TLG 2062 324 :: JOANNES CHRYSOSTOMUS :: Admonitiones spirituales [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Admonitiones spirituales [Sp.]

Citation: Vol — pg — (ln)

62

.

741

(65t)

Νουθεσίαι πνευματικαί.
66 Καιρός σε λοιπὸν ἀνανῆψαι καὶ πάντα ἀποσείσα‐ σθαι. Μνήσθητι ὅτι σήμερον ἢ αὔριον ἰδεῖν ἔχεις τοὺς οὐρανοὺς, καὶ τοὺς ἀγγέλους θεάσασθαι, καὶ παρα‐ στῆναι τῷ φοβερῷ βήματι, καὶ ἐλθεῖν ἐνώπιον τοῦ
70Θεοῦ ἐν τῷ κριτηρίῳ αὐτοῦ, ἐν τῷ τῆς σωφροσύνης καὶ δικαιοσύνης καὶ ἀληθείας δικαστηρίῳ, καὶ λόγον δοῦναι παντὸς τοῦ βίου σου. Εἰ θέλεις ἰδεῖν τὸν ἅγιον, ἁγίασον σεαυτόν· εἰ θέλεις ἰδεῖν τὸν ἅγιον καὶ ἀμίαν‐ τον, ἅγνισον σεαυτὸν πρότερον. Ἀφ’ οὗ τις ἔλθῃ εἰς τὸν
75φόβον τοῦ Θεοῦ, ὅλον ἑαυτὸν ἀνέθηκε τῷ Θεῷ, καὶ
οὐκέτι ἔχει ἑαυτοῦ ἐξουσίαν· τῷ γὰρ νόμῳ τοῦ ΘεοῦColumn end

62

.

742

(64)

κατέγραψεν ἑαυτόν. Ἀρνησάσθω οὖν ἑαυτὸν καὶ τὰ
65θελήματα ἑαυτοῦ, καὶ ἀκολουθησάτω τῷ Θεῷ. Πόσην ἤγειρε θάλασσαν ἐν τῷ βίῳ ἡ πολιτεία τῆς σαρκὸς ταύ‐ της; ὅσα κύματα εἰργάσατο; ὅσας ταραχάς; ὅσους ἀνέμους; ὅσα ναυάγια; ὅσας ἀνομίας καὶ ἁμαρτίας; ὅσας συμφορὰς καὶ τραγῳδίας; ὅσα κακὰ ἐν πάσαις
70ταῖς πόλεσιν; ὅσα κατ’ οἴκους; ὅσα κατ’ ἀγοράν; τίς ἡ δύναμις αὐτῆς; ἢ τίς ἡ ἰσχὺς αὐτῆς; ὅλα φόβου μεστὰ ἔχει. Ἡ γέννησις αὐτῆς φόβος, ὁ θάνατος φόβος, ἡ ζωὴ αὐτῆς φόβος, τὰ μετὰ θάνατον ἄῤῥητα καὶ ἀδιήγητα.
Ῥοπὴ ζυγοῦ ἐστιν ἐν τῇ καρδίᾳ ἡμῶν· ἐκεῖ ῥέπει741

62

.

743

ζυγός. Κροῦσον, σπούδασον, ἵνα ἀνοιγῇ σοι ταχέως· μνήσθητι ὅτι μετ’ οὐ πολὺ πάντα καταλιμπάνεις τὰ ὁρώμενα, τὸν οὐρανὸν καὶ τὴν γῆν, τοὺς ἀνθρώπους, τὰ πράγματα· μνήσθητι ὅτι οὐδὲν εἶ, οὐ σώματι, οὐ
5ψυχῇ. Μικρὰ φροντὶς ἐτάραξέ σε, μικρὰ ἀγωνία κατ‐ έπληξέ σε, μικρὰ θλῖψις κατέβαλέ σε, μικρὸς πόνος ἐθορύβησέ σε, λόγος ψιλὸς κατεκτύπησέ σε. Καὶ διὰ τί μὴ μισήσῃς τὸν βίον τοῦτον; Ἐγὼ δέ σοι λέγω, ὅτι μετοικῆσαι ὀφείλεις, καὶ ἄνω ἐν ταῖς πύλαις τοῦ οὐρα‐
10νοῦ πῆξαι σεαυτῷ σκηνὴν, καὶ ἐκεῖ καταμόνας διᾶξαι, καὶ δέεσθαι τοῦ Θεοῦ μέχρι θανάτου, ἵνα εὐμενῶς προσδέξηταί σε, καὶ ἀνοίξῃ σοι ἐν καιρῷ ταχέως. Κάτω ἐπὶ γῆς τὸ σῶμα κλινάτω γόνυ τῷ Θεῷ· καὶ ἄνω ἡ ψυχὴ παρακαλείτω διαπαντὸς, ἐπὶ πρόσωπον ἑαυτὴν
15ῥίπτουσα· φιλονεικήσωσι, τίς πλέον καμεῖ ἐν τῇ δεή‐ σει. Κατὰ σὲ οὖν ὁ κόσμος ἀπέθανε, κατὰ σὲ ἦλθεν ἡ κρίσις ἡ μέλλουσα· ὅσον δύνασαι ταύτην ἄπωσαι, κἀκείνης μνημόνευε. Βέλτιον τὰ κακὰ τῆς μελλούσης, ἢ τὰ ἀγαθὰ τῆς παρούσης λογίζεσθαι· ἐκεῖνά σοι
20φόβον Θεοῦ προξενεῖ, ταῦτα δὲ καὶ τὸν ὄντα συλᾷ. Ἐν τοῖς πνευματικοῖς πράγμασιν ὀρφανοί ἐσμεν ἅπαν‐ τες· οὐδένα ἔχομεν, εἰ μὴ τὸν Θεὸν, βοηθὸν, καὶ τὴν σπουδὴν ἑαυτῶν. Οὐκοῦν πάντων διαπτύσαντες, φρον‐ τίσωμεν ἑαυτῶν. Μνήσθητι σεαυτοῦ καὶ τῶν κακῶν
25τῶν περιεχόντων σε· μνήσθητι τῶν ἁμαρτιῶν σου λοι‐ πὸν, καὶ τῆς κρίσεώς σου· μνήσθητι, ὅτι ἄνθρωπος εἶ θνητὸς καὶ ἀσθενὴς καὶ ταλαίπωρος, ῥυπαρὸς καὶ ἀκάθαρτος· μνήσθητι, ὅτι ἄνθρωπος εἶ ἐν βίῳ θλιβερῷ διάγων καὶ κινδύνων μεστῷ, πολλοὺς ἀποκτείναντι καὶ
30καλοὺς καὶ κακοὺς, σοφοὺς καὶ ἀσόφους, πλουσίους καὶ πένητας. Ἄγε, φέρε, ἵνα φάγῃς καὶ πίῃς, καὶ ἑνὸς ψωμοῦ οὐκ ἔχεις τὸ ἀσφαλές. Μνήσθητι, ὅτι ἄνθρωπος εἶ, ὀστέα τεταπεινωμένα ἀπὸ κεφαλῆς ἕως ποδῶν, μὴ δυνάμενος μιᾶς ἡμέρας ὑπενεγκεῖν κόπον, ἢ μιᾶς νυ‐
35κτὸς ἀγρυπνίαν· μνήσθητι πόσα προσέκρουσας τῷ Θεῷ ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι· μνήσθητι, ὅτι λέοντι καὶ δράκοντι παλαίεις ἡμέρας καὶ νυκτός· λό‐ γισαι πόσαι εἰσὶν ἐν ᾅδου ψυχαὶ, ὅτι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ, μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν,
40καὶ μὴ τυγχάνουσαι, ἀλλ’ εἰς τὰ κατώτατα τῆς γῆς θρηνοῦσαι τὰς πορνείας ἑαυτῶν καὶ τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς, τὰς πονηρίας αὐτῶν καὶ τὰς λογομαχίας. Μνήσθητι, ὅτι οὐκ εἰς μακράν σε δεῖ ἀποθανεῖν καὶ κριθῆναι, καὶ τοῦτο μὴ παύσῃ καταλέγων τῇ ἑαυτοῦ
45ψυχῇ. Γράψον τὸ μικρὸν τοῦτο λογάριον ἐν τῇ καρ‐ δίᾳ σου· δῆσον αὐτὸ περὶ τῷ σῷ τραχήλῳ. Κρεῖττόν ἐστι διαδήματος βασιλικοῦ· τοῦτο εἰς κόλασιν ἄγει, ἐκεῖνο ζωὴν αἰώνιον προξενεῖ. Ταῦτα μελέτα· ἐν τού‐ τοις ἴσθι διαπαντός. Ἐὰν ἐν τούτοις ᾖς, ἐν τοῖς ἐναν‐

62

.

743

(50)

τίοις οὐχ εὑρίσκῃ ποτέ· εἰ δὲ ἐν τούτοις οὐ κατανύσσῃ, ἐν τίνι ἁλισθήσεται ἡ καρδία σου; Ὅτι κἂν ἐγγὺς ᾖ ἡμέρα Κυρίου, φοβηθῶμεν καὶ ἡσυχάσωμεν. Ὁ θέλων ἄμωμος εἶναι ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, τί ἄλλο πράττειν ὀφείλει, εἰ μὴ διαπαντὸς ἡσυχάζειν καὶ
55εὔχεσθαι καὶ σιωπᾷν καὶ καταφρονεῖν ἁπάντων τῶν ἐπὶ τῆς γῆς; Ὁ γὰρ τοῦτο θέλων κατορθῶσαι, θεὸν ἑαυτὸν ποιεῖ ἐπὶ τῆς γῆς, κατὰ τὸν εἰπόντα, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ. Ἴδε ἐτεκνοποιήθημεν ὑπὸ τοῦ Θεοῦ· τί δικαιότερον, ἢ υἱὸν μιμήσασθαι πατέρα;
60Εἰ τέκνον γνήσιον εἶ, ἀκολούθησον προστάγμασι πα‐ τρικοῖς, καὶ μάλιστα δικαίοις οὖσι καὶ ὠφελίμοις. Ὁ ἔχων πρὸς δαίμονας μάχην, τί ὀφείλει ποιεῖν, ἢ ἀδια‐ λείπτως προσεύχεσθαι; ὁ καθ’ ἡμέραν κινδυνεύων ψυχῇ καὶ σώματι, τί ἄλλο πράττειν ὀφείλει, ἢ ἀγωνιᾷν καὶ
65δέεσθαι τοῦ Θεοῦ; Ἀλλὰ λέγεις, τὰ πάθη τυραννοῦσί με, καὶ ὁ φόβος τύραννός ἐστι. Τύραννος τυράννῳ ἀντι‐ πίπτει. Σείει μόνον τὴν γῆν, καὶ ἅπαντες τρέμουσι. Τίς οὐ φοβεῖται τὸν ποταμὸν τοῦ πυρός; Μία ἡμέρα τοῦ σκότους ὑπὲρ ὅλα τὰ ἐν βίῳ κακά· καταφρόνει οὖν
70τῶν ἐνταῦθα ὡς ἀπαραμυθήτων. Ὕβρισέ τις, ἢ ἐτύπτη‐ σεν; ἔλπισον ἐπὶ Κύριον, ὅτι πολύν σοι παρέξει τῆς ὑπομονῆς τὸν μισθόν. Ἀπὸ τῆς ἐλπίδος ἡ πίστις, ἀπὸ τούτων ἡ ἀγάπη· ὅτι μικροῦ λόγου καὶ μικρᾶς ὑπομο‐ νῆς ὁ Δεσπότης παράδεισόν σοι χαρίζεται, ὡς ἀθλητήν
75σε στέφει διὰ πόμα ψυχρόν· ἡ γὰρ πίστις σου πολλοῦ ἀξία ἐστί. Τὴν ἀρετὴν ποίησον σεαυτῷ νύμφην, καὶ
ἐγκράτειαν καὶ σωφροσύνην, παῖδάς σου ζῶντας καὶColumn end

62

.

744

προάγοντας εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀνιστα‐ μένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον, καὶ ἑσπέρας ἀναχωροῦσα, ἀναπαυέσθω ἐπὶ κλίνης πνευ‐ ματικῆς, ἐπὶ λογισμοῖς εὐσεβέσιν, ἐπὶ ἐλπίδι τοῦ Θεοῦ,
5ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ· διότι τὰ προστάγματα τοῦ Θεοῦ φῶς εἰσι καὶ ζωὴ καὶ ἀνάπαυσις, εὐλογία καὶ δικαιοσύνη· τὰ δὲ ἐντάλματα τοῦ Σατανᾶ σκότος καὶ θάνατος, κόλασις καὶ ἁμαρτία καὶ κατάρα. Ἐν σοί ἐστιν ἢ τούτοις ἢ ἐκείνοις ἀκολουθῆσαι. Ἐὰν ταῖς τοῦ
10Κυρίου ἐντολαῖς ἀκολουθήσῃς, ὅλα σοι τὰ καλὰ πάντα, τὸ φῶς, ἡ ζωὴ, ἡ ἀνάπαυσις, ἡ εὐλογία, τῆς δικαιο‐ σύνης ὁ στέφανος· ἐὰν δὲ ταῖς τοῦ Σατανᾶ πεισθῇς, τὰ ἐναντία τούτων ἀπαντᾷ σοι. Τίς οὖν ἄφρων αἱρεῖται αἰσχύνην καὶ ὄνειδος μετὰ κολάσεων αἰωνίων, ἀντὶ δό‐
15ξης καὶ ἐπαίνων καὶ ἀθανάτου τρυφῆς; Ἀνάστα, σπεῦ‐ σον, δράμε, ἐπείχθητι· ὁ γάμος ηὐτρέπισται, οἱ ταῦροι τεθυμένοι εἰσὶ, τὰ σιτιστὰ ἕτοιμά σε περιμέ‐ νουσιν, οἱ ἀριστηταὶ, καθὼς γέγραπται, Ἐμὲ ὑπομε‐ νοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Σπούδασον,
20ἵνα καταλάβῃς. Ἰδοὺ ἡ χαρὰ, ἰδοὺ ἡ ἀνάπαυσις, ἰδοὺ τὸ φῶς, ἰδοὺ ἡ ζωὴ, ἰδοὺ ἡ δόξα, ἰδοὺ ἡ τρυφὴ, ἰδοὺ τὰ ἀληθῆ καὶ αἰώνια, ἰδοὺ τὰ μεγάλα καὶ θαυμαστὰ, ἰδοὺ πάντα ὡς θέλεις, μᾶλλον δὲ καὶ ὑπὲρ ὃ θέλεις. Γνῶθι μόνον ὅτι ἐθαυμάστωσε τοὺς ὁσίους αὐτοῦ ὁ Θεὸς,
25ἐδόξασε τοὺς ἁγίους αὐτοῦ, ἐκαύχησε τοὺς φοβουμένους αὐτὸν, ὕψωσε τοὺς ἀγαπῶντας αὐτόν. Μὴ φθονήσωμεν ἑαυτοῖς τοσούτων ἀγαθῶν προκειμένων, τοιαύτης ἐλπί‐ δος. Ἄλλοι μικροῦ κέρδους χάριν ἀθλοῦσι, πολεμοῦσι, θαλαττεύουσι, κινδυνεύουσιν· ἡμεῖς καινοὺς οὐρανοὺς,
30καὶ καινὴν γῆν μέλλοντες κληρονομεῖν, τί ἀθυμοῦμεν. τί διστάζομεν, τί φθειρόμεθα ἐν τῇ ὕλῃ ταύτῃ; Ὅλα τὰ πράγματα παθοποιὰ, παροξυντικὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πράττομεν· ἡ τρυφὴ ἡμῶν εἰρήνην οὐκ ἔχει· ὁ ὕπνος, τὸ βάδισμα, ὅλα σκανδαλώδη. Τίς ὡς
35ἠθέλησεν ἔζησε; τί τοῦ βίου τούτου οὐκ ἔστιν ἐπαχθές; Αὕτη ἡ σὰρξ ἡμῶν οὐ σπένδεται ἡμῖν· ὑγιαίνουσα πο‐ λεμεῖ, ἀῤῥωστοῦσα θλίβει. Τίς ἄλυπος ἐξῆλθεν ἐκ τοῦ βίου τούτου; τίς οὐκ ἐγεύσατο τῶν ἁλμυρῶν ὑδάτων τῆς πικρᾶς ταύτης θαλάσσης, τῶν ἐπαλλήλων κυμά‐
40των; τίς οὐκ ἐστέναξεν ἐπ’ αὐτοῖς; πόσους μεγάλους ἐπτέρνισεν ἡ παροῦσα ζωὴ, καὶ τρέχοντας καλῶς ἐπα‐ γίδευσε; Καὶ οὐδὲν θαυμαστόν· δαίμονες γάρ εἰσιν οἱ ἐνεργοῦντες, διάβολος ὁ ἐνεδρεύων. Ταῦτα οὖν εἰδότες μετανοήσωμεν ἐν ὅλῃ καρδίᾳ, μὴ αἱ ἡδοναὶ ἡμῶν στρα‐
45φῶσιν εἰς θρήνους καὶ δάκρυα· βοηθήσωμεν ἑαυτοῖς, ἀποσπάσωμεν τὴν ψυχὴν ἑαυτῶν ἐκ τοῦ κόσμου τούτου, ἔτι δὲ καὶ τῆς ἰδίας σαρκός· εὕροιτο ἑαυτῇ κελλίον εἰς τὰ πέρατα τῆς γῆς, ὅπως ἂν βοήσῃ καὶ αὐτὴ πρὸς τὸν Κύριον· ἐλέησόν με τὴν μόνην· ἰδοὺ πάντα ἀφῆκα, καὶ

62

.

744

(50)

ἠκολούθησά σοι· ἰδοὺ πάντα ἤρνημαι διὰ τὸν σὸν φό‐ βον. Ἡ κατάνυξις ἡμῶν ἕως τῶν νεφελῶν φθασάτω, οἱ στεναγμοὶ ἡμῶν τοῖς οὐρανοῖς ἐγγισάτωσαν, αἱ προσευ‐ χαὶ ἡμῶν καὶ αἱ ἐλεημοσύναι ἐλθέτωσαν ἐνώπιον τοῦ Θεοῦ. Λειτουργήσωμεν αὐτῷ μετὰ πάσης ἀληθείας,
55μετὰ εὐλαβείας καὶ δέους· πάντα ποιήσωμεν, ἵνα ἐκεῖ μὴ μεταγνῶμεν· πάντα ὑπομείνωμεν, ἵνα καὶ τῶν ἀγαθῶν ἀπολαύσωμεν τοῦ Θεοῦ, ἵνα τὴν μείζονα παῤῥη‐ σίαν κτησώμεθα, ἵνα τιμιωτέρων ἀξιωθῶμεν δωρεῶν, ἵνα μηδενὸς τῶν ἁγίων ὀφθῶμεν δεύτεροι. Μέγας πει‐
60ρασμὸς ὁ βίος ἡμῶν, καὶ οὐδεὶς οἶδε· μέγας χειμὼν, καὶ οὐδεὶς κατανοεῖ. Δῶμεν τόπον τῇ ἐνεργείᾳ τῶν πα‐ θῶν, καὶ τῇ ἐν ἡμῖν οἰκούσῃ ἁμαρτίᾳ κατὰ τὸν Ἀπό‐ στολον· δῶμεν τόπον τοῖς παροργισμοῖς τῶν ἀνθρώπων. δῶμεν τόπον τῇ σαρκὶ ταύτῃ καὶ ταῖς ἐπιθυμίαις αὐ‐
65τῆς, δῶμεν τόπον τῷ κόσμῳ τούτῳ καὶ ταῖς δυσχε‐ ρείαις αὐτοῦ, δῶμεν τόπον ὅλοις τοῖς πειρασμοῖς, ὅλαις ταῖς θλίψεσι· κρυβῶμεν ἀπ’ αὐτῶν· διωκόμεθα γὰρ ἀπ’ αὐτῶν, καὶ ζητούμεθα πάντες εἰς τὸ ἀποκτανθῆναι ὑπὸ δαιμόνων, ὑπὸ πραγμάτων, ὑπὸ ἀνθρώπων ἐρεθι‐
70ζομένων ὑπὸ τοῦ Σατανᾶ. Ἑαυτοῖς μόνοις προσέχωμεν καὶ τῷ Θεῷ, ἑαυτῶν ἐκδόντες τὸ σῶμα τοῦτο τοῖς θέ‐ λουσι τύπτειν· πολλῶν γὰρ πληγῶν καθέστηκεν ἄξιον. Ἄνω τὴν καρδίαν τείνωμεν ἑαυτῶν, ἐκχέοντες ὅλην ἑαυτῶν τὴν ψυχὴν ἐνώπιον τοῦ Θεοῦ, ἵνα σωθῶμεν καὶ
75ἐλεηθῶμεν καὶ ζήσωμεν, σκιρτῶντες καὶ τρυφῶντες καὶ
χαίροντες, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.743