column end | |
62.748 | τὸν ἐλεγχόμενον ἐκφυγεῖν· ἀλλ’ εἴ τι σύνοιδας σαυτῷ, ἄνθρωπε, ἄτοπον πεπραχὼς, μετανόησον. Ἐξεκυλίσθης ποτὲ, ὦ ἄνθρωπε, πρὸς ἀλόγους ὀρέξεις, τῇ ἀθεμίτῳ δουλεύσας ἀνάγκῃ; ὑπόχρεως γέγονας πολλῶν ἀνομη‐ | |
5 | μάτων; μὴ φοβηθῇς τὸν Κριτὴν, καὶ ἀπογνῷς τῆς σεαυ‐ τοῦ σωτηρίας· ἐλέῳ οἶδεν ἐξαγοράζεσθαι, εὐποιίαις πε‐ νήτων πέφυκε δυσωπεῖσθαι, δωροδοκεῖται πτωχῶν πα‐ ραμυθίαις. Ἄκουσον αὐτοῦ ἐν Εὐαγγελίοις βοῶντος· Δότε ἐλεημοσύνην, καὶ πάντα πεπλήρωται. Δότε μοι, | |
10 | κράζει ὁ πάντας πλουτίζων· δότε μοι, κράζει ὁ πᾶσι δεδωκὼς εἰς ἀπόλαυσιν. Ἀνέχεται καὶ δύο ὀβολοὺς παρὰ χήρας δεχόμενος· οὐκ ἐρυθριᾷ καὶ εἰς ποτή‐ ριον ψυχροῦ ὕδατος κατερχόμενος· οἶδε καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ἀποδέξασθαι· αὐτὸς γὰρ εἶπεν, Ὁ | |
15 | ἐλεῶν πτωχὸν δανείζει Θεῷ· ᾧ πρέπει δόξα καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 747 |