TLG 2062 319 :: JOANNES CHRYSOSTOMUS :: In ingressum sanctorum jejuniorum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In ingressum sanctorum jejuniorum [Sp.] Citation: Vol — pg — (ln) | ||
62.727(34t) | Εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν. | |
35 | Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν | |
---|---|---|
40 | τῆς σωφροσύνης στέφανον. Πάλιν ἡμᾶς καλεῖ ὁ ἀγγε‐ λικὸς βίος ἐπὶ τὴν ἀρχαίαν τρυφὴν, καὶ πρὸς τὴν θείαν ἐκείνην καὶ μακαρίαν ἀπόλαυσιν ἡμῖν ἐπανοίγει πύλας. Μεγάλην πρὸς Θεὸν παρέχει παῤῥησίαν ἡ ἑκούσιος νηστεία, καθαίρουσα μὲν τὰ σώματα διὰ τῆς ἐγκρα‐ | |
45 | τείας, ἁγιάζουσα δὲ τὴν ψυχὴν διὰ τῆς πρὸς Θεὸν παῤῥησίας, καὶ τῶν μὲν γηΐνων ἁπάντων ἐπιλανθά‐ νεσθαι ποιοῦσα, τῶν δὲ οὐρανίων ἐπιθυμεῖν παρα‐ σκευάζουσα. Νηστεία τοὺς ἑαυτῆς ἐραστὰς εἰς οὐρα‐ νοὺς ἀνάγουσα, τῷ Χριστῷ παρεστάναι ποιεῖ, καὶ μετὰ | |
62.727(50) | τῶν ἁγίων ἔχειν τὴν κοινωνίαν. Ὁ πατὴρ τῆς νηστείας, ἀγαπητοὶ, ἐστὶν ὁ νόμος τοῦ Θεοῦ· μήτηρ δὲ αὐτῆς ἐγκράτεια, ὑπομονὴ, ἀρετή· θυγατέρες αὐτῆς ἄσκησις, ἁγνεία, σωφροσύνη· υἱοὶ δὲ γνήσιοι Μωϋσῆς, Ἠλίας, Δανιὴλ, Ἰωάννης ὁ Βαπτιστὴς, καὶ ὁ λοιπὸς τῶν ἁγίων | |
55 | χορὸς, μάλιστα τῶν ἐν ταῖς ἐρήμοις ἀναχωρησάντων καὶ ἀσκητῶν· φίλαι δὲ αὐτῆς εἰσι πίστις, ἐλπὶς καὶ ἀγάπη· συνόμιλοι δὲ εἰρήνη, πραότης, ὁμόνοια· θερα‐ παινίδες δὲ αὐτῆς δοξολογία, ψαλμῳδία διηνεκὴς, εὐχὴ καθαρά· σύμβιος δὲ αὐτῆς ὁ φόβος τοῦ Θεοῦ· οἱ | |
60 | δὲ καρποὶ τῆς τούτων συμβιώσεώς εἰσιν ἁγιότης, ἀφθαρσία, παῤῥησία πρὸς τὸν Θεὸν, βασιλεία οὐράνιος, ζωὴ αἰώνιος. Διὸ, ἀγαπητοὶ, οἱ μὲν ἐρασταὶ τῆς νηστείας, τὸν νόμον τοῦ Θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ αὐτῶν, νηστεύουσιν εἰλικρινῶς, ἄνομοι δὲ οὐ νηστεύουσι. | |
65 | Καὶ οἱ μὲν δίκαιοι νηστεύουσι διαπαντὸς εὐσεβοῦντες, | |
καὶ τὸν νόμον Θεοῦ μελετῶντες καὶ πληροῦντες, τήν τε | Column end | |
62.728(33) | ἁγνείαν ἀγαπῶντες, καὶ τὴν σωφροσύνην περιπτυσσό‐ μενοι, μέθης ἐλευθερούμενοι, καὶ τῷ Χριστῷ προσκολ‐ | |
35 | λώμενοι· οἱ δὲ ἄνομοι οὐχὶ νηστεύουσι μόνον, ἀλλὰ καὶ πάσης κακίας καὶ σατανικῆς ἐνεργείας πεπληρωμένοι τυγχάνουσι· πᾶσα ἀσωτία καὶ ἀσέβεια καὶ παρανομία παρ’ αὐτοῖς ἐμπορεύεται· παρ’ αὐτοῖς λόγοι αἰσχροὶ, γέλωτες ἀκρατεῖς, καὶ σχήματα διαβολικά· παρ’ αὐτοῖς | |
40 | γαστριμαργία καὶ μέθη καὶ ἀκαταστασία συντριβήσε‐ ται. Πολλὰ γὰρ ὄντως τὰ ἐκ τῆς μέθης κακά. Οἱ γὰρ καταμεθυσθέντες τῷ οἴνῳ, τὰς φρένας σκοτοδινιῶσιν, ὥσπερ οἱ παραπαίοντες καὶ τῶν φρενῶν ἐξιστάμενοι, καὶ ὧδε κἀκεῖσε περιφερόμενοι, τοίχῳ τε ἀπὸ τοίχου | |
45 | προσαρασσόμενοι, ἀπρεπῶς τε ἐνσειόμενοι τοῖς ἀπαν‐ τῶσι, καὶ ἀσχημόνως φερόμενοι κατὰ γῆς. Διὸ, ἀγαπη‐ τοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιού‐ μενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, | |
62.728(50) | ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι. Εἴ τις γὰρ εἰλικρινῶς νηστεύει, Χριστὸν μιμεῖται, γενόμενος ἐπὶ γῆς ἀγγέλοις ὁμοιοῦ‐ | |
55 | ται, προφήτας ζηλοῖ, ἀποστόλοις κοινωνεῖ, καὶ ὅλως ἐναλλαγεὶς τὴν φύσιν διὰ τῆς νηστείας γίνεται δίκαιος ἐξ ἀδίκου, ἀγαθὸς ἐκ πονηροῦ, ἐξ ἀσεβοῦς εὐσεβὴ, καὶ οὕτω Χριστὸν κληρονομεῖ, τὸν θησαυρὸν τῆς ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ | |
60 | θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
νων. Ἀμήν. | 727 |