TLG 2062 314 :: JOANNES CHRYSOSTOMUS :: In illud: Exiit qui seminat [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Exiit qui seminat [Sp.]

Citation: Vol — pg — (ln)

61

.

771

(62t)

Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.
63 Ἡ παρθένος ἄρουρα ὑπὸ ἐμπείρων γεωργῶν τῇ τῶν βοῶν συνεργείᾳ τοῖς ἀρότροις αὐλακισθεῖσα, δέχεται
65τὰ σπέρματα, καὶ ταῖς βώλοις περιπτύξασα, πρῶτον βλαστάνει τὴν πόαν, εἶτα μηκύνει τὸν στάχυν, εἶτα πλήρη ἐν τῷ στάχυϊ τοῦ σίτου τὸν κόκκον προβάλλεται. Τότε οἱ γεωργοὶ λαμπρὸν ὁρῶντες τῶν ἀσταχύων τὸ λήϊον, τῶν οἰκείων πόνων τὰς ἐλπίδας σεμνύνουσι, τὸν
70Θεὸν δὲ ἱκετεύειν εἰλικρινῶς σπεύδουσιν, ἵνα τῶν φαινομένων ἀγαθῶν τοὺς καρποὺς ἀβλαβεῖς δια‐ σώσῃ. Πολλάκις γὰρ ἐγγιζούσης τῆς τοῦ θέρους ἀκμῆς, καὶ εὐλήπτου τῆς ἐλπίδος τυγχανούσης, καὶ περιχαροῦς ὄντος τοῦ γεωργοῦ, ἢ θερμὸς ἐπιπνεύσας τὸν ἄσταχυν
75ἐλίκμησεν, ἢ ἐρυσίβη κατέσηψεν, ἢ βροῦχος κατ‐ έφαγεν, ἢ χάλαζα κατέξανε, καὶ ἄωρον τῆς ἐλπίδος τὸ τέλος ἐμάρανεν· ὡς τὸν γεωργὸν ὑπὸ πολλῆς ἀθυμίας
πιασθέντα, τὴν δρεπάνην τῇ σκηνῇ ἐγκοιμίσαντα, τῷColumn end

61

.

772

(62)

ἀώρῳ τέλει τοῦ θέρους ἑαυτὸν συμμαραίνειν τῇ λύπῃ. Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπει‐ ρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόν‐
65των τὸ λήϊον λευκανίζον κεκύρτωται, τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι, πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες. Τότε τῶν ἄλλων ζώων οἴκαδε ἡσυχαζόν‐
70των, μόνος ὁ βοῦς ἱλαρῷ τῷ βήματι, βλοσυρῷ τῷ βλέμ‐ ματι ἐπὶ τὴν ἅλω πορεύεται. Καὶ τὰ μὲν ἄλλα ζῶα, αἶγες καὶ χοῖροι καὶ πρόβατα ὅσα τὸν ἑαυτῶν αὐχένα τῷ ζυγῷ τοῦ ἀρότρου οὐχ ὑπέταξαν, οἰκείᾳ συν‐ ειδήσει ἀγχόμενα, δουλικαῖς προσόδοις τῇ ἅλῳ προσ‐
75εγγίζοντα, τῶν ἀσταχύων τὸ δράγμα λῃστεύουσι· μό‐ νος δὲ ὁ βοῦς ἐλευθέραν τὴν γλῶσσαν ἁπλώσας, τῶν
οἰκείων πόνων τοὺς καρποὺς θαρσαλέως ἀρύεται. Εἶδες771

61

.

773

ἐκεῖ τοὺς δρεπανιστὰς, εἶδες ἐκεῖ τὴν σταχυοφόρον ἄρουραν, τὴν ἅλω, τὸν βοῦν· μετάβα μοι ἐκεῖθεν τῷ λόγῳ ἐπὶ τὴν ἐκκλησιαστικὴν εὐταξίαν, καὶ ὄψει τῶν προειρημένων τὴν γεωργίαν τῷ μυστηρίῳ τῆς Ἐκ‐
5κλησίας. Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι. Τοῦτο γὰρ ἀρτίως ἠκούσαμεν ἐν τῷ εὐαγγελίῳ. Ἐξ‐ ῆλθε, τίς; Χριστὸς, ἀπ’ οὐρανοῦ εἰς τὸν κόσμον παραγε‐ νόμενος. Σπορεὺς γὰρ ὁ Χριστὸς, σπέρμα ὁ θεῖος λό‐ γος, ἄρουρα ἡ ἀνθρωπότης, βόες οἱ ἀπόστολοι, ἄρο‐
10τρον ὁ σταυρὸς, ζυγὸς ἡ ὁμόνοια, ζεύγλη ἡ περισφίγ‐ γουσα τοὺς τῶν ἀποστόλων αὐχένας γλυκεῖα ἀγάπη. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Ἐξῆλθεν ὁ Χρι‐ στὸς, οὐχ ἵνα θερίσῃ, ἀλλ’ ἵνα σπείρῃ· οὔπω γὰρ ἦν τὰ τῆς ἀναστάσεως σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων
15καρδίαις κατεσπαρμένα. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, οὐ σῖτον, οὐ κριθὰς, οὐ κέγχρον, οὐδ’ ἄλλο τι τῶν γηΐνων, ἀλλὰ πίστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐλπίδα ἀναστάσεως, ἀγάπην εἰς Θεὸν καὶ ἀν‐ θρώπους ἀνυπόκριτον καὶ ἀδιάκριτον. Ἐξῆλθε σπείρων
20Χριστὸς ἐκ πατρικῶν λαγόνων, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἧκε πρὸς ἡμᾶς, καθὼς αὐτὸς φάσκων λέγει· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Ἀλλ’ ἐξῆλθεν ἐκ τοῦ Πατρὸς αὐτοῦ μὲν μὴ χωριζόμενος, μεθ’ ἡμῶν δὲ τυγχάνων. Ἐξῆλθεν ὁ σπείρων, ἵνα τὰ ὑπὸ τοῦ
25διαβόλου ἐπισπαρέντα κακῶς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ζιζάνια ἐκριζώσῃ. Πᾶσα γὰρ φυτεία, φησὶν, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζω‐ θήσεται. Ἐξῆλθεν ὁ ἥλιος τῆς δικαιοσύνης, ἵνα τὰς φεγγοβόλους αὐτοῦ ἀκτῖνας τῆς θεότητος ἐν ταῖς τῶν
30ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐῤῥάνῃ. Ἐξῆλθεν ὁ ποιμὴν τῶν προβάτων, ἵνα τὸ ἅλας τῆς εὐσεβείας σπεί‐ ρας, νόστιμον τὸν χόρτον τοῦ νομικοῦ γράμματος τοῖς προβάτοις ἀρτύσῃ· ἐξῆλθεν ὁ σπείρων, ἔχων τὰ δέκα ζεύγη τῶν βοῶν, ἵνα ποιήσῃ τὸ κεράμιον τὸ ἓν, καὶ
35σπείρας ἀρτάβας ἓξ, ποιήσῃ μέτρα τρία. Λάλει νῦν, Ἠσαΐα, μὴ σιώπα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. Δέκα ζεύγη βοῶν εἴκοσι βόες εἰσί· δέκα ζεύγη βοῶν λογικὰ τοῦ Χριστοῦ οἱ ἀπόστο‐ λοι τυγχάνουσιν οἱ δώδεκα, καὶ ἑπτὰ οὓς ἐξελέξαντο οἱ
40ἀπόστολοι. Τίνας τούτους; Στέφανον, Φίλιππον, Πρόχο‐ ρον, Νικάνορα, Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ γεωργήσαντα τὸν ἀπόστολον. Ταῦτα δέκα ζεύγη τῶν βοῶν εἰς τὴν τῆς ἀνθρωπότητος ἄρουραν
45ἐποίησε τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸν τὸ ἡμέτε‐ ρον ὀστράκινον τοῦ σώματος σκεῦος ἐνδυσάμενον. Ὅτι δὲ κεράμιον λέγει τὴν ἔνσαρκον τοῦ Χριστοῦ ἐπιδημίαν ὁ θεῖος λόγος, ἄκουε. Ὅτε ἔμελλεν ἀπέρχεσθαι ἐπὶ τὸ πα‐ θεῖν, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ποιῶ‐

61

.

773

(50)

μεν τὸ πάσχα; Ὁ δὲ πρὸς αὐτοὺς, Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κερά‐ μιον ὕδατος βαστάζων, καὶ εἴπατε αὐτῷ· Ὁ Διδάσκα‐ λος ἡμῶν εἶπε· Πρὸς σὲ ποιῶ τὸ πάσχα. Καὶ δείξει ὑμῖν ἀνώγεον ἐστρωμένον, καὶ ἐκεῖ ἡμῖν ἑτοιμάσατε τὸ
55πάσχα. Τίς δέ ἐστιν ὁ ἄνθρωπος ὁ φέρων τὸ κερά‐ μιον τοῦ ὕδατος, ἢ τίς ἡ πόλις εἰς ἣν αὐτοὺς πέμπει, ἢ τί τὸ ἀνώγεον τὸ ἐστρωμένον, ἀναγκαῖον ζητήσαντας ὑμᾶς καταμαθεῖν. Ὁ ἄνθρωπος ὁ βαστάζων τὸ κερά‐ μιον τοῦ ὕδατος, Ἰωάννης ἐστὶν ὁ πρόδρομος τοῦ Χρι‐
60στοῦ, καταγγέλλων τὸν Ἰησοῦν τὸν τὸ ἡμέτερον κερά‐ μιον τοῦ σώματος ἐνδυσάμενον, ἔχοντα ἐν ἑαυτῷ τὸ τοῦ βαπτίσματος ὕδωρ. Ἀνώγεων δὲ ἐστρωμένον τὴν εἰς οὐρανοὺς μετὰ τὴν ἀνάστασιν τοῖς ἁγίοις ἀνάπαυσιν ἐσομένην λέγει. Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν· μὴ
65εἰς τὴν παλαιὰν συναγωγὴν τῶν Ἰουδαίων, ὅπου ὁ πα‐ λαιὸς νόμος ἐν τοῖς παλαιοῖς ἀσκοῖς ὤξισεν· ὄξος γὰρ σὺν χολῇ μίξαντες προσήνεγκαν τῷ Κυρίῳ. ἀλλ’ ἀπ‐ έλθετε εἰς τὴν καινὴν πόλιν, εἰς τὴν νέαν Ἱερουσαλὴμ, ὅπου ὁ νέος λόγος, ὅπου ἡ καινὴ τοῦ Πνεύματος χάρις
70ἐν τοῖς καινοῖς ἀσκοῖς τὸ τῆς πίστεως γλεῦκος πηγάζει· οὐχ ὅπου τὸ παλαιὸν πάσχα, ἀλλ’ ὅπου ἡ καινὴ ἀνάστα‐ σις· οὐχ ὅπου ὁ ἀμνὸς θύεται, ἀλλ’ ὅπου ὁ Χριστὸς ῥύεται· οὐχ ὅπου ἡ παλαιὰ ζύμη, ἀλλ’ ὅπου ὁ οὐράνιος ἄρτος ἐπὶ σταυροῦ τελειοῦται. Οὗ γὰρ ἐργῶν‐
75ται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. Ὅπου ἐργάζονται δέκα ζεύγη βοῶν, τῶν ἀποστόλων (βουσὶ γὰρ ὡμοιώθησαν οἱ ἀπόστολοι, ὡς Παῦλος ἐμοὶ μαρτυρεῖ λέγων· Γέγραπται, φησὶν, ἐν τῷ νόμῳ, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ γὰρ, φησὶ, τῶν βοῶν μέλει τῷ
80Θεῷ; Ἀλλὰ δι’ ἡμᾶς λέγει)· ὅπου οὖν ἐργάζονταιColumn end

61

.

774

ταῦτα τὰ δέκα ζεύγη τῶν βοῶν, ποιοῦσι τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸ κεράμιον τοῦ σώματος ἡμῶν ἐν‐ δυσάμενον. Καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μόνον μέτρα τρία. Ἆρα τοσαύτη ἀφορία γεωργῶν γέγονε πώ‐
5ποτε, ὥστε σπαρῆναι ἀρτάβας ἓξ, ποιῆσαι μόνον μέτρα τρία; Ἀλλὰ ζητήσωμεν τὸν νοῦν τῆς Γραφῆς, ἀγα‐ πητοὶ, εἰσέλθωμεν εἰς τὸ ἐνδότερον καταπέτασμα τοῦ γράμματος, καὶ ἀπαντήσει ἡμῖν ἡ θεία τοῦ Πνεύματος γνῶσις. Ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.
10Ἓξ ἀρτάβαι εἰσὶν ἡ καινὴ Διαθήκη. τουτέστιν, οἱ τέσσαρες εὐαγγελισταὶ, καὶ Πράξεις, καὶ ἀπόστολοι. Ταύτας τὰς ἓξ ἀρτάβας ὁ σπείρας ἔν τινι ψυχῇ, ποιεῖ τὰ τρία μέτρα τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι,
15οὐ σίτον ἀρτοποιῶν, ἀλλὰ πίστιν ζωοποιῶν· οὐ κρι‐ θὰς εἰς τὰς τῶν ἀλόγων τροφὰς, ἀλλὰ τροφὰς εἰς τὰς τῶν ἀνθρώπων πνοάς· οὐ κέγχρον ὀρνεοτρόφον, ἀλλὰ θεῖον λόγον, διάπυρον, κόκκῳ σινάπεως παρεικαζόμε‐ νον, σφοδρῶς πρὸς εὐσέβειαν καὶ φρόνησιν τὰς ψυχὰς
20ἡμῶν ἐκθερμαίνοντα. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ κατεπατήθη, καὶ ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγον αὐτά· ἄλλα ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ συνέπνιξαν αἱ ἄκανθαι τὴν βλάστην· ἄλλα ἔπεσεν ἐπὶ τὰ πε‐
25τρώδη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, φυὲν εὐθέως ἐξη‐ ράνθη. Τὰ παρὰ τὴν ὁδόν εἰσιν Ἀρειανοὶ, τὰ ἀκανθώδη εἰσὶν Εὐνομιανοὶ, τὰ ἐπὶ τὰ πετρώδη εἰσὶ Μαραθώνιοι. Καὶ κατάμαθε ἀκριβῶς, ἀγαπητέ. Ἐξῆλθεν ὁ σπεί‐ ρων τοῦ σπεῖραι· καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν.
30Οὐκ εἶπεν, Ἐν τῇ ὁδῷ, ἀλλὰ, Παρὰ τὴν ὁδόν. Τίς ἐστιν ἡ ὁδὸς, ἢ πάντως ὁ Χριστὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια; Τὰ μὲν οὖν παρὰ τὴν ὁδόν εἰσιν οἱ Ἀρειανοί. Οὐκ εἰσὶν ἐν τῇ ὁδῷ· οὐ γάρ εἰσιν ὀρθό‐ δοξοι· οὐδὲ πάλιν πόῤῥω τῆς ὁδοῦ, ὡς Ἕλληνες ἢ Ἰου‐
35δαῖοι, ἀλλὰ παρὰ τὴν ὁδόν· τουτέστι, παρὰ τὸν Χριστὸν, παρὰ τὴν πίστιν τὴν ὀρθήν. Τὸ ὁμολογεῖν αὐτοὺς Χρι‐ στὸν, τοῦτ’ ἔστι τὸ ποιοῦν αὐτοὺς ἐγγὺς εἶναι τῆς ὁδοῦ· τὸ ἀρνεῖσθαι αὐτοὺς Χριστὸν εἶναι Υἱὸν Θεοῦ, τοῦτ’ ἔστι τὸ κωλῦον αὐτοὺς μὴ εἶναι ἐν τῇ ὁδῷ. Διὰ τοῦτο
40κατελθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, τὰ πνευ‐ ματικὰ τῆς πονηρίας συνάγουσι τὸν θεῖον λόγον ἐκ τῶν καρδιῶν αὐτῶν, καὶ παντελῶς κενοὺς πίστεως ὀρθῆς αὐτοὺς ἀποτελοῦσι. Τὰ δὲ ἀκανθώδη εἰσὶν Εὐνομιανοί· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὰς τῶν βλασφήμων ἀκάνθας·
45καὶ βλαστάνουσι μὲν τὴν πόαν τῆς πίστεως, οὐ μὴν τε‐ λεσιουργοῦσι τὸν ἄσταχυν τῆς ὁμολογίας. Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτο ποιεῖ αὐτοὺς βλαστάνειν τὴν πόαν τῆς πίστεως· τὸ δὲ πάλιν λέγειν αὐτοὺς κτίσμα καὶ ποίημα, τοῦτ’ ἔστι τὸ ποιοῦν αὐτῶν ἄωρον μαραί‐

61

.

774

(50)

νεσθαι τὸν τῆς πίστεως στάχυν. Τοῖς γὰρ Ἑλληνικοῖς δόγμασι τῆς κτισματολατρείας νύττοντες καὶ συμπνί‐ γοντες τὸν τῆς ἀληθείας λόγον, ἄκαρπον αὐτὸν καὶ ἄγο‐ νον παντελῶς πίστεως ὀρθῆς ἀποτελοῦσιν. Οἱ δὲ ἐπὶ τὰ πετρώδη, οὗτοί εἰσι Μαραθωνιανοί. Οὐκ εἶπεν ἡ Γραφὴ,
55ὅτι, Τὰ μὲν ἔπεσεν ἐπὶ τὴν πέτραν· ἡ γὰρ πέτρα ἦν ὁ Χριστός· ἀλλ’ Ἐπὶ τὰ πετρώδη. Οὔτε γῆ εἰσιν ἀγαθή· οὐ γάρ εἰσιν ὀρθόδοξοι· οὔτε πέτρα εἰσὶν, ἵνα ὑπὸ δι‐ δασκάλων λαξευθέντες τὸν ναὸν τοῦ Θεοῦ οἰκοδομήσωσιν· ἀλλὰ τί; Πῶρός εἰσιν. Ἔστι τις λίθου φύσις, πῶρος
60ὀνόματι· οὔτε γῆ ἐστιν, οὔτε λίθος στερέμνιος· ἁπαλὸς μὲν παρὰ τὸν λίθον, σκληρὸς δὲ παρὰ τὴν γῆν. Τὸ ὁμο‐ λογεῖν αὐτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ κατ’ οὐσίαν ὅμοιον τῷ Πατρὶ, τοῦτ’ ἔστι τὸ ποιοῦν αὐτοὺς ἁπαλωτέρους τυγχά‐ νειν· τὸ ἀρνεῖσθαι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο
65αὐτῶν ποιεῖ τὰς καρδίας πεπωρωμένας τυγχάνειν. Οὔτε τοίνυν γῆ εἰσιν ἀγαθὴ, ἵνα βλαστήσωσιν εὐθαλῆ, καὶ κατακοσμῶνται πίστεως κόσμον· οὔτε πέτρα στερέμ‐ νιος, ἵνα ἄσειστον καὶ ἀσάλευτον τὴν εἰς τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν φυλάττωσι. Καὶ
70δέχονται μὲν τὸν λόγον τοῦτον, καὶ βλαστάνουσιν· εὐθέως δὲ αὐτὸν ξηραίνουσι καὶ ψύγουσι, διὰ τὸ μὴ ἔχειν αὐτοὺς τὰς ῥίζας τῶν λογισμῶν ἐν τῷ βάθει τοῦ πνεύ‐ ματος. Οὗτοι κἂν ὁμολογῶσι τὸν Χριστὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἀρνούμενοι, οὐδὲ τὸν Υἱὸν
75ἔχουσι, τοῦ ἀποστόλου μοι μαρτυροῦντος καὶ λέγοντος· Εἴ τις πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Τὰ ἄλλα, φησὶν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀγαθὴν, καὶ ἐδίδου καρπόν, καὶ τὰ μὲν τριάκοντα ἐποίει, τὰ δὲ ἑξήκοντα, τὰ δὲ ἑκατόν. Αὕτη ἐστὶν ἡ
80γῆ ἡ ἀγαθὴ, ἡ τῶν ὀρθοδόξων καρδία, ἡ ἐκτὸς οὖσα773

61

.

775

τῶν αἱρετικῶν ἀκανθῶν, ἡ τελείοις διδασκάλοις πονη‐ θεῖσα καὶ οἱονεὶ αὐλακισθεῖσα, καὶ τοὺς τοῦ Εὐαγγελίου λόγους σπέρματα ψυχῆς τυγχάνοντας δεχομένη. Ἡ τοιαύτη καρδία πρῶτον βλαστάνει τὴν πόαν τῆς πί‐
5στεως, εἶτα μηκύνει τὸν στάχυν τῆς ἐλπίδος, εἶτα ὥρι‐ μον καρπὸν τῆς τελείας ἀγάπης ἀποδείκνυσι. Τούτων τῶν τριῶν καρπῶν τῆς ψυχῆς μέμνηται καὶ ὁ μακάριος Παῦλος λέγων· Πίστις, ἐλπὶς, ἀγάπη. Ὁ πιστεύων ποιεῖ τὰ τριάκοντα, ὁ ἐλπίζων ποιεῖ τὰ ἑξήκοντα, ὁ
10τελειούμενος ἐν ἀγάπῃ, ποιεῖ τὰ ἑκατόν· ὁ χριόμενος ποιεῖ τὰ τριάκοντα· ὁ κατερχόμενος εἰς τὸ ὕδωρ, ποιεῖ τὰ ἑξήκοντα· ὁ τελειούμενος ἐν τῷ μυστηρίῳ, ποιεῖ τὰ ἑκα‐ τόν. Οὕτως ἐξ ἑνὸς σπέρματος τρισσῶς ἀναφέρει καρπόν· Θεὸν δοξάζει, Ἐκκλησίαν ὑψοῖ, ἑαυτὸν διασώζει. Οὗτος
15Τριάδος ἀγαθῆς κομιεῖται μισθούς· πνεύματι συνιὼν, ψυχῇ προορῶν, σώματι ὑπομένων. Οὗτος τρισσῶς εὐλογεῖ‐ ται· ἐπὶ γῆς δοξάζεται, ἐκ νεκρῶν ἀνίσταται, ἐν οὐρανοῖς ἀναπαύεται. Ὁ τοιοῦτος ἐν τρισὶ τάξεσιν ὑπερεχού‐ σαις σεμνύνεται· τριάκοντα, ὡς ἐν οὐρανοῖς· ἑξήκοντα,
20ὡς ἐν ἀγγέλοις· ἑκατὸν, ὡς παρὰ Θεῷ. Ὁ τοιοῦτος
πραΰς ἐστιν, ἡσύχιος, ταπεινόφρων, ἐλεήμων, συμπαθὴς,Column end

61

.

776

δίκαιος, κόσμου ξένος, βίου ἀλλότριος, εἰκόνι μόνῃ φαι‐ νόμενος ἐπὶ τῆς γῆς, καρδίᾳ δὲ καὶ πράξεσιν ἐν οὐρα‐ νοῖς αὐλιζόμενος. Ἄλλοι δέ τινες τῶν αἱρετιζόντων, κατὰ τὴν ἑαυτῶν ἀγνώμονα γνώμην, κλίμακα βλασφη‐
5μίας τοῖς λόγοις λεπτουργοῦσι· τί λέγοντες; Ἡ εἰς τὸ Πνεῦμα πίστις ποιεῖ τὰ τριάκοντα· ἡ εἰς τὸν Υἱὸν ποιεῖ τὰ ἑξήκοντα· ἡ εἰς τὸν Πατέρα ποιεῖ τὰ ἑκατόν· ἀγνοοῦντες ὅτι ὡς βούλονται σμικρῦναι, τὸ Πνεῦμα τὸ ἅγιον μεγαλύνουσι. Προτάττουσι γὰρ Πατρὸς καὶ Υἱοῦ
10τὸ Πνεῦμα, λέγοντες· Ὁ εἰς τὸ Πνεῦμα πιστεύων, ποιεῖ τὰ τριάκοντα· καὶ πρῶτον προτάττουσι τοῦ Πατρὸς τὸ Πνεῦμα, εἶτα τὸν Υἱὸν, εἶτα τὸν Πατέρα. Ἡμεῖς δὲ τὰ ἐναντία αὐτοῖς φρονοῦντες, τὸ ἐναντίον λέγομεν. Ὁ γὰρ πιστεύων, οὐκ εἰς τὸ Πνεῦμα πρῶτον πιστεύει,
15ἀλλ’ εἰς τὸν Πατέρα· ὁ πιστεύων εἰς τὸν Πατέρα, ποιεῖ τὰ τριάκοντα· ὁ προσλαμβάνων εἰς τὸν Υἱὸν, διπλα‐ σιάζει τὸν ἀριθμὸν, καὶ ποιεῖ τὰ ἑξήκοντα· ὁ καὶ ἐνδυ‐ σάμενος τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἑκατοντάδα ἐπλήρω‐ σεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ
20τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.775