TLG 2062 315 :: JOANNES CHRYSOSTOMUS :: In drachmam et in illud: Homo quidam habebat duos filios [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In drachmam et in illud: Homo quidam habebat duos filios [Sp.] Citation: Vol — pg — (ln) | ||
61.781(14t) | Εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, εἰς τὴν δραχμὴν, καὶ εἰς τὸ, «Ἄνθρωπός τις εἶχε δύο υἱούς.» | |
15 | Πάλιν οἱ κόλποι Χριστοῦ ἄπαυστον νᾶμα τῆς ἀγάπης μέλιμα βλαστάνουσι· πάλιν ἡ τοῦ Χριστοῦ λαμπαδοῦχος σοφία ἅψασα λύχνον, καὶ ἐπὶ τὴν λυχνίαν τοῦ σταυροῦ ἐπιθεῖσα, πᾶσαν τὴν οἰκουμένην δᾳδουχεῖ πρὸς εὐσέ‐ βειαν. Τούτῳ τῷ λύχνῳ χρησαμένη ἡ τοῦ Θεοῦ σοφία, | |
---|---|---|
20 | τὴν μίαν τῶν δραχμῶν ἀπολωλυῖαν ζητήσασα, καὶ εὑ‐ ραμένη, ταῖς ἐννέα δραχμαῖς τῶν ἀγγέλων συνέζευξε. Τίς δὲ ἂν εἴη ἡ γυνὴ ἡ ἔχουσα τὰς δέκα δραχμὰς, ἀνα‐ γκαῖον, ἀγαπητοὶ, εἰπεῖν. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ σο‐ φία, ἔχουσα τὰς δέκα δραχμάς. Ποίας; Ψήφισον· ἀγ‐ | |
25 | γέλους, ἀρχαγγέλους, Ἀρχὰς, Ἐξουσίας, Δυνάμεις, Θρό‐ νους, Κυριότητας, Χερουβὶμ, Σεραφὶμ, καὶ Ἀδὰμ τὸν πρωτόπλαστον. Ταύτην τὴν δραχμὴν τοῦ Ἀδὰμ ὑπὸ τῆς τοῦ διαβόλου κακίας ἐκβοσκηθεῖσαν, καὶ εἰς τόνδε τὸν βυθὸν τοῦ βίου καθελκυσθεῖσαν, καὶ ταῖς πολυφθόγγοις | |
30 | ἡδοναῖς τῶν ἁμαρτημάτων χωσθεῖσαν, ἐλθοῦσα ἡ τοῦ Θεοῦ σοφία ἀνεύρατο. Πῶς εὕρατο, ἀγαπητοί; Ἦλθεν ἐξ οὐρανῶν, λαμβάνει τὸν ὀστράκινον λύχνον τοῦ σώμα‐ τος, ἅπτει τῷ φωτὶ τῆς θεότητος, ἐπιτίθησι τῇ λυχνίᾳ τοῦ σταυροῦ, ζητεῖ τὴν δραχμὴν, εἰς τὴν αὐλὴν καὶ τῶν | |
35 | ἀγγέλων νομὴν ἐμάνδρευσεν αὐτήν. Ἀλλ’ ἴσως ἐροῦσί τινες τῶν ἐνθάδε ἑστώτων, οἵτινες μετὰ τὸ βάπτισμα ἥμαρ‐ τον, λέγοντες· Τί πρὸς ἡμᾶς, εἰ Ἀδὰμ ἐσώθη; πῶς ἡμεῖς ἐλεηθῶμεν; πῶς σωθῶμεν, ὅτι μετὰ τὸ βάπτισμα ἠνομήσαμεν; Πρὸς οὓς λέγομεν· Οἱ τοιοῦτοι, μὴ φο‐ | |
40 | βεῖσθε, μὴ θροεῖσθε, μὴ ταράσσεσθε, μὴ ἀθυμεῖτε· οὐ γὰρ περὶ μὲν τοῦ Ἀδὰμ ἐμέλησε τῷ Θεῷ, ὑμῶν δὲ κατ‐ εφρόνησεν· ἀλλ’ ἐκείνῳ μὲν εἰ ἐγένετο γυνὴ ἔχουσα δραχμὰς δέκα, σοὶ δὲ γίνεται πατὴρ εὔσπλαγχνος, ἔχων δύο υἱοὺς, καὶ τὸν πεπλανημένον πάλιν ἐναγκαλιζόμε‐ | |
45 | νος. Τοῖς γὰρ πᾶσι τὰ πάντα γέγονεν, ἵνα τοὺς πάντας κερδήσῃ. Ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου λέγοντος· Ἄνθρωπός τις εἶχε δύο υἱούς· καὶ προσελθὼν ὁ νεώτερος αὐτῶν τῷ πατρὶ εἶπε· Πάτερ, δός μοι τὴν οὐσίαν. Ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ οὐ | |
61.781(50) | μετὰ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτε‐ ρος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· κἀκεῖ ἀνήλωσε τὸν βίον αὑτοῦ, ζῶν ἀσώτως. Δαπανήσαν‐ τος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην· καὶ προσῆλθεν ἑνὶ τῶν πολι‐ | |
55 | τῶν, καὶ πέμπει αὐτὸν ὁ πολίτης εἰς ἀγροὺς βό‐ σκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ γενόμενος ἔφη· Πόσοι νῦν μίσθιοι παρὰ τῷ πατρί μου ἄρτων περισ‐ | |
60 | σεύουσιν, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου· καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίη‐ σόν με ὡς ἕνα τῶν μισθίων σου. Τούτου δὲ τὸν | |
65 | νοῦν οὐκ ἔξω δεῖ περιζητεῖν, ἀλλ’ ἐν ἡμῖν αὐτοῖς. Διὰ γὰρ ἡμᾶς εἴρηνται αἱ παραβολαὶ, καὶ δι’ ἡμᾶς ἀναγι‐ νώσκονται, ἵνα μηδεὶς ἑαυτὸν ἀπελπίσῃ, κἂν σφόδρα ἁμαρτωλὸς τυγχάνῃ· ἀλλὰ προσέλθῃ τῷ Θεῷ μετανοῶν καὶ ζητῶν παρ’ αὐτοῦ ἱλασμὸν, μάλιστα εἴ τις ὑμῶν | |
70 | διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον γέγονε τοῦ Θεοῦ υἱός. Ὅσον γὰρ ἐδέξαντο αὐτὸν, φησὶν, ἔδωκεν αὐ‐ τοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Εἴ τις οὖν ὑμῶν διὰ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γέγονεν αὐτοῦ υἱὸς, καὶ ἐμακρύνθη ἀπ’ αὐτοῦ, οὐ τόπῳ, ἀλλὰ τρόπῳ· | |
75 | εἴ τινος ἥψατο ὁ λιμὸς, οὐ τοῦ κοινοῦ ἄρτου, ἀλλὰ τοῦ ἐπουρανίου (Ἄρτον γὰρ, φησὶν, οὐρανῶν ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος)· καταλι‐ | |
πέτω τὰς μαχλώσας ἡδονὰς χοίροις ἐοικυίας, καὶ μηκ‐ | Column end | |
61.782(14) | έτι ἐπιθυμείτω κεράτια ἐσθίειν. Τί ἐστι τὰ κεράτια; | |
15 | Ξύλου καρπός. Τὰ κεράτια τῇ ἁμαρτίᾳ ἀπείκασται· ὥσπερ γὰρ τὰ κεράτια παρὰ τὴν ἀρχὴν τῆς γεύσεως γλυκαίνει, μετὰ δὲ τὴν γεῦσιν τραχύνει τὸν φά‐ ρυγγα· οὕτω καὶ ἡ ἁμαρτία ἐν μὲν τῇ ἀρχῇ τῆς γεύ‐ σεώς ἐστι γλυκεῖα, μετὰ δὲ τὴν γεῦσιν τραχεῖα. Καὶ | |
20 | τοῦτό ἐστι τὸ λεγόμενον ὑπὸ τοῦ σοφοῦ Σολομῶντος· Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λι‐ παίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένον μᾶλλον μαχαίρας δι‐ | |
25 | στόμου. Εἴ τινος ἥψατο λιμὸς τοῦ ἄρτου τοῦ οὐρανίου, προσελθέτω, ζητείτω. Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Κροῦσον τῆς μετανοίας τὴν θύραν τοῖς ἀλαλήτοις σου στεναγμοῖς· μὴ φοβηθῇς αὐτὴν, οὐκ ἔστι σου ξένη ἡ | |
30 | θύρα· ὑπὲρ σοῦ ἀπέθανε. Κἂν εἴπῃς ἐν σεαυτῷ· Τίς ἐστιν; ἀποκρίνεταί σοι Χριστὸς καὶ λέγει· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Εἰπὲ καὶ σύ· Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Εἴ τις τὸ οὐράνιον βάπτισμα λαβὼν ἥμαρτεν, εἰς οὐρανὸν ἥμαρτεν. Ὁ γὰρ | |
35 | πρὸ τοῦ βαπτίσματος ἁμαρτάνων, ἐν γῇ ἁμαρτάνει· Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἐῤῥέθη. Εἴ τις δὲ Χριστὸν ἐνεδύσατο ἐν τῷ βαπτίσματι, οὐκ ἔτι γῆ τυγχάνει, ἀλλ’ οὐρανός· Οἷος γὰρ ὁ χοϊκὸς, τοιοῦ‐ τοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι | |
40 | καὶ οἱ ἐπουράνιοι. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτί‐ σθητε, Χριστὸν ἐνεδύσασθε. Εἴ τις οὖν ἥμαρτε μετὰ τὸ βάπτισμα, εἰς οὐρανὸν ἥμαρτε. Διὸ προσερχέσθω καὶ λεγέτω· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός | |
45 | σου. Διὰ τί; λέγε τὴν αἰτίαν. Τὴν τῷ αἵματι Ἰησοῦ καρδίαν μου ἐῤῥαντισμένην, ῥοδοειδῶς ἀνθοῦσαν, ταῖς ἡδοναῖς ἐβορβόρωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Σὲ παρώξυνα, τὸ Πνεῦμά σου τὸ ἅγιον παρ‐ επίκρανα, τὴν ἐξαστράπτουσαν στολὴν τῆς πίστεως τῇ | |
61.782(50) | ἁμαρτίᾳ ἐσπίλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Τὴν ἐλευθερωθεῖσάν μου ψυχὴν τῷ βαπτί‐ σματι, καὶ χιονωθεῖσαν τῷ φωτίσματι, σκοτίσας τῇ ἁμαρτίᾳ, ἐδούλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. | |
55 | Αἱ τοῦ σώματός μου αἰσθήσεις τῇ κραιπάλῃ μεθυσθεῖ‐ σαι, καθάπερ παράφοροι θεραπαινίδες, τὴν ἑαυτῶν δέ‐ σποιναν ψυχὴν τῇ ἀκολασίᾳ προέδωκαν· νυνὶ δὲ διὰ τῆς νηστείας ταύτας παιδεύσας, τὴν ψυχήν μου σωφρονίσω· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Οἶδα λοιπὸν | |
60 | τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι’ ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐργάσομαι | |
65 | κἀγὼ εἰς τὸν ἀμπελῶνά σου· περιτεμῶ κἀγὼ τῇ δρε‐ πάνῃ τοῦ Πνεύματος τῆς ἔνδοθέν μου κειμένης ἀμπέ‐ λου λογικῆς τὰ περιττὰ κλήματα, μᾶλλον δὲ ἐγκλήματα· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Γεωργήσω κἀγὼ τὸν βότρυν τῆς ἀγάπης γλυκύτατον· ὑπερείσω | |
70 | κἀγὼ καθάπερ χάρακας τῇ ψυχῇ μου τὰς ἐντολὰς τοῦ Κυρίου, ἵνα μὴ εἰς γῆν συρομένη ὑπὸ ὄφεως συλαγω‐ γῆται· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Εἰς οὐρανοὺς αὐτὴν βλέπειν κατεργάσομαι· ἕλικας φιλαδελ‐ φίας αὐτὴν ἐκτείνειν παρασκευάσω, ἵνα τοὺς εἰς γῆν | |
75 | συρομένους πένητας ἐναγκαλιζομένη διαβαστάζῃ· Ποίη‐ σόν με ὡς ἕνα τῶν μισθίων σου. Δός μοι πάλιν, | |
πάτερ, τὸ ἄροτρον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων· γεωρ‐ | 781 | |
61.783 | γήσω τὴν αὔλακα τῆς ψυχῆς μου, ἐξαρῶ τὰ ἀκανθη‐ φόρα καὶ βλαβοποιὰ τοῦ Πονηροῦ βλαστήματα, ἐπι‐ σπερῶ αὐτῇ τὰ οὐράνια σπέρματα. Σοῦ γὰρ ἐπομβροῦν‐ τος ἄνωθεν τὸν ἔλεον, ἡ αὖλαξ τῆς ψυχῆς μου καρπο‐ | |
5 | φορήσει, ἡ μὲν τριάκοντα, ἡ δὲ ἑξήκοντα, ἡ δὲ ἑκατόν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μὴ ἀπώσῃς με, πάτερ· οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν. Εἰ γὰρ τὸ τῆς σω‐ φροσύνης μου κάλλος ἐσπίλωσεν, ἀλλ’ οὖν γε τοῖς εἰδώ‐ | |
10 | λοις με αὐτοῦ λατρεύειν οὐδέποτε ἔκαμψε· σὲ οὐκ ἠρ‐ νησάμην, Κύριέ μου. Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ’ οὖν γε κνίσσαν εἰδώλων κατεπά‐ τησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα. Νυνὶ | |
15 | δὲ τοῖς σοῖς ἴχνεσι προσπίπτω, ὁ Κύριός μου, καὶ ὁ Θεός μου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐὰν οὕτω μετανοήσῃς, ἐὰν οὕτως ἐξομολογήσῃ· ἔτι πόῤῥω σοῦ ἀπέχοντος προστρέχει ὁ οὐράνιος Πατὴρ, πνεύ‐ ματι ἐπιπίπτων σου τῷ τραχήλῳ τῆς ψυχῆς, τὸ τῆς | |
20 | χάριτός σοι ζυγὸν ἐπιτιθεὶς, καὶ τῇ ζεύγλῃ τῆς ἀλη‐ θείας τὸν αὐχένα τῆς καρδίας σου περισφίγγων· φιλή‐ ματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δού‐ λοις τοῖς ἱερεῦσι· Φέρετε τὴν πρώτην στολήν. Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην | |
25 | στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν | Column end |
61.784 | σοι διδομένην. Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον, τὸ δεῖγμα τοῦ πλούτου, τὸν τοῦ θησαυροῦ φύλακα, τὸν ἀῤῥαβῶνα τῆς χάριτος, τὴν σφραγῖδα τοῦ Πνεύματος. Καὶ ὑποδή‐ | |
5 | ματα εἰς τοὺς πόδας αὐτοῦ· τουτέστι, Τοῖς τοῦ Εὐαγ‐ γελίου λόγοις τὸ ἴχνος τῆς ψυχῆς αὐτοῦ περισφίγξατε· ἵνα μὴ πάλιν ὁ ὄφις τὴν πτέρναν ὑπολείξας, εἰς τὴν προ‐ τέραν αὐτὸν πλάνην τῆς ἁμαρτίας κατασύρῃ. Καὶ φέ‐ ρετε τὸν μόσχον τὸν σιτευτόν. Τίς ἐστιν οὗτος, ἢ | |
10 | πάντως Χριστὸς, μετὰ τὸ βάπτισμα διδόμενος τοῖς ἀξίοις, καθὼς λέγει ὁ Ἀπόστολος· Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Φέρετε, φα‐ γόντες εὐφρανθῶμεν. Τίς ἄρα ἐν Ἰουδαίοις καὶ Ἕλλησι πιστεύσει, ὅτι μόσχος ἐσφάγη, καὶ κόσμος ἐστάθη; Ὢ | |
15 | μόσχος Παρθένου δαμάλιδος, τέκνον ἱερὸν ἀνηρότου μήτρας! ὢ μόσχος ὁ σφαγεὶς καὶ ζῶν, καὶ πάντοτε ὑφ’ ἡμῶν ἑστιώμενος, καὶ ἀδαπάνητος μένων! Διὸ, ἀγαπη‐ τοὶ, εἰς τὸν εὐσταθῆ καὶ εὔδιον λιμένα τὴν ἄγκυραν τοῦ λόγου ἡμῶν χαλάσαντες, παραπέμψωμεν ὑμᾶς τῇ τοῦ | |
20 | ἁγίου Πνεύματος ἐμβολῇ, καὶ τῇ εὐρύθμῳ αὐτοῦ γλώσ‐ σῃ διατεμόντες πέλαγος τῶν θείων Γραφῶν, εἰς οὐρά‐ νιον πόλιν χειραγωγήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
25 | τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 783 |