TLG 2062 317 :: JOANNES CHRYSOSTOMUS :: In filium viduae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In filium viduae [Sp.]

Citation: Vol — pg — (ln)

61

.

789

(72t)

Εἰς τὸν Υἱὸν τῆς Χήρας.
73 «Καὶ ἐγένετο καθεξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πό‐ λιν καλουμένην Ναῒν, καὶ συνεπορεύοντο αὐτῷ οἱ
75μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγ‐ γισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τε‐ θνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ, καὶ αὕτη ἦν
χήρα.» Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείαςColumn end

61

.

790

(72)

μεστά. Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μό‐ νης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ
75ὠδῖνας ἐτρύγησεν ὁ θάνατος. Ἕνα βότρυν εἶχεν ἡ ἄμπε‐ λος, καὶ τοῦτον ἡ ζάλη τοῦ θανάτου συνέτριψε· μίαν
βακτηρίαν ἐκέκτητο, καὶ ταύτην ὁ κοινὸς ἀνείλετο θά‐789

61

.

791

νατος. Ἀχαράκωτον ὑπῆρχε τὸ γύναιον, καὶ τῆς βακτη‐ ρίας ἐστέρητο· ἀβίωτον ἐθεώρει τὸν βίον. Λοιπὸν οὐδὲ τὴν τυχοῦσαν εἶχε παραμυθίαν, υἱὸν τὸν μονο‐ γενῆ ἀπολέσασα. Διπλῷ τῷ πόνῳ συνείχετο· ἀπαρα‐
5μύθητον εἶχε τὸ ἄλγημα· οὐδεὶς ἐπικουφίσαι τὴν ὀδύ‐ νην ἠδύνατο· ποταμηδὸν κατὰ τῶν παρειῶν ἔῤῥει τὰ δάκρυα, καὶ ἀφόρητον ἡ γυνὴ τὸ πένθος ἐκέκτητο. Κατενόει τὴν τοῦ παιδὸς ὡραιότητα· τῇ στοργῇ τὰ σπλάγχνα τῆς διανοίας ἐτέμνετο. Καὶ αὕτη χήρα τὸ
10πᾶν γέγονε, τὸ πάντων βαρύτατον, τὸ πάντων ἐλεεινό‐ τερον· καὶ τοῦ ἀνδρὸς, καὶ τοῦ μονογενοῦς ἐστέρητο. Ὄντως ἐλεεινὸν τὸ τῆς χήρας ὄνομα, οἴκτου πεπληρω‐ μένον, δακρύων μεμεστωμένον, συμπαθείας ἐχόμενον. Οὐδεὶς τῶν βλεπόντων ἀπένθητος ἔμεινεν· ἔστενον
15πάντων τὰ σπλάγχνα· οὐχ εὕρισκον πρῶτον τίνα πεν‐ θῆσαι, τὸν τεθνηκότα παῖδα, ἢ τὴν ζῶσαν χήραν. Ἀλλ’ ἐσφάλην τὴν χήραν ζῶσαν προσειπών· ποία γὰρ χήρα ζωὴν ζῇ; κἂν γὰρ δοκῇ ζῇν (πρὸς τὰ παρόντα λέγω, οὐχὶ δὲ πρὸς τὰ μέλλοντα), τέθνηκε. Χήρα γὰρ ἐν τοῖς
20παροῦσιν εἰ μὲν εὔπορος ἦν, μικρόν πως κλέπτεται τὴν ὀδύνην, ἀλείφει τὴν προσδοκίαν, θεραπεύεται τὸ τραῦμα, καὶ κουφίζεται τὸ ἄλγος, νευροῦται τῇ καρποφορίᾳ καὶ βραχύ τι πολλάκις καθεύδει. Εἰ γὰρ καὶ πολλὰ τὰ λυποῦντα, καὶ οἱ διαρπάζοντες αὐτῆν ἕτοιμοι, ἀλλ’
25ὅμως τῆς πενίας ἀπούσης, ἐλαφρότερον τὸ βαρύ. Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτεί‐ χιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτη‐
30ρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συν‐ οικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυ‐ ρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ’ ἐχθρῶν πεπαῤ‐ ῥησιασμένη, κατήγορος κατ’ αὐτῶν· καὶ ὡς ἀνδρὶ, τῷ
35Θεῷ καταβοῶσα, καὶ ἔκδικον ἑτοιμοτάτην ἔχουσα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκδίκησιν, σχίζουσα τοὺς οὐρανοὺς ταῖς πρὸς Θεὸν ἐπιτυχίαις, πεπικραμμένη καρδίᾳ· τύ‐ πτουσα τὸ στῆθος, ὥσπερ δήμιος, εἰ μὴ ταχὺ εὕροι τοῦ Θεοῦ τὴν βοήθειαν, εἰς ἐκδίκησιν τῶν ἐπιβαινόντων αὐ‐
40τῇ εἰς ἀδικίαν. Καὶ ἡ ἄτεκνος, ἐπὶ γῆς πενιχρὰ, ἀπρο‐ στάτευτος, κινεῖ τὸν Θεὸν σὺν πάσαις αὐτοῦ ταῖς ἐπου‐ ρανίαις Δυνάμεσιν, εἰς ὀργὴν καὶ ἀγανάκτησιν τῶν οὐ θελόντων πείθεσθαι, κριτὴν εἶναι τὸν Θεὸν χηρῶν καὶ ὀρφανῶν. Εἰ δὲ συμβῇ αὐτῇ παῖδα προσεῖναι, μικρόν
45πως τέρπεται τῇ ἡλικίᾳ, καὶ κλέπτεται τῇ προσδοκίᾳ, νευροῦται τῇ καρποφορίᾳ. Βλέπει τὸν κλάδον, καὶ τὴν ῥίζαν ἀσπάζεται· τὸν βότρυν κρατεῖ, καὶ τὸν φυτεύ‐ σαντα φιλεῖ· ἔχει τὸ μέρος, καὶ τὸ ὅλον λογίζεται· τῷ ζῶντι συμπλέκεται, καὶ τὸν νεκρὸν οὐ βδελύσσεται·

61

.

791

(50)

τὸν χαρακτῆρα τοῦ παιδὸς κατανοεῖ, καὶ τὴν εἰκόνα τοῦ πατρὸς ἐσοπτρίζεται. Καὶ ἕως μὲν περίεστι τὸ παιδά‐ ριον γαληνότερον ἡ χήρα κυματίζεται ἐν τῇ τοῦ βίου τρικυμίᾳ· εἰ δὲ συμβῇ καὶ τὸν παῖδα ζώσης τῆς μητρὸς ἀποθανεῖν, καὶ τῇ μὲν μητρὶ συντάξασθαι, τῷ δὲ πατρὶ
55προσρυῆναι, ὅπερ πέπονθεν ἡ παροῦσα χήρα, πᾶσαν ὑφ’ ἓν ἀναδέχεται τὴν ὀδύνην. Μόνον γὰρ τέθνηκεν ὁ μονογενὴς υἱὸς τῆς μνημονευθείσης χήρας, τὴν στολὴν τοῦ πένθους ἠμφιεσμένη, ἤρξατο προπετῆ φθέγγεσθαι ῥήματα, καὶ ὡς ἀκρίτῳ τῷ ὄντι ἐδικάζετο, βλασφή‐
60μους λόγους προσάγουσα· ὡς βίαν ὑπομένουσα διελέ‐ γετο, λέγουσα· Ἆρα ὁ υἱός μου μόνος τὸν κόσμον ἐβάρησεν; Ἄλλοι στενοχωροῦνται ἐπὶ παιδοποιίαις, κἀμοῦ τῆς μόνης ὁ μόνος ἀπεσπάσθη; Ἐγὼ ἡ ἄτονος ζῶ, καὶ ὁ ἀνὴρ τέθνηκεν ἅμα καὶ ὁ υἱός. Ποῦ λοιπὸν
65παραινέσει μέ τις; τίς δέ με περιβλέψεται; Ἐδόκουν κἂν μικρὰν παῤῥησίαν δι’ αὐτὸν κεκτῆσθαι· ἤρκει γάρ μοι μόνον μητέρα ἀκούειν. Ὑπομάζιόν μοι αὐτὸν ὁ πα‐ τὴρ ἄνευ χρημάτων ἐγκατέλιπε· κἀγὼ ἡ ἀπροστάτευ‐ τος χήρα χεῖρας εἰς ἔργον ἐρείσασα, τοῦτον ἐπιμελῶς
70ἔθρεψα· διπλᾶς καὶ τριπλᾶς αὐτῷ στολὰς πεποίηκα, μισθοὺς τοῖς παιδεύσασιν αὐτὸν ἁπλῶς ἐχορήγησα· καὶ νῦν, ὅτε τὸν τρυγητὸν τῶν ἀγαθῶν προσεδόκησα, τότε τὴν χάλαζαν τῶν πειρασμῶν δέδεγμαι. Ὢ τῆς ὀδύνης! Ἀλλ’ εὗρον τί πράξω· συνθάπτομαι τῷ υἱῷ μου· πλη‐
75ροφορῶ τοὺς φθονήσαντάς μοι· συγγενεῖς με κατήσθιον ὡς ἀνδρεῖον παῖδα κεκτημένην. Συγχωρήσατέ μοι, πάν‐ τες οἱ βασκαίνοντές μοι τὴν εὐπαιδίαν· ἤδη γὰρ ἐγὼ τοῦ γνησίου μου παιδὸς προκαταλαμβάνω τὸν τάφον· ἐμοὶ γὰρ λοιπὸν τὸ ζῇν καταγέλαστον. Ταῦτα τῆς χή‐
80ρας βοησάσης καὶ ὀδυνωμένης, εὐθέως παραγενόμενοςColumn end

61

.

792

ὁ ποιητὴς ἡμῶν Χριστὸς ὁ Θεὸς, καὶ δὼν αὐτὴν, ὁ τὰ πάντα προορῶν Θεὸς, ὁ καὶ πρὸ τοῦ ποιῆσαι τὰ πάντα σαφῶς ἐπιστάμενος· Πρὸ τοῦ γὰρ πλάσαι σε ἐν κοι‐ λίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας,
5ἡγίακά σε· ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χη‐ ρῶν, ὁ τὰ δάκρυα εἰς εὐφροσύνην μεταποιῶν, ὁ τὴν τῆς πόλεως Ναῒν πύλην ἐκκλησίαν ποιήσας, καὶ τὴν κλίνην τοῦ νεκροῦ θυσιαστήριον ἀποδείξας. Ὅπου γὰρ ἀνα‐ στάσεως δῶρον, ἐκεῖ θυσιαστηρίου κόσμος· καὶ ὅπου
10τοῦ Θεοῦ Λόγου αἱ χεῖρες ἐκτείνονται, ἐκεῖ τῆς ἀνα‐ στάσεως τὸ μέτρον ἐκτετέλεσται. Τὸ γὰρ ἐξόδιον γέ‐ γονεν ἱερουργεῖον, καὶ ἡ ἐκκομιδὴ γέγονεν εἰσκομιδή. Τί γάρ φησιν ὁ Εὐαγγελιστής; Ἰδὼν δὲ αὐτὴν ὁ Ἰη‐ σοῦς· τουτέστιν, ὁ Σωτὴρ, καὶ ὁ Θεὸς Λόγος, ὁ Χρι‐
15στὸς, ἐσπλαγχνίσθη, ἰδὼν αὐτήν. Τί ἰδών; Χήραν ἄτε‐ κνον, ἄνανδρον γηραλέαν, κυρτίζουσαν, γοερὰν, κόμην ἑλκύσασαν, κόνει τὴν κεφαλὴν καταπάσσουσαν, τοὺς βαρυωπεῖς ὀφθαλμοὺς ἐκτυφλώττουσαν, ἀπρεπῆ στολὴν διαῤῥήξασαν, τὸ πολυστένακτον στῆθος τύπτουσαν, καὶ
20βοᾷν μηκέτι ἰσχύουσαν, φρενήρη λοιπὸν γενομέ‐ νην. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ Ἰησοῦς, ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ, καὶ προσελθὼν εἶπεν αὐτῇ· Μὴ κλαῖε. Ἡ δὲ περὶ τὸ πένθος ἀσχολουμένη, εἰλικρινῶς μὴ κατανοή‐ σασα τὸν παραγενόμενον, τὸ πένθος ἀποσεισαμένη,
25πρὸς τὸν Κύριον ἀνταποκριθεῖσα εἶπε· Μὴ κλαίειν λέ‐ γεις μοι; καὶ τίνα μοι παραμυθίαν προσοίσεις λοιπόν; κἂν γὰρ τὸν κόσμον ὅλον κινήσῃς εἰς ἐμὴν παράκλησιν, οὐδεμίαν μοι δείξεις παράκλησιν. Τῆς γὰρ μητρικῆς παρακλήσεως τί υἱοῦ ὑπάρχει γλυκύτερον; καὶ μά‐
30λιστα, ὅτε χῆραι ὑπάρχουσι, καὶ μονογενέσιν υἱοῖς ἐπαγγέλλονται. Πῶς οὖν μὴ κλαίειν λέγεις μοι; Τὸν υἱόν μου οἱ ξένοι πενθοῦσι, κἀγὼ μὴ κλαύσω; Οἱ λί‐ θοι στενάζουσι, κἀγὼ σιωπήσω; Ἡ ἐλπίς μου ἐστέ‐ ρηται, ἡ ζωή μου ἐξέλιπεν, ἡ παῤῥησία μου σεσύ‐
35ληται, ἀνέλπιστον ἐμαυτῆς θεωρῶ τὸν βίον, καὶ γυμνὴ πάσης ἐλπίδος εἰμί. Ἐθέρισέ μου τὴν προσδοκίαν ὁ θά‐ νατος· ἄπορόν με πανταχόθεν κατέστησεν· ἐμὲ κατ‐ έλιπε, κἀκεῖνον μεθώδευσεν· ἀφῆκε τὴν ῥίζαν, καὶ τὸν κλάδον ἀπέτεμεν· ἐφείσατο τοῦ πρέμνου, καὶ τὸν
40ὡραῖον ἐμάρανεν ὄρπηκα· τὴν παλαιὰν κατέλιπε, καὶ τὸν νέον ἐξέτεμεν. Οὐκ ἔχω τίνα θεάσωμαι. Εἰ μὲν γὰρ ἕτερον εἶχον υἱὸν, ἐδυνάμην τὸ πένθος ζυγοστατεῖν, καὶ τῇ ὄψει τοῦ ζῶντος τοῦ θανόντος τὸν πόνον ἀπο‐ κουφίζειν· νῦν δὲ οὐδέν μοι καλὸν ὑπολέλειπται, πάσης
45εὐφροσύνης ἐστέρημαι. Ἔβλεπον τὴν εἰκόνα τοῦ παι‐ δὸς, καὶ ἐθεώρουν τὸν ἀρχαιότυπον αὐτοῦ πατέρα· τοῦ‐ τον ἔχουσα, εἰς ἐκεῖνον ἐφανταζόμην· οὐδέποτε χήραν ἐμαυτὴν ἐνόμισα. Ὁ γὰρ ἐξ ἐκείνου τὰς συμφοράς μοι ἐπεκούφιζε, καὶ πλέον με τοῦ ἀνδρὸς ὁ ἐξ ἐμοῦ τεχθεὶς

61

.

792

(50)

ἐθεράπευσε, καὶ λυπουμένη τοῦτον εἶχον παράκλησιν. Εἴ ποτε ἀθυμία τὸν λογισμόν μου περιέσχε, περιελάμ‐ βανέ με· καὶ περιπτυσσόμενος, καταφιλῶν, λόγοις παιδικοῖς τέρπων με, τὴν νεφέλην τῆς ἀθυμίας ἠφάνιζε· καὶ λέγεις μοι, Μὴ κλαῖε τὸν υἱόν σου; τίς εἶ σὺ ὁ τὰ
55τοιαῦτά μοι παραινῶν; Τινὲς δὲ τοῦ ὄχλου προσελθόν‐ τες εἶπον πρὸς αὐτήν· Τί τολμᾷς, ὦ γύναι, τῷ Θεῷ ἀντιλέγειν; Ὁ Κύριος πάρεστιν; αὐτός σοι διαλέγεται· πρόσελθε, δεήθητι, ἱκέτευσον· οὐ γάρ ἐστιν ἄπρακτος αὐτοῦ ἡ παρουσία. Ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐκμάξασα,
60καὶ τὴν ἐσθῆτα ἑαυτῆς περιστείλασα, καὶ τὸ στῆθος καλύψασα, προσέπεσε τοῖς ἴχνεσι τοῦ Δεσπότου, καὶ ἀποκριθεῖσα τῷ Κυρίῳ ἔφη· Δός μοι τὸν παῖδα, καὶ λαμβάνω τὴν συμβουλίαν σου· καὶ γὰρ ἐν παλαιότητι φύσεως ἐξετάζομαι· βλέπω γὰρ τὴν Σάῤῥαν, καὶ τρυ‐
65γῶ τὰς ἐλπίδας. Καὶ προσελθοῦσα τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἔλεγε· Σύγγνωθι τῇ προπετείᾳ τῆς δούλης σου, Δέ‐ σποτα, καὶ τοῖς λόγοις τοῖς βαπτισθεῖσιν ἐν τῷ πένθει μου. Οὐ γὰρ ἀγνοεῖς μητρὸς ὀδύνην ἐν λύπῃ τέκνων· τοῦτο γὰρ σὸν πρόσταγμα. Ἐπ’ ἐλπίσιν ἔτρεφον τοῦ‐
70τον. Τὸν ἄνδρα ἐζημιώθην, κἂν τὸν παῖδά μοι χάρισαι· ψυχαγώγησόν μου τὸ γῆρας· ἤδη γὰρ ἐκλείπω. Οὐ λέγω ὡς ἡ Μάρθα Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· ἄρτι γὰρ καὶ παρὼν τὴν ψυχὴν αὐτοῦ βα‐ στάζεις, καὶ ἀπιέναι δοκῶν οὐκ ἀπολείπῃ τινός. Μι‐
75κρὸν, Δέσποτα, συγχώρησον τῇ δούλῃ σου. Σὺ τὸν Λά‐ ζαρον ἔκλαυσας, ὃν τῇ σῇ δυνάμει ἤγειρας ἐκ νεκρῶν· κἀγὼ τὸν υἱόν μου μὴ κλαύσω; Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο τῆς σοροῦ, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Οἱ δὲ βαστάζοντες, ἔστησαν. Καὶ
80εἶπε· Νεανίσκε, ἀνάστηθι· ἀνάλαβε φρόνημα νεανί‐791

61

.

793

σκου, καὶ τὸν θάνατον καταπάτησον. Σοὶ λέγω, ἐγέρ‐ θητι· μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν· Ἐγὼ γάρ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Ἐκάλεσα τὸν Λάζαρον ἐκ τάφου, καὶ οὗτος εὐθέως ἐξήλατο τοῦ μνήματος, ὡς τε‐
5τάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνήματι, καὶ πολλὰ τῶν σπλάγχνων ὑπὸ τῶν σκωλήκων πεπορθημένος. Ἀλλ’ ἡ φωνὴ τῆς ζωῆς τὸν νεκρὸν ὀσφράνασα εἰς εὐ‐ οσμίαν τὴν τῶν σαρκῶν ἀνεχάλκευσε λύσιν, καὶ γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα. Σοὶ δὲ προσφάτως ὁ θά‐
10νατος ἐμεθόδευσε· σοὶ λέγω, μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις. Νεκρὸς ὑπ‐ ῆρχεν ὁ θεωρούμενος, καὶ ὡς ἀκούοντι τῷ τεθνεῶτι δι‐ ελέγετο ὁ Κύριος. Πότε νεκρὸς ἀκούει; Καὶ τί φησιν ὁ Δεσπότης; Σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνεκάθ‐
15ισεν ὁ νεκρός· ὥστε οἱ θεωροῦντες ὄχλοι ἐγέ‐ νοντο ὡσεὶ νεκροὶ, πρῶτον μὲν διὰ τὴν ἀπιστίαν, δεύ‐ τερον διὰ τὴν ἀλήθειαν. Διὰ τί γὰρ μὴ κατεπήδησεν, ἀλλ’ ἀνεκάθισεν; Ὅπως ἂν ἀνεπισκίαστον τὴν ἀνάστα‐ σιν θεωρήσωσιν οἱ πάντες, καὶ μὴ φαντασία γνωρισθῇ
20τὸ γινόμενον. Μονονουχὶ λέγων πρὸς αὐτούς· Ἐγὼ ὑμᾶς πληροφορῶ τοὺς ἀκηκοότας, ὅτι ἐκεῖνος αὐτός ἐστιν ὁ πρὸς βραχὺ ἀποθανών. Καὶ ἐκτείνας τὴν χεῖρα ὁ Ἰησοῦς, ἐπελάβετο τοῦ τεθνεῶτος, καὶ ἔδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ. Ἡ δὲ λαβοῦσα τὸν υἱὸν, ὑπὸ
25χαρᾶς καὶ ἀπιστίας συνείχετο· χαίρουσα μὲν ἐπὶ τῇ τοῦ παιδὸς ἀναστάσει· ἀπιστοῦσα δὲ τῇ διανοίᾳ τῶν πραγμάτων. Μετὰ σπουδῆς τὸ γύναιον ἀκριβῶς τὸν υἱὸν κατενόει, ταῖς χερσὶν ἐψηλάφα, ὀφθαλμῶν θέσεις διερευνῶσα, ὀσφρήσεως, χειλέων, μετώπου, καὶ τοῦ
30παντὸς προσώπου τὴν διατύπωσιν· εἶτα τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ ἁπλῶς εἰπεῖν, ὅλον τὸ σῶμα· καὶ πρὸς
ἑαυτὴν διελογίζετο λέγουσα· Ἆρα, φησὶ, μήποτε πλα‐Column end

61

.

794

νῶμαι; μὴ ἄλλον ὑπὲρ ἄλλου κρατῶ; μὴ πρὸς παρα‐ μυθίαν τὴν ἐμὴν, καὶ τὴν τοῦ πένθους ὑποστολὴν, καὶ πρὸς τοῦ ἄλγους ὑπερβολὴν τοῦ υἱοῦ μου τὸν θάνατον ἐσοφίσατο; καὶ ξένον τινὰ ὡς οἰκεῖον παρέδωκεν Ἰη‐
5σοῦς, τὴν ἐμὴν ὀδύνην ἐπικουφίσαι βουλόμενος; Οὐδένα τοῦ γενομένου κέκτημαι μάρτυρα· οὐκ εἶδον τοῦτό ποτε, οὐκ ἄλλος τῶν σὺν ἐμοὶ τεθέαται· οὐδέποτε ἐπὶ κλίνης ὤφθη νεκρὸς ἐγηγερμένος. Αὐτὸν δὲ τὸν υἱὸν λα‐ βοῦσα, διελέγετο λέγουσα· Λέγε μοι, φησὶ, καὶ μὴ δειλιά‐
10σῃς, εἰ σὺ αὐτὸς ὑπάρχεις ὁ υἱός μου· εἰπὲ, γινώσκεις με; γνωρίζεις με τίς εἰμι; οἶδας εἰ ἐγώ εἰμι ἡ τεκοῦσά σε; Ἐπιγινώσκω τοὺς χαρακτῆρας, ἀλλ’ οὐ πιστεύω τῷ πράγματι· βοᾷ ὁ ὀφθαλμὸς, ὑπογράφει ἡ κόρη, κηρύτ‐ τει τὰ βλέφαρα, ἡ ἀκοὴ συμφωνεῖ, μαρτυρεῖ τὸ τῆς
15ὀσφρήσεως διατετυπωμένον μεσότοιχον, τὰ χείλη πλη‐ ροφορεῖ, αὐτὴ ἡ ἡλικία προτρέπεται. Κίνησον γλῶσ‐ σαν, ὦ φίλτατε, εἰπέ μοι τὰ τοῦ βίου τεκμήρια. Ἡ χαρά μοι χειμῶνά μοι ἐκίνησε· βλέπω σε, καὶ συνέχομαι· ἐγώ σε ἐπ’ ἀγκάλαις ἐβάστασα, ἐγὼ μαζοῖς ἐμοῖς ἐθή‐
20λασα βραχὺν ὄντα. Λέγε μοι, τέκνον μου, σὺ ὑπάρχεις ὁ υἱός μου; καὶ μὴ δειλιάσῃς με. Ἀλλ’ ὡς ἐπὶ πᾶσι τούτοις τὴν πληροφορίαν ἐδέξατο, καὶ ἡ πενθήσασα ὑπ‐ έστρεψε χαίρουσα, καὶ ἡ θρηνοῦσα δοξάζουσα τὸν Θεὸν, τῇ δεξιᾷ χειρὶ τὸν παῖδα κατέχουσα, καὶ διὰ τῆς πό‐
25λεως πρὸς πάντας πορευομένη βοῶσα μεγάλῃ τῇ φωνῇ· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ὅτι τὸν ἐμὸν νεκρωθέντα ἀνέστησεν, ὅτι τὴν παλαιὰν ἄμπελον ἐχαράκωσε, καὶ τὴν μὴ μητέρα πάλιν μητέρα ἐποίησε, καὶ πηγὰς δα‐
30κρύων ἐξέκοψε· καὶ δοξάσατε τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.793