TLG 2062 322 :: JOANNES CHRYSOSTOMUS :: De oratione [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De oratione [Sp.]

Citation: Vol — pg — (ln)

62

.

737

(46t)

Περὶ εὐχῆς.
47 Δεῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν

62

.

737

(50)

θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐ‐ τόν. Οἱ πάντες γρηγορεῖτε καὶ γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· δεῦτε, ἀκού‐ σατε αὐτοῦ λέγοντος· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασι‐ λεία τῶν οὐρανῶν. Λοιπὸν, ἀδελφοὶ, ἐφ’ ὅσον ἐπὶ θύ‐
55ραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γε‐ νομένης. Εὐχὴ γὰρ θησαυρὸς ἀνέκλειπτος παντὸς ἀγα‐ θοῦ, λιμὴν ἀχείμαστος, γαλήνης ὑπόθεσις, ψυχῆς ἰατρεῖον· εὐχὴ ψαλμῳδία, ἁγιασμὸς ψυχῆς καὶ σώματος·
60καὶ, ἁπλῶς εἰπεῖν, εὐχὴ πύλας οὐρανοῦ ἀνοίγουσα, Θεῷ προσάγει πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, πλού‐ σιον καὶ πένητα, τὸν ὁλόψυχον καθ’ ἑκάστην ἡμέραν εὐχόμενον μείζονα ἀγγέλων ἐργάζεται. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν ὁ λόγος; Ἁμαρτωλός εἰμι, φησὶ,
65καὶ ἀπαῤῥησίαστος, αἰσχύνης γέμων, καὶ οὐ δύναμαι ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ὅτι πολλὰ ἥμαρτον καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ κατὰ διάνοιαν, καὶ πᾶσαν ἡμέραν καὶ ὥραν ἐδαπάνησα ἐν ἀσωτίᾳ τὴν ζωήν μου, καὶ ποίῳ προσώπῳ ἢ παῤῥησίᾳ εἰσέλθω εἰς
70τὴν ἐκκλησίαν; πῶς ἀνοίξω τὸ πονηρὸν καὶ ἀκάθαρτόν μου στόμα; πῶς τὰ χείλη μου κινήσω, ἢ παρακαλέσω ὑπὲρ ποίων μου πονηρῶν πράξεων πρῶτον τὸν Θεόν; Οὕτως οὖν σατανικὰ ταῦτα τὰ ῥήματα λέγεις; Μάθε, τίνας καλεῖ ὁ Χριστὸς ἐλθὼν ἐπὶ τῆς γῆς, δικαίους, ἢ
75ἁμαρτωλούς· λέγει γὰρ οὕτως· Οὐκ ἦλθον καλέσαι
δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἁμαρ‐Column end

62

.

738

(46)

τωλός εἰμι, φησὶ, καὶ πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν ἵνα γένωμαι δίκαιος; Καλὰ λέγεις· ὅτι ἀκούω, καὶ οὐ φυλάττω· καὶ τί μοι τὸ ὄφελος; Κἀγὼ πάλιν λέγω σοι· κἂν φυλάττῃς, κἂν οὐ φυλάττῃς, μόνον εἴσελθε εἰς τὴν

62

.

738

(50)

ἐκκλησίαν, ἀκούεις τῶν θείων Γραφῶν, ἄκουε τῆς ἀνα‐ γνώσεως. Οἶδα ἀληθῶς, ὅτι ἐὰν εἰσέρχῃ εἰς τὴν ἐκκλη‐ σίαν, καὶ ἀκούεις τῶν θείων Εὐαγγελίων, καὶ τῶν διδα‐ σκάλων τῶν ἀποστόλων, καὶ τῶν θείων πατέρων, κἂν λιθίνην καρδίαν ἔχῃς, κἂν θηρίου γνώμην καὶ ἀγριό‐
55τητα, ὀψέ ποτε καὶ ῥᾳδίως κατανυγῆναι ἔχεις. Ἁμαρ‐ τωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, πρόπεσον, κλαῦ‐ σον, θρήνησον, στέναξον, δάκρυσον. Ἥμαρτες; ἐξομο‐ λόγησαι Θεῷ τὰς ἁμαρτίας σου· εἰπὲ μόνον τὸ, Ἥμαρ‐ τον· εἰπὲ τῷ Θεῷ τῷ εἰδότι πρὶν γενέσεως αὐτοῦ· εἰπὲ
60τῷ Θεῷ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· εἰπὲ ἐνταῦ‐ θα, ἵνα μὴ ἐκεῖ ὑπὸ μυριάδων ἀγγέλων καὶ ἀνθρώπων αἰσχυνόμενος ἐλεγχθῇς. Εἰπέ μοι, τί ἐστι κάλλιον ὧδε ἐν ἐκκλησίᾳ τῷ Θεῷ μόνῳ ἐξομολογήσασθαι καὶ τῷ πνευματικῷ σου πατρὶ, ἢ ἐκεῖ ὑπὸ τοσούτων μυριάδων
65δημοσιεύεσθαι; Ἁμαρτωλὸς εἶ; εἰπὲ μόνον, οὐδὲν ἄλλο σε ἀπαιτῶ, μόνον στέναξον. Ποία ἀνάγκη τοῦτο; ποία θλῖψις; ποία χρημάτων δαπάνη; Ποία δυσκολία εἰπεῖν μόνον τὸ, Ἥμαρτον; Ἀλλὰ λέγεις, ὅτι Αἰσχύνομαι. Ἄθλιε καὶ ταλαίπωρε, ὅτε ἐποίεις τὴν ἁμαρτίαν, οὐκ ᾐσχύνου,
70καὶ ὅτε μετανοῆσαι καὶ σωθῆναι θέλεις, αἰσχύνῃ; ὅτε περιεπλέκου τὴν πόρνην τὴν πονηρὰν, καὶ πονηρὰν πρᾶξιν ποιῶν, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ἡμάρτανες, ὅτε ἐπόρνευες καὶ ἐμοίχευες, οὐκ ᾐσχύνου, καὶ ὅταν μετανοήσῃς καὶ θέλῃς σωθῆναι, τότε αἰσχύνῃ;
75ὅτε ἥρπαζες τὰ ἀλλότρια, ὅτε χήρας ἔθλιβες καὶ κατ‐737

62

.

739

εφρόνεις πένητας, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ὤμνυες τὸ φρικτὸν ὄνομα τοῦ Θεοῦ, καὶ ἐψευδομαρτύ‐ ρεις, ὅτε ἐπιώρκεις, ὅτε πᾶν κακὸν καὶ πονηρὰ ἔργα, ἃ μισεῖ ὁ Θεὸς, ἔπραττες, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύ‐
5νῃ; Ὢ ποῖον, ἀγαθὲ, Δεσπότην ἔχοντες καὶ ἡμεῖς ἀμε‐ λοῦμεν καὶ οὐκ ἐπιστρέφομεν; Ὁ Χριστὸς συμβου‐ λεύει, Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καὶ τὸν πλησίον σου ὡς ἑαυτὸν ἀγάπα·
10γενοῦ ἥμερος, ἀγαθὸς, ἐλεήμων, μακρόθυμος· γενοῦ ἄμαχος, εἰρηνικὸς, ἵνα καταξιωθῇς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ οὐδείς ἐστιν ὁ συνιὼν, οὐδεὶς ὁ ὑπακούων, οὐδεὶς ὁ προσέχων, ἀλλὰ πάντες ῥᾳθυμοῦμεν. Συμβου‐ λεύει δὲ ὁ διάβολος τὰ ἐναντία, λέγων· Γενοῦ μοιχὸς,
15φόνευσον, ἐπιόρκησον, κλέψον, γενοῦ ἀπάνθρωπος, βλά‐ σφημος, ἀνελεήμων, ἄσπλαγχνος, φθορεύς· γενοῦ φιλ‐ άργυρος, μισάνθρωπος, μᾶλλον δὲ μισόθεος· γενοῦ πανοῦργος, ἀδικητὴς, πλεονέκτης· γενοῦ ἅρπαξ, κατά‐ λαλος, μυθολόγος, λοίδορος, ἐπίορκος. Καὶ οἴδαμεν ὅσοι
20τὰ τοιαῦτα πράττοντες ὑπακούομεν· ὅτι ὥσπερ δοῦλοι δεδεμένοι χεῖρας καὶ πόδας, οὕτω τρέχομεν καὶ ὑποτασ‐ σόμεθα τὴν φύσιν. Ἰδοὺ ἡμεῖς πᾶσαν τὴν νεότητα ἡμῶν μετὰ δαιμόνων ἀνηλώσαμεν· ἰδοὺ ἐγηράσαμεν, καὶ συνειθίσαμεν ἐν ἁμαρτίαις. Τὸ ἀγαθὸν πρᾶξαι μὲν οὐ
25δυνάμεθα, ὅπως τύχωμεν τῆς βασιλείας τῶν οὐρα‐ νῶν· ὁ δὲ διάβολος προξενεῖ τὸ πῦρ καὶ τὴν κόλασιν αἰώ‐ νιον, καὶ ἡμεῖς πρὸς τὸν διάβολον τρέχομεν. Τί σοι ποιή‐ σομεν, ἄνθρωπε; τί θέλεις; τί ἐπιθυμεῖς; τὸ εἶναι μετὰ τοῦ Χριστοῦ, ἢ τὸ εἶναι μετὰ τῶν δαιμόνων; Ἐπιθυ‐
30μεῖς εἶναι μετὰ τοῦ Χριστοῦ; κἂν τοῦ λοιποῦ παῦσαι τοῦ τρυφᾷν, παῦσαι τοῦ σπαταλᾷν, παῦσαι τοῦ πορ‐ νεύειν, παῦσαι τοῦ κλέπτειν, παῦσαι τοῦ μεθύσασθαι, παῦσαι τοῦ ἁρπάζειν τὰ ἀλλότρια, παῦσαι τοῦ κατα‐ γελᾷν, τοῦ ψεύδεσθαι, τοῦ μετεωρίζεσθαι. Μηδείς σε
35ἀπατάτω· οὐδεὶς γὰρ τῶν τοιούτων εἰσελεύσεται εἰς τὴν
βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ ἐπιθυμεῖς τοῦ εἶναι μετὰColumn end

62

.

740

τῶν δαιμόνων, εἰ τὴν γέενναν τοῦ πυρὸς εἰσελθεῖν, κἂν πράττῃς ὡς θέλεις, πολιτεύου ὡς βούλῃ, ὁ κωλύων οὐ‐ δείς· ἀπόλαβε τὸν κόσμον, καὶ τὰς αἰσχρὰς ἐπιθυμίας αὐτοῦ, τὴν πορνείαν, μοιχείαν, μέθην, ἀκρασίαν, καὶ
5πᾶσαν ἡδονὴν δαιμονικήν· ὁ ἐμποδίζων οὐδείς. Σὲ γὰρ Εὐαγγέλια οὐ πείθει, νόμος οὐ σωφρονίζει, προφῆται οὐκ ἐπισκήπτουσιν, ἀπόστολοι οὐ δυσωποῦσι, πατέρων νουθεσίαι οὐκ ὠφελοῦσι, συνοδία ἀδελφῶν οὐκ ἀποτρέ‐ πει· ἀπανῃσχύντησας πάντως, ὄψις πόρνης ἐγένετό σοι.
10Λοιπὸν ἀπόλαβε τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ἐκεῖ μὲν οὖν μηδὲ σωτηρίαν, μηδὲ κληρονομίαν ἐν τῇ μελλούσῃ τοῦ Χριστοῦ ἡμέρᾳ μὴ προσδόκησον. Ἐκφεύξεταί σοι γὰρ τότε ἡ ὥρα, ὅταν γυμνὸς καὶ τετραχηλισμένος παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, ἐπὶ ἀγγέλων καὶ
15ἀνθρώπων θεατριζόμενος. Ἐκεῖ φανήσῃ, οἷος εἶ· ἐκεῖ ἐλεγχθήσεταί σου πᾶσα ἡ ἀδικία· ὁ Θεὸς οὐ χλευάζεται· καὶ τότε ἀκούσεις τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς· Δήσατε αὐτοῦ τὰς χεῖρας καὶ πόδας, καὶ ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ
20βρυγμὸς τῶν ὀδόντων. Τίς λοιπὸν οὐ θρηνήσει τὸν τοιοῦτον; τίς οὐ κλαύσει τὸν διὰ τὴν ἀπόλαυσιν πρόσ‐ καιρον αἰωνίως βασανιζόμενον; Μὴ πλανᾶσθε; Θεὸς οὐ μυκτηρίζεται· γέγραπται γὰρ, ὅτι Οὔτε πόρναι, οὔτε μοιχοὶ, οὔτε λοίδοροι, οὔτε πλεονέκται, οὔτε μέθυ‐
25σοι, οὔτε ἄδικοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε εἰδωλολάτραι, οὔτε βλάσφημοι, οὔτε φιλάρ‐ γυροι, οὔτε τις τῶν τοιούτων ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα πάντα ἐννοοῦντες, ἀδελφοὶ, τῶν τοιούτων πονηρῶν πράξεων ἀπεχώμεθα,
30καὶ ἐξ ὅλων τῶν ψυχῶν μετανοῆσαι μὴ βραδύνωμεν, ἵνα καὶ φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐφικώμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα
35ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.739