TLG 2062 320 :: JOANNES CHRYSOSTOMUS :: De jejunio, dominica quinta jejuniorum [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De jejunio, dominica quinta jejuniorum [Sp.]

Citation: Vol — pg — (ln)

62

.

731

(1t)

Περὶ νηστείας· Κυριακῇ εʹ τῶν νηστειῶν.
2 Ἥκει καιρὸς, ἀδελφοὶ, πρὸς τὸ διὰ νηστείας ἡμᾶς δρέψασθαι τοὺς τῆς μετανοίας καρπούς. Καὶ γὰρ πρὸς τὴν τῶν καρπῶν συλλογὴν ἐπιτήδειον τὸ θέρος
5καὶ τὸ μετόπωρον, πρὸς δὲ τὸν σπόρον χειμὼν καὶ τὸ ἔαρ· πρὸς δὲ νηστείαν καὶ προσευχὴν πᾶς καιρὸς ἐπιτήδειος. Ἀρθήσεται γὰρ ἀπ’ αὐτῶν ὁ νυμφίος. καὶ τότε νηστεύσουσιν. Εἰ οὖν πρὸς ταῖς λοιπαῖς ἡμέραις τοῦτο τὸ ἔργον παρέφυγεν ἡμᾶς, ἀλλ’ ἰδοὺ
10νῦν καιρὸς εὐπρόσδεκτος ἐργάσασθαι ἡμᾶς τὸ χω‐ ρίον. Χωρίον δὲ λέγω τὴν νηστείαν, ἐπειδὴ χωρεῖ πάντας ἡμᾶς πρὸς τὸν κάματον καὶ τὸν σπόρον· οὐ γυναῖκα ἀπωθεῖται, ἀλλ’ οὐδὲ γέροντα, οὐ νεώτερον, οὐ παιδάρια μικρά· πᾶσιν ἀνοίγει τὰς θύρας, καὶ
15πάντας εἰσδέχεται, ἵνα πάντας σώσῃ, ὡς τοὺς Νι‐ νευΐτας. Καλὸς τῆς νηστείας ὁ σπόρος, ὅτι καὶ τὰς ἁμαρτίας ἡμῶν ὡς ἀκάνθας ἀνασπᾷ, καὶ τὴν δικαιο‐ σύνην ὡς ἄνθος ἀνιστᾷ καὶ βλαστάνει· καλὸς τῆς νηστείας ὁ κάματος, ὅτι κουφίζει τὴν ψυχὴν ἀπὸ
20βάρους τῶν ἁμαρτιῶν, καὶ φορτίον ἐλαφρὸν τῶν ἐν‐ τολῶν τοῦ Χριστοῦ χαρίζεται. Ἄρατε γὰρ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. Ζυγὸς ἡ πίστις ἐστὶ πᾶσιν ἐπι‐ κειμένη· φορτίον, τῶν ἐντολῶν τὰ ποιήματα, ὤμοις
25ψυχῆς βασταζόμενα ἐν ἔργοις, ἐν οὐρανοῖς φανερού‐ μενα. Διὰ νηστείας ὁ νομοθέτης Μωϋσῆς ἐγένετο ἔνδο‐ ξος· νυχθήμερα τεσσαράκοντα ἄσιτος διαμείνας, εἶδε Θεὸν εἰς πρόσωπον αὐτοῦ ὁμιλοῦντα, νεφέλην ἐπι‐ σκιάζουσαν, καὶ δι’ αὐτὴν τὸν Θεὸν λαλοῦντα αὐτῷ τὰ
30συμφέροντα, στῦλον πυρὸς λάμποντα ἐν νυκτὶ καθοδ‐ ηγὸν παρεμβολῆς Ἰσραὴλ, οὐρανοῦ πύλας ἀνοιγομένας, ἀγγελικὸν ἐπὶ γῆς καταβαίνοντα ἄρτον, μάννα Θεοῦ μεταλαμβάνοντα ἄνθρωπον, πέτραν σχιζομένην ἐν ῥάβδῳ, καὶ προφέρουσαν ὕδατα, θάλασσαν γεννῶσαν
35ξένον βρῶμα, ὀρτυγομήτραν, καὶ τρέφουσαν τὸν λαόν. Πολλὰ καὶ ἕτερα σημεῖα εἶδε Μωϋσῆς διὰ τὸ προσ‐ έχειν νηστείᾳ. Ἀνατροπὴ θανάτου ἡ νηστεία. Εἶπεν ὁ Σωτήρ· Τοῦτο τὸ γένος τῶν δαιμόνων ἐν οὐδενὶ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τῶν
40δαιμόνων χειρότερον οὐδέν· δυσμετάθετον ὄρος ὁ δαί‐ μων· ὁ δαίμων ἁπάντων κακῶν χαλεπώτερον τραῦμα, ἐν ἀγοραῖς κατάγελως, ἐν οἴκοις ταπείνωσις, ἐν ἐκκλη‐ σίαις διατροπὴ, σαρκῶν κατάβρωμα, ψυχῆς ἀσθένεια, καθημερινὴ ὀδύνη, νοὸς ἐμπόδιον, ἔργων ἓν κώλυμα.
45Πολλὴ ἡ τοῦ δαίμονος ἐπήρεια. Ἀλλὰ τούτων πάν‐ των περιγίνεται ἡ νηστεία καὶ ἡ προσευχή. Εὐχόμενος καὶ ψάλλων ὁ Δαυῒδ, τὸν δαίμονα Σαοὺλ τοῦ βασιλέως ἀπήλασεν· Ἀπέστη γὰρ Πνεῦμα Θεοῦ ἀπὸ Σαοὺλ, καὶ ἐπνίγετο πνεύματι δαιμονίου πονηροῦ· καὶ ψάλ‐

62

.

731

(50)

λοντος τοῦ Δαυῒδ, ἀνέψυξεν ὁ βασιλεύς. Ὅτι δὲ ἐνή‐ στευσεν ὁ βασιλεὺς Δαυῒδ, ἄκουε αὐτοῦ γράφοντος ἐν τοῖς Ψαλμοῖς· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νη‐ στείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον. Εἰ
ἐνήστευσεν ὁ Ἀδὰμ ἀπὸ τοῦ ξύλου, οὐκ ἂν τὸν παρά‐Column end

62

.

732

δεισον ἀπώλεσεν· εἰ μὴ ἔφαγεν ἡ Εὔα ἀπατηθεῖσα ὑπὸ τοῦ ὄφεως, οὐκ ἂν θάνατον τῷ κόσμῳ ἐπήγαγεν· εἰ πρὸς νηστείαν ἔκλινεν Ἡσαῦ, οὐκ ἂν τὰ πρωτοτό‐ κια ἀπώλεσε, διὰ μίαν βρῶσιν δόξαν ἀπώλεσε, καὶ
5δοῦλος ἐγένετο τοῦ ἀδελφοῦ αὐτοῦ. Θέλεις ἰδεῖν τῆς νηστείας τὴν ἰσχύν; δράμε πρὸς Νινευΐτας τοὺς χρη‐ σαμένους αὐτῇ εἰς κοινὸν κατόρθωμα. Ὅτε γὰρ ἠ‐ βουλήθη ὁ Θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν καταστρέ‐ ψαι τὴν Νινευῒν, πέμπει Ἰωνᾶν τὸν προφήτην, καὶ
10λέγει αὐτοῖς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστρα‐ φήσεται. Καὶ φιλανθρωπία Θεοῦ ὃ μέλλει ποιεῖν σαλ‐ πίζει, καὶ τοῖς χρεώσταις τούτου προλέγει τὸν θάνα‐ τον, οὐχ ἵνα φύγωσιν ἐκ τῆς πόλεως, ἀλλ’ ἵνα μετανοή‐ σωσιν ἐν τῇ πόλει, ἵνα διεγερθῶσι καὶ σπουδαιότεροι
15γένωνται πρὸς τὸν λόγον. Οὐκ εἶπε· Νηστεύσατε, καὶ σώζω ὑμᾶς· οὐκ ἐδήλωσε· Μετανοήσατε, καὶ ἐλεηθή‐ σεσθε· ἀλλ’ ἔκρυψε τὴν φιλανθρωπίαν, καὶ ἐκήρυξε τὴν ἀποτομίαν, ἵνα μή τις εἴπῃ· Ἠνάγκασεν αὐτοὺς νη‐ στεῦσαι ἢ μετανοῆσαι, καὶ Θεὸν σέβειν. Καὶ τὸ ἐξ
20ἀνάγκης οὐκ ἔστιν εὐαπόδεκτον· Οὐ γὰρ ἐκ λύπης, οὐδ’ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Σύντομος ἡ ἀπειλὴ, ἄδικος προθεσμία κατὰ πόδας. Τί ἥκεις ποιῆσαι; ἐκ ποίων κόλπων πηδῆσαι; στρατό‐
25πεδον ἰσχυρὸν ἀντιστήσω καὶ λέγοντι; τίς πρὸς Θεὸν ὁ ἀνταποκρινόμενος; ἀψευδὴς ὁ λαλῶν. Ἀλλ’ εἰ Θεὸς ὁ ἀπειλῶν, λέγουσιν ἐν ἑαυτοῖς· Τίνα φυγὴν τοῦ κακοῦ εὑ‐ ρήσομεν; ἐν ποίῳ παραταξόμεθα πολέμῳ; τίς πρόμα‐ χος γενήσεται ἡμετέρων ψυχῶν; τίς δυσωπήσει τὸν Θεὸν
30κατὰ πάντων παῦσαι τὴν ὀργήν; ποῖον παρακλήτορα πέμψομεν πρὸς τὸν Θεὸν καταλλάξαι εἰς εἰρήνην; Ἡμεῖς πάντες ἁμαρτωλοὶ τυγχάνομεν· ἐχθροὶ ὄντες τοῦ Θεοῦ οὐκ εἰσακουόμεθα. Τί ποιῶμεν; ποῦ φύγωμεν ἀπὸ προσώπου Κυρίου; Δεῦτε, δράμωμεν πρὸς νηστείαν, ὦ
35ἄνδρες Νινευῗται, λέγει ὁ βασιλεὺς, καὶ σποδὸν ὑποστρω‐ σώμεθα, καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, μηδὲ πινέτωσαν· καὶ ἴδωμεν, εἰ ἐλεήσει ἡμᾶς ὁ Θεός. Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νη‐ στείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαν‐
40τες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποτα‐ μοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι. Αἱ τρεῖς ἡμέραι τῆς νηστείας ἀνῆλθον εἰς τοὺς οὐρανοὺς, ἤγγισαν τῷ Δεσπότῃ, ἔλαβον
45παρ’ αὐτοῦ σωτηρίαν. Ἐχαρίσατο πᾶσι ζωὴν, ἀνθρώ‐ ποις καὶ κτήνεσιν. Ἡ μετάνοια ἔλαμψε, καὶ ἡ νηστεία. Ὅρα μὴ καταφρονῇς τοῦ κτίσματος, ἀλλὰ πρόσελθε, γρηγόρησον, καὶ ποίησον εἰς αὐτὸν καρπὸν εὐσεβείας. Εὐξώμεθα οὖν ὁμοθυμαδὸν πάντες, ἵνα καὶ ἡμεῖς ῥυ‐

62

.

732

(50)

σθῶμεν τῆς ἐπικειμένης ὀργῆς, καὶ ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.731