TLG 2062 316 :: JOANNES CHRYSOSTOMUS :: De jejunio [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De jejunio [Sp.] Citation: Vol — pg — (ln) | ||
61.787(61t) | Περὶ Νηστείας. | |
62 | Σάλπιγγος ὑψηλότερα βοῶ τὴν φωνὴν ἀνυψῶν, οὐχ ἵνα τέρψει ἡδονῆς τὴν ἀκοὴν ἀπατήσω, ἀλλ’ ἵνα λέξει τῆς ἀληθείας τὴν ἡδονὴν σβέσω· καὶ παύσω μὲν ἀπὸ | |
---|---|---|
65 | λόγου τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ἐξεγερῶ δὲ διὰ πόθου τὴν τῆς νηστείας ἐργασίαν. Πόθος γὰρ νηστείας ἐπουρά‐ νιον τὸ κέρδος, κέρδος δὲ ἡδυπαθείας ἐπιζήμιον ἀπερ‐ γάζεται τὸ βλάβος. Ὁ μὲν γὰρ βρώσει σχολάζων, καὶ τὴν τῆς γαστρὸς πληρῶν ἐπιθυμίαν, τῆς ψυχῆς ζημιοῖ | |
70 | τὴν ἐπικαρπίαν τὴν πνευματικήν· ὁ δὲ νηστείᾳ τὴν σάρκα μαραίνων, καὶ τῶν βρωμάτων τὴν ἀδηφαγίαν ἀποφεύγων, τῶν κρειττόνων θησαυρίζει τὴν προσδο‐ κίαν. Νηστεία γὰρ σωφροσύνην ἐκδιδάσκει, καρτερικὸν κατασκευάζει· νηστεία πρὸς εὐσέβειαν ἀλείφει, καὶ | |
75 | πρὸς ὑπομονὴν γυμνάζει· νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα· νηστεία ψυχῆς ἐστι φυλακτήριον, καὶ σώματος ὅπλον ἀκαταμά‐ | |
χητον. Οὔτε γὰρ τὴν ἐπίβουλον ἡδονὴν παραδέχεται, | Column end | |
61.788(61) | καὶ τὴν ἀντιστρατευομένην ἐπιθυμίαν καταγωνίζεται. Νηστεία εἰς οὐρανὸν ἀνάγει τὴν διάνοιαν καὶ πτεροῖ αὐτὴν πρὸς τὴν ἀθάνατον φύσιν. Νηστεύωμεν τοίνυν, ἀγαπητοὶ, μὴ σκυθρωποὶ τοῖς προσώποις τὰς ἡμέρας | |
65 | τῶν νηστειῶν διεξερχόμενοι, ἀλλὰ φαιδραῖς ταῖς ψυχαῖς ὡς δοῦλοι Χριστοῦ πρὸς αὐτὰς διατιθέμενοι. Εἰ γὰρ ἐπιθυμῶν τῇ νηστείᾳ προσελήλυθας, μὴ στύγναζε, ἀλλὰ χαίρου· καθαίρει γάρ σου τὴν ψυχὴν τὸ δηλητή‐ ριον. Μὴ περὶ καλῶν τὴν νηστείαν ἐκδέχου, ὧν ἡδέα τὰ | |
70 | βρώματα· ἀλλ’ ὑπομένων μακροθύμει ἡδύτερα τῶν βρωμάτων δεχόμενος τὰ διδάγματα. Διὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλη‐ σθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν | |
75 | ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἀποπλύνουσα πρὸς εὐσέβειαν. Καὶ | |
ὥσπερ τὰ χείρονα πάθη δριμυτάτοις τισὶ καὶ στυπτι‐ | 787 | |
61.789 | κωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει· τὸν αὐτὸν τρόπον καὶ τὴν ἐνυπομυχεύουσαν ἁμαρτίαν καὶ κατὰ τῆς ψυχῆς νεμομένην στυπτικωτάτη ὑπεισελθοῦσα νηστεία ἀναξηραίνει μὲν αὐτὴν κατ’ | |
5 | ὀλίγον λεπτύνουσα, ἐξαφανίζει δὲ εἰς ἅπαν ἀποκαθαί‐ ρουσα. Διὰ τοῦτο εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ’ ὠφέ‐ λιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύ‐ σῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς· μηδὲ γογγύσῃς ὅτι ὀλίγον βραδύνεις, ἵνα μὴ δι’ ὀλίγον τοῦ ὅλου ζημίαν | |
10 | ὑπομείνῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρίσκεις αὐτοὺς τὸ πλεῖον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωϋσῆς νηστεύ‐ σας ἐπὶ τὸν γνόφον εἰσελήλυθε, καὶ συνόμιλος τῷ Θεῷ | |
15 | διὰ νηστείας γέγονε. Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε· καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε οἶνον ἔπιεν· ἠρκεῖτο γὰρ τροφῇ τὴν νομοθεσίαν παρὰ τοῦ νομοθέτου ἐκδιδασκό‐ μενος. Ἵνα δὲ μάθῃς πόσον ὠφελεῖ ἡ νηστεία, καὶ πόσον | |
20 | βλάπτει ἡ μέθη νηστείᾳ ἀντιστρατευομένη· κατανόησον τοῖς ὑπὸ Μωϋσέως πραττομένοις, καὶ τοῖς ὑπὸ τοῦ λαοῦ γιγνομένοις, καὶ εὑρήσεις τὴν δύναμιν τῆς νη‐ στείας. Ἄνω Μωϋσῆς τὸν νόμον ἐλάμβανε, καὶ κάτω ὁ λαὸς τὸν νόμον ἀνέτρεπε. Λυπηθεὶς γὰρ Μωϋσῆς τὸν | |
25 | νόμον συνέτριβεν, οὐκ εὔλογον ἠγησάμενος μεθύουσι τὸν νόμον πιστεύεσθαι, καὶ διανοίαις οἴνῳ βεβαρημέναις λόγια παραδίδοσθαι. Βλέπε πόσον ἀδικεῖ ἡ μέθη ἀντι‐ πίπτουσα τῇ νηστείᾳ. Ἀλλὰ πάλιν νηστεία τοσοῦτον κακὸν ἐπανορθώσασα ταῖς αὐταῖς χρησάμενος ἡμέραις, | |
30 | πάλιν ἐπανεκαλέσατο τὸν νόμον. Μνημόσυνον ἡμῖν κα‐ ταλέλοιπε πρὸς ἀσφάλειαν βίου καὶ πολιτείας, τάχα διὰ τούτου γινομένου καὶ μυστήριόν τι ἐντεινόμενος. ὅτι ἡ μὲν πρώτη νομοθεσία ἀργήσει, συντριβομένη διὰ τὴν τοῦ προτέρου λαοῦ ἀπιστίαν· ἡ δὲ δευτέρα ἐνήρ‐ | |
35 | γησε πανταχοῦ διδομένη, τοῦ δευτέρου πιστῶς δεχο‐ μένου τὸν δεύτερον νόμον, καὶ συμφυλάττοντος. Καὶ Ἠλίας δὲ τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μιᾷ τροφῇ τὴν ἔρημον διοδεύσας, οὐκ ᾐσθάνετο καμάτου· νηστεία γὰρ αὐτὸν ἐβάσταζε, τὸν πόνον ἐπικουφίζουσα· | |
40 | καὶ μετὰ νηστείαν Θεὸν ἐθεάσατο, καθὼς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι. Οὐ σωματικοῖς ὀφθαλ‐ μοῖς τὸν ἀσώματον ἐθεάσατο, ἀλλὰ καρδίᾳ τὸν ἀόρατον κατανοήσας, κατὰ τὴν τῆς ψυχῆς καθαρότητα. Μακά‐ ριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψον‐ | |
45 | ται. Οὕτω νηστεύσας, τὸν οὐρανὸν ἀπέκλεισε κατὰ τῶν ἀκολάστων, καὶ τρυφῇ τὸν ἑαυτῶν βίον καταδαπανών‐ των, ἵν’ ὅπερ οὐχ εἵλοντο ἰδίᾳ προαιρέσει μετερχόμενοι, τοῦτο διὰ τῆς τοῦ λιμοῦ νηστείας μάθωσι παιδευόμενοι, καὶ γνῶσι, πῶς ὠφέλιμός ἐστιν ἡ νηστεία, καὶ ἐν | |
61.789(50) | καιρῷ τρυφῆς τὴν ἐργασίαν ἐπιδεικνυμένη. Δανιὴλ δὲ καὶ αὐτὸς τρεῖς ἑβδομάδας νηστεύσας, καὶ ἄρτον ἐπι‐ θυμιῶν μὴ γευσάμενος, εἰς λάκκον λεόντων διὰ ζῆλον τῶν ἀκολάστων παραγενόμενος, καὶ λέοντας ἐκεῖ νη‐ στεύειν ἐδίδαξεν. Ἐδυσωπήθησαν γὰρ τὸν νηστευτὴν οἱ | |
55 | ἄγριοι θῆρες, ἡμερώτεροι τῶν λογικῶν θηρίων γενό‐ μενοι, καὶ ἀπέκλεισαν τὸ ἴδιον στόμα, τοῦ ἁγίου σώματος ἅψασθαι μὴ κατατολμήσαντες. Ὥσπερ γὰρ ὅπλον τῷ ἰδίῳ σώματι παραθέμενος τὴν νηστείαν, καὶ ὅλον ἑαυτὸν δι’ αὐτῆς ὀχυρώσας, ἀπεπλάνησε τοὺς ὀφθαλμοὺς τῶν | |
60 | λεόντων, μὴ σῶμα ἀνθρώπινον, ἀλλὰ σῶμα ἀγγελικὸν ἐπιδειξάμενος. Καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, μὴ βουληθέντες τῇ παρανόμῳ τραπέζῃ τοῦ βασιλέως κοι‐ νωνῆσαι, ἀλλὰ τῇ κατὰ νόμον νηστείᾳ ἐξακολουθῆσαι, εἰς τὴν ἐξαφθεῖσαν πυρὰν τῆς καμίνου εἰσελθόντες | |
65 | ἔσβεσαν τὴν φλόγα, δρόσον ἀντὶ πυρὸς τὴν κάμινον διὰ νηστείας ἐργασάμενοι· καὶ τῶν μὲν ἀπείρων τῆς νη‐ στείας τὸ πῦρ κατετόλμησε (πάντας γὰρ τοὺς περι‐ εστῶτας Χαλδαίους κατεδαπάνησε)· τοὺς δὲ ἐν συνηθείᾳ τῆς νηστείας ὑπανεχώρησε, τοῦ σώματος αὐτῶν ἅψασθαι | |
70 | μὴ δυνάμενον. Οὐδὲ γὰρ ὕλη τις ἦν ἐν τῷ σώματι, τῆς | |
νηστείας πνευματικὸν αὐτὸ ἐργασαμένης. Ὁμοίως δὲ | Column end | |
61.790 | καὶ Νινευῗται νηστεύσαντες τὸν θάνατον ἀπεκρούσαντο· τρεῖς γὰρ ἡμέρας νηστείᾳ ἐκτενῶς προσκαρτερήσαντες, τὴν αἰώνιον κόλασιν δι’ ἡμερῶν ὀλίγων μεταποιήσαν‐ τες, αἰώνιον ἔπαινον τῷ κόσμῳ καταλελοίπασιν. Ὁρᾶτε, | |
5 | ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ’ εὐχῆς καὶ ἔργων ἐκτελουμένη. Νηστεία γὰρ καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Νηστεία καὶ θανάτου ἀναίρεσις, καὶ ὀργῆς ἀπολύτρωσις· νηστεία κάθαρσις διανοίας, ὁμοδίαιτος ἐγκρατείας, γυμνάσιον | |
10 | εὐσεβείας, ζυγὸς δικαιοσύνης. Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάζεσθαι· οὐ γὰρ ἀκαίρως δαπανᾷν συγχωρεῖ, τοῦ μέτρου τὴν αὐτάρκειαν παρεχομένη· οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν, μὴ ἀδεῶς συγχωροῦσα καταπιάζειν· | |
15 | ἐπίσταται καὶ νεότητος νηστεία ἀκμήν. Διδάσκει χαλι‐ νὸν τῶν βρωμάτων, περιτίθησι τὴν ἐγκράτειαν, καὶ σοφῶς ἡνιοχοῦσα πρὸς εὐσέβειαν καὶ σωφροσύνην. Οἶδε καὶ πρεσβυτέρους σοφίζειν, καὶ καθαρὸν τὸ τῆς διανοίας φυλάττειν ὄμμα. Νηστεία ὑγιεινότερον διατηρεῖ καὶ τὸ | |
20 | σῶμα· οὐ γὰρ βαρυνόμενον ὑπὸ τῶν βρωμάτων ὕλην δέχεται νοσημάτων, ἀλλὰ κουφιζόμενον ἀπὸ τῶν ἐδε‐ σμάτων, εὔρωστον γίνεται πρὸς ὑποδοχὴν τῶν χαρι‐ σμάτων. Διὰ τοῦτο νηστεύσωμεν, ἀγαπητοὶ, ἵνα τῶν πνευματικῶν ἐπιτύχωμεν δωρημάτων. Νηστεύων παιδ‐ | |
25 | αγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν, εἰκόνα λαμ‐ βάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπι‐ μέλειαν, ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων, οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων. Ἐὰν γὰρ, φησὶ, Πνεῦμα τοῦ | |
30 | ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας. Ὥσπερ νῦν ἀπέχεις βρωμάτων μὴ γευσάμενος, οὕτως ἀπέχου ἁμαρτημάτων ἀλλασσόμενος. Νηστεύεις οἴνου μὴ ἀντιλαμβανόμενος; νήστευε καὶ πονηρίας ἀπεχόμενος· οἶδε γὰρ ἡ κακία | |
35 | μείζονα μέθην τῇ ψυχῇ κατεργάζεσθαι. Νηστεύεις κρεῶν μὴ ἁπτόμενος; νήστευε καὶ καταλαλιᾶς ἀπεχό‐ μενος, ἵνα μὴ δι’ αὐτῆς κρέα φάγῃς τῶν ἀδελφῶν, τῶν σαρκῶν αὑτοῦ ἀπογευόμενος. Νηστεία γὰρ ἀληθινὴ, ἀποχὴ τῶν ἁμαρτημάτων. Ἄκουε τοῦ Προφήτου λέγον‐ | |
40 | τος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὑ‐ τοῦ. Ἀλλὰ τί; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδι‐ κίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, ἄστεγον εἰσ‐ | |
45 | άγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περί‐ βαλε. Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ, καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή. Ταύτῃ ἐπακολουθεῖ ἡ τῶν οὐρανῶν κτῆσις, καὶ τοῦ Δεσπότου ἀψευδὴς ἐπαγγελία. Ὅρα γὰρ τί | |
61.790(50) | ἐπιφέρει· Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τότε βοῶντός σου, εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Βλέπεις ἡλίκα δῶρα τῆς νηστείας, καὶ πόσης ἔχεται τῆς εὐσεβείας, ὡς καὶ Θεὸν αὐτὸν δυσωπεῖν πρὸς ἀνθρωπίνην φύσιν παραγενέσθαι; | |
55 | Νήστευε τοίνυν, παράμενε ταῖς εὐχαῖς, ταῖς συνάξεσι, ταῖς νουθεσίαις, μὴ ἀπολιμπανόμενος τῆς συναγωγῆς, καθὼς ἔθος τισί· μηδὲ πραγματείαις ἢ δικαστηρίοις δι’ ὅλης ἡμέρας· ἵνα μὴ χρήματα συνάξης, ἃ σκορπί‐ ζειν ὤφειλες· ἢ κατὰ τοῦ ἀδελφοῦ σου ἐντυγχάνῃς, | |
60 | ὃν θεραπεύειν ἐχρῆν. Ἦλθες εἰς ἑσπέραν, ἢ τὴν ἐννά‐ την, οὐχ ἵνα νηστείας τελέσῃς τὴν πρόθεσιν, ἀλλ’ ἵνα τῆς κοιλίας πληρώσῃς τὴν ὄρεξιν. Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ | |
65 | οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ’ ἔχθρα καὶ ἀντίπαλος. Ἵνα φθάσωμεν εἰς τὴν ἡτοιμασμένην ἡμῖν ἐλπίδα τῆς ἀναστάσεως, ἐκεῖ μὲν ἀπολαύοντες τῶν ἀποκειμένων ἀγαθῶν, ἐνταῦθα δὲ ἀγαλλιώμενοι τοῖς προσδοκωμένοις ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς | |
70 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 789 |