TLG 2062 313 :: JOANNES CHRYSOSTOMUS :: In centurionem [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In centurionem [Sp.]

Citation: Vol — pg — (ln)

61

.

769

(1t)

Εἰς τὸν ἑκατόνταρχον.
2 Ἑκατοντάρχου τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν· ἀλλ’ οὐκ ἐτελεύτησε διὰ τὸν Δεσπότην· ἔμελλεν ἀποθανεῖν· ἄνθρωπος γὰρ ἦν· ἀλλ’ οὐκ ἀπέ‐
5θανε διὰ τὸν πρεσβεύοντα θεοφιλῆ τυγχάνοντα. Ἡ φύσις τὸ ἴδιον ἀπαιτεῖ χρέος· ἀλλ’ ὁ Δεσπότης τῆς φύσεως τὸ κτῆμα τῷ κτιστῷ διὰ πίστιν παρεχώρει. Θάνατος καὶ φύσεως ἀνάγκη πρὸς τελευτὴν ἐβιάζοντο, ἀλλὰ ἀν‐ θεῖλκεν ἡ πίστις τῷ θανάτῳ πολεμοῦσα καὶ θανάτου
10παραλύουσα νόμους. Καὶ μὴ ἀπιστήσῃς, εἰ τοσαῦτα δύναται πίστις, ὥστε καὶ θανάτου δεσμὰ διαῤῥῆ‐ ξαι, καὶ ἐξ αὐτῶν τῶν καταχθονίων βαράθρων ψυχὰς ἀνασπᾶσαι. Πίστις καὶ ᾅδου πύλας ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθει κλεῖθρα, καὶ φύσεως ὅρους ἀμείβει, καὶ πυρὸς
15δύναμιν κατακοιμίζει καὶ φλόγα δρόσον ἀποδεικνύει, καὶ θανάτου κέντρον ἀμβλύνει. Οὐκ ἀμάρτυρα λέγω· ἐκ τῶν ἁγίων σε Γραφῶν πιστώσομαι. Εἶπον ὅτι πίστις πύλας ᾅδου ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθησι κλεῖθρα. Οὐκοῦν δέξαι τὰς ἀποδείξεις ἐναργεῖς· ἴδε μοι τὸν μα‐
20κάριον Πέτρον λόγῳ τὰς ᾅδου πύλας ἀναπετάσαντα, καὶ τὴν Ταβιθὰν κάτωθεν ἀναγαγόντα. Μόνον γὰρ εἶπε, Ταβιθὰ, ἀνάστηθι, εὐθὺς πύλαι μὲν ᾅδου ἀνοίγονται, ταρταραῖοι δὲ πίπτουσι μοχλοὶ, ἡ δὲ τεθνηκυῖα τῶν ζώντων ὀξύτερον ὑπακούει. Πάλιν Ἠλίας ὁ προφήτης
25ταύτῃ πεποιθὼς τῇ πίστει εἶπεν· Οὐκ ἔσται ὑετὸς εἰ μὴ διὰ στόματός μου· καὶ χαλκεύεται μὲν ὁ οὐρανὸς, συστέλλεται δὲ ὁ ὑετὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, γῆ δὲ καθάπερ σιδηρᾶ τὴν φύσιν, τὸν συνήθη καρπὸν ἀρ‐ νεῖται, ἵνα γνῷς οἷα δύναται πίστις. Ἄνθρωπος ἐπὶ
30γῆς ἀποφαίνεται, καὶ Θεὸς ἐν οὐρανῷ βεβαιοῖ τὴν ἀπό‐ φασιν· θνητὸν φθέγγεται στόμα, καὶ Θεοῦ γνώμη ἐπι‐ ψηφίζεται, ἔργῳ κυροῦσα τὰ ῥήματα. Ἔκλεισε, φησὶν, Ἠλίας τὸν οὐρανὸν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Κλεῖθρον οὐρανοῦ ἦν ἀνθρώπου στόμα θνητοῦ, εὐσεβεῖ
35πίστει κοσμούμενον. Ὁ αὐτὸς πάλιν Ἠλίας πυρίνων κατετόλμησεν ἁρμάτων, καὶ καθάπερ πτηνὸν εἰς τὰς αἰθερίους ἐπέπτη μονὰς, ἀμέλει μέχρι σήμερον ἄγευ‐ στος θανάτου, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι μονογενη‐ τικῇ, καὶ δυνάμει πίστεως ἀκλινὴς φυλαττόμενος. Καὶ
40τί δεῖ τὰ πολλὰ λέγειν; Ὁ Ἐνὼχ ἀπὸ ζωῆς εἰς ζωὴν μετὰ σώματος ἐβαστάχθη, θάνατον καὶ γῆρας καὶ φύσιν διὰ πίστεως ὑπερνικήσας. Πολλὰ μὲν οὖν ἄλλα περὶ πίστεως ἔστι λέγειν, ἀλλὰ συστέλλω τὸν λόγον, ἵνα μὴ κόρον ἐμποιήσω. Οἶδα δὲ ὅτι, καίπερ τὰ θεῖα λόγια ταῖς
45ὑμετέραις φιλοχρίστοις ἀκοαῖς οὐ κόρον, ἀλλὰ πόθον ἐμποιεῖν ἐπίστανται, ἀλλ’ ὅμως ἐπὶ τὸ προκείμενον ἐπανελεύσεται. Ἑκατοντάρχου, φησὶ, τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος· ἔντιμος οἰκέτης τῷ δεσπότῃ. Εἰ γὰρ καὶ ἡ πλεονεξία

61

.

769

(50)

τοῦ βίου τὸν δοῦλον ἐπενόησεν, ἀλλ’ ἡ εὐγνωμοσύνη τοῦ δεσπότου τὸ συγγενὲς τῆς φύσεως οὐκ ἠρνήσατο. Οὐ διέπτυσεν ὡς οἰκέτην, ἀλλ’ ἔστεργεν ὡς ὁμόφυλον, φι‐ λανθρωπίᾳ τὴν βαρεῖαν τῆς δουλείας ζεύγλην ἐπελαφρί‐ ζων. Ἀκούετε καὶ μανθάνετε, οἱ δούλων δεσπόται, μὴ
55ὡς ἀλλοτρίων τῆς φύσεως καταφρονεῖν τῶν οἰκετῶν, μήτε μὴν ὡς ἐχθρῶν ἀφειδεῖν τῶν ὁμογενῶν, πειθόμε‐ νοι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Οἱ κύριοι, πρὸς τοὺς δούλους τὴν ἰσότητα παρέχεσθε, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι αὐτῶν καὶ ὑμῶν ὁ Κύριος ἐν
60οὐρανοῖς ὑπάρχει. Συνεχώρησε δοῦλον εἶναι Θεὸς, ἵνα Θεῷ δουλεύειν μανθάνῃς. Εὔνοιαν ἀπαιτεῖς παρὰ τοῦ οἰκέτου; Εὐνόει καὶ αὐτὸς τῷ Δεσπότῃ. Κολάζεις ἁμαρ‐ τάνοντα; οὐκοῦν μὴ ἁμάρτῃς, ἵνα μὴ κολάζῃ παρὰ Θεῷ. Συγγνώμην οὐ διδοὺς ὁμογενεῖ; μηδὲ σὺ αἴτει συγγνώ‐
65μην. Διδάσκει γάρ σε τὸ εὐαγγέλιον λοιπὸν οὕτω προσ‐ εύχεσθαι· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. Ὡς οὖν παρὰ Θεοῦ φιλανθρωπίαν ζητοῦντες, οὕτω καὶ ὑμεῖς φιλαν‐ θρωπίαν νείματε τοῖς ὁμοφύλοις. Ἀκούσας δὲ περὶ τοῦ
70Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων. Τί ἀκούσας; Ὅτι λόγῳ θεραπεύει, λόγῳ τεθνεῶτας ζωογονεῖ, λόγῳ δαίμονας ἀπελαύνει, λόγῳ τὰ πάντα διανύει. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δί‐
75στομον. Οὐ βοτάνας, οὐ φάρμακα προσάγει, ἀλλὰ λόγος παρ’ αὐτοῦ πέμπεται, καὶ τὸ ἔργον ἐπιτελεῖ. Βλέπε πόση ἡ μεταξὺ τοῦ ἑκατοντάρχου καὶ τῶν Ἰουδαίων
διαφορά. Ὁ μὲν ἀκούσας, ἐκ μόνης ψιλῆς ἀκοῆς ἐπί‐Column end

61

.

770

στευσε, καὶ πιστεύσας ὡς Θεῷ προσῆλθεν· οἱ δὲ, ἐπ’ ὄψει ὁρῶντες τὰ θαύματα, τὸν θαυματοποιὸν ἠρνοῦντο· καί‐ τοι ὄψις ἀκοῆς ἐνεργεστέρα. Ἐνεργεστέρα μὲν ὄψις ἀκοῆς, ἀλλὰ κακίαν εἶχον τῆς νόσου διδάσκαλον. Διὰ
5τοῦτο τυφλοὶ τῇ κρίσει τὸν κριτὴν ἐξουθένουν. Ἀπέστειλε φησὶ, πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν, ὅπως ἀπελθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Ἀπ‐ έστειλε πρὸς αὐτὸν πρεσβυτέρους, οὐ δι’ ὑπερ‐ οψίαν παραιτούμενος αὐτὸς ἀπελθεῖν, ἀλλ’ ὀκνῶν αὐτὸς
10ὑπὲρ ἑαυτοῦ πρεσβεύειν διὰ τὸ μέγεθος τοῦ ἀξιώματος. ᾜδει ἑαυτὸν ἄνθρωπον ἐξ ἀνθρώπου φθαρτοῦ, Ἰησοῦν δὲ Θεὸν ἐκ Θεοῦ, μονογενῆ Υἱὸν ἐξ ἀγεννήτου Πατρός. Διὸ τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας ὑπ’ εὐλαβείας κινούμενος ἀποστέλλει, τὰ ἀποστολικὰ πρὸ τῶν ἀπο‐
15στόλων πληρῶν· Ἀθυμεῖ τις; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσεύξωνται ὑπὲρ αὐτοῦ, καὶ ἐὰν ᾖ ἁμαρτίας πεποιηκὼς, συγχω‐ ρηθήσονται αὐτῷ. Ἀπέστειλεν οὖν τοὺς πρεσβυτέρους πρὸς αὐτὸν, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν
20δοῦλον αὐτοῦ. Σὺ δὲ καὶ τὴν τοῦ ἀνδρὸς συμπάθειαν θαύμαζε· κάμνοντος γὰρ αὐτοῦ τοῦ οἰκέτου οὐ κατεφρό‐ νει, ἀλλὰ σπουδὴν τοσαύτην ἐτίθετο, ὁπόσην ἄν τις ὑπὲρ ἑαυτοῦ πάσχων ἐπεδείκνυτο. Ταῦτα δὲ πρὸς ἀρετήν ἐστι βλέποντος ἀνδρὸς, τοσαύτην ποιήσασθαι σπουδὴν, καὶ
25πρεσβείαν στείλασθαι ὑπὲρ οἰκέτου θεραπείας. ᾜδει τῆς φύσεως τὸ ἰσότιμον· καὶ οὔτε κατεφρόνει ὡς ἀνδρα‐ πόδου, ἀλλὰ συνέπασχεν ὡς συνδούλῳ, εἰδὼς ὅτι κοινὸς ἁπάντων ἐστὶν ὁ Θεός. Ἀλλὰ τοιοῦτος μὲν ἦν ὁ ἑκατόν‐ ταρχος. Πολλοὶ δὲ τῶν πλουσίων παρὰ μὲν ὑγιαινόντων
30ἀπαιτοῦσι τὰς ὑπηρεσίας δίχα συγγνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τίθενται· ἀλλὰ προσπεσούσης νόσου, τῆς παιδίσκης χαμαὶ ἐῤῥιμμένης, οὐ προσέχει ὁ δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα· κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν, οὐκ ἐπισκέπτεται ὡς ὁμογενῆ,
35ἀλλὰ βλοσυρῷ προσέχει τῷ βλέμματι, αὐστηρῷ προσ‐ διαλέγεται ῥήματι, δι’ ὄγκον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένη τῆς φύσεως. Καὶ ἀναγινώσκετε τὰς Γραφάς. Οὐκ οἴδατε τί φησιν ὁ ἅγιος Δαυΐδ; Ἰδοὺ ὡς ὀφθαλ‐ μοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφ‐
40θαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕ‐ τως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Δυσωποῦ τὴν εἰκόνα, εὐλαβήθητι τὰ γεγραμμένα, ἐπί‐ κουρος τῆς ἀσθενούσης κατάβηθι. Ὁ Σωτὴρ, Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἄνθρωπος ὑπὲρ ἀνθρώπων ηὐδόκησε
45γενέσθαι· σὺ ἄνθρωπος ὢν παραιτῇ τὸν ὁμότιμον ὡς οὐκ ἰσότιμον, παραιτῇ τὸ συμπαθὲς περὶ τὴν συγγενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χωλεύει, ἐπιμελῇ διὰ τὴν χρείαν· ὅτε δὲ τὸ λογικὸν, τουτέστιν, ὁ σὸς οἰκέτης ἀσθενεῖ, ἀποῤῥίπτεις καὶ οὐ προνοεῖς. Περιορᾷς ὅτι λο‐

61

.

770

(50)

γικόν ἐστι τὸ ὑπηρετοῦν; Διὰ τοῦτο ζηλοτυποῦμεν. Πολὺ καλὸν ἄνθρωπος παρὰ Θεῷ· ἀλλὰ τίμιον ἀνὴρ ἐλεήμων. Ἡμεῖς δὲ οὐ προσέχομεν τοῖς γεγραμμένοις, ἀλλὰ τοὺς μὲν ἔξωθεν τρέφομεν ἔσθ’ ὅτε τὴν παρ’ ἀνθρώπων δό‐ ξαν θηρώμενοι, τοὺς δὲ ἔνδον ἐῶμεν λιμῷ φθείρεσθαι,
55καὶ τῷ κρύει πήγνυσθαι, τὰς παρὰ τοῦ Θεοῦ ἀνταποδόσεις οὐκ ἐννοοῦντες. Ἀλλ’ οὐ τοιοῦτος ἦν ὁ ἑκατόνταρχος, ὁ παν‐ ταχοῦ νήφων, ὁ ὄντως κεκτημένος, τὸ κτῆμά τε καὶ ἑαυτὸν φυλάττων, ὡς Θεοῦ κτῆμα, ὁ φρονήσεως γέμων καὶ θείᾳ σωφροσύνῃ καταυγαζόμενος. Διὸ καὶ τοὺς πρεσβυτέρους
60πρῶτον πρὸς τὸν Ἰησοῦν ἀποστέλλει. Οἱ μὲν οὖν πολλῇ προθυμίᾳ πρεσβεύουσιν, ἱκανὰ προσβάλλουσι δυσωπή‐ ματα, καί φασιν· Ἄξιος ᾧ διδῷς τὴν χάριν, εὐγνώμων ὁ λαμβάνων τὴν δωρεὰν, ἄξιος τῆς σῆς παρουσίας. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν
65αὐτὸς ᾠκοδόμησεν ἡμῖν. Ἀληθῶς ἱκανὰ θεοσεβείας γνωρίσματα, ἱκανὰ συνειδήσεως ἀγαθῆς τεκμήρια. Ποῖα ταῦτα; Ἡ πρὸς τὸν Θεὸν ἀγάπη, καὶ ἡ πρὸς τὸν ἄνθρωπον γνησία διάθεσις. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν· δηλονότι τὸν νόμον. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη.
70Καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησε, τὴν πρὸς τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενος. Θεῷ γὰρ οἶκον κατα‐ σκευάζων, οἱονεὶ περίβλεπτον στήλην τῆς πρὸς αὐτὸν ἀγάπης τὸν ναὸν τοῦτον ἀνίστα. Βλέπε πῶς αἱ καλαὶ πράξεις ἐν καιρῷ τῆς ἀνάγκης μνημονευόμεναι πολλὴν
75παρέχουσι τοῖς πρεσβευομένοις τὴν παῤῥησίαν· παν‐ ταχοῦ γὰρ αἱ καλαὶ πράξεις ἱκανὸν ἐδέξαντο δυσώπημα.
Οἱ μὲν οὖν οὕτως ἐπρέσβευον· ὁ δὲ Ἰησοῦς τὴν παρά‐769

61

.

771

κλησιν ἐδέξατο τῶν πρεσβυτέρων, οὐκ αὐτοὺς αἰδούμε‐ νος, ἀλλὰ τὴν τοῦ ἑκατοντάρχου πίστιν ἀποδεξάμενος. Ἀναστὰς οὖν ἐπορεύετο σὺν αὐτοῖς. Τάχα που καὶ σχολαίτερον ἐβάδιζε, καὶ τὸν βαθμὸν ἤρεμον
5ἐποιεῖτο, οὐ βραδύνων πρὸς εὐποιίαν, ἀλλὰ καιρὸν ἐν‐ διδοὺς, ἵνα τὴν ἔνδον λανθάνουσαν τοῦ ἑκατοντάρχου δημοσιεύσῃ διάθεσιν, ἵνα πομπεύσῃ τὴν ἀπαράβατον πίστιν πρὸς ἔλεγχον τῶν ἀπιστούντων, ἵνα τὴν ἀκραιφνῆ καὶ ἀκίβδηλον θεατρίσῃ γνώμην. Ἤδη γὰρ αὐτοῦ οὐ
10μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος τοὺς δούλους αὐτοῦ, λέγων, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Κατὰ τὴν πρώτην αὐτοῦ τῆς ψυχῆς ὁρμὴν ἀποστέλλει τοὺς πρεσβυτέρους· ἀλλὰ
15καὶ τοῦτο ποιήσας, καὶ ἐφ’ ἑαυτῷ μένων, οὐκ ἠρεμεῖ. Ἐν τοσούτῳ γὰρ λογισάμενος ὅσον ἐστὶ τὸ διάφορον τοῦ ἀξιώματος, ἀποστέλλει δούλους, παρακαλῶν αὐτὸν καὶ λέγων, Μὴ σκύλλου· κἀγὼ οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὢ τῆς συνέσεως καὶ νή‐
20ψεως τοῦ ἑκατοντάρχου! οὐκ ἔλαθεν αὐτὸν ὁ Θεὸς ἐν ἀνθρώπῳ κρυπτόμενος· οὐκ ἔλαθεν αὐτὸν ὁ μονογενὴς Λόγος τῇ τοῦ σώματος περιβολῇ καλυπτόμενος. Ὁρᾷ τὸν ναὸν, καὶ νοεῖ τὸν οἰκήτορα. Οὐκ ἔλαθεν αὐτὸν ὁ Δεσπότης ἐν δούλου ἀξίᾳ, ὁ βασιλεὺς ἐν αἰχμαλώτου
25ὄψει, ὁ βραχὺς ἐν ἀπεριορίστῳ μεγέθει. Αὐτίκα γοῦν θαυμάζει Ἰησοῦς, καὶ μαρτυρεῖ αὐτῷ τὴν ἄκραν πίστιν αὐτοῦ, τὴν ἀστείαν τῆς ψυχῆς αὐτοῦ ὁρμὴν, καθ’ ἣν ἔλεγε τῷ Σωτῆρι· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οἷος ἦν καὶ Πέτρος, ἐπὶ τῇ ἄγρᾳ
30τῶν ἰχθύων καταπλαγεὶς, καὶ ἔννοιαν λαβὼν τοῦ μεγέ‐ θους τῆς δυνάμεως, εἶτα παρακαλῶν αὐτὸν καὶ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι ἐγὼ, Κύριε. Ἀλλ’ ἴσως μὲν τὰ περὶ Πέτρου οὐκ ᾔδει, τὰ δὲ ἐν τῷ Λευιτικῷ ἐγνώκει. Λέπρα, φησὶν, ἐπικειμένη
35ἀκάθαρτον ποιεῖ τὸν ὑποπεσόντα τῇ νόσῳ. Τῇ δὲ λέπρᾳ παρεοίκασιν ἀλφοὶ καὶ λεῦκαι καὶ λειχῆνες. Δυσδιάκριτα δὲ τοιαῦτα τὰ πάθη τοῖς πολλοῖς, καὶ μά‐ λιστα ἐν ἀρχῇ τῆς νόσου· ὅθεν ὁ νόμος τὸν ἱερέα βούλε‐ ται τῶν τοιούτων ἐπιγνώμονα καθίστασθαι. Ἄγει τοί‐
40νυν ὁ νόμος τὸν ἱερέα εἰς τὸν τοῦ κρινομένου οἶκον· κἀκεῖ κρίνας ὡς λέπραν, πάντα τὰ ἐν τῷ οἴκῳ μεμολυσμένα ἀποφαίνει. Ὅθεν οἱ πολλοὶ προμετασκευάζουσι, καὶ τότε τὸν ἱερέα καλοῦσι. Τὴν ἐκ τούτου ἔννοιαν ὁ μακά‐ ριος ἑκατόνταρχος λαβὼν, παραιτεῖται τὴν ἄφιξιν τοῦ
45Σωτῆρος. Οὐκ εἰμὶ, φησὶν, ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Πολλοὶ ὑπὸ τὴν στέγην ἐκείνην· οἶδα ἐμαυτοῦ τὰ ἁμαρτήματα· παραιτοῦμαι τοίνυν τὴν ὡς κριτοῦ παρουσίαν, πρὶν ἀποκαθάρωμαι. Οἶδά σε τῶν ἱερέων ἁπάντων ἡγεμόνα, καὶ τοῦ Πατρὸς ἀρχιερέα·

61

.

771

(50)

Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐρανός σοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον· ποῖος οἶκος χωρήσει τὸν ἀχώρητον; Οὐκ ἔχω στέγην οὐρά‐ νιον, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὐκ ἔχω βασι‐ λικὰς αὐλὰς, ἵνα τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξωμαι.
55Πῶς ὑπωρόφιον δέξομαι Τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ; πῶς δὲ τὸ πενιχρόν μου καταγώγιον ὁμόσκηνον δέξεται τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαν‐ τα; ποία στέγη χωρήσει τὸν σύμπαντα τὸν οὐρανὸν καὶ τὴν γῆν χωροῦντα ὁμοῦ; Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου
60ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὡς μὲν εὐεργέτου τὴν
εἴσοδον ἁρπάζω, ὡς δὲ κριτοῦ τὴν παῤῥησίαν εὐλαβοῦ‐Column end

61

.

772

μαι. Ἐπίσκοπος εἶ ψυχῶν, ἐξεταστὴς νεφρῶν, ἐρευνη‐ τὴς καρδίας καὶ κριτὴς ἁμαρτιῶν. Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Δέδοικα ἐμαυτόν· Εἰπὲ οὖν λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Ἆρα οὐ δοκεῖ σοι
5[ὁ λέγων], Εἰπὲ λόγῳ μόνον, σαφῶς εἰδέναι, ὅτι Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ πᾶσα ἡ δύνα‐ μις αὐτῶν, καὶ ὅτι πάντα Λόγῳ γινόμενα καὶ συνέχε‐ ται καὶ διοικεῖται; Ἀπὸ γὰρ θείας ἐννοίας φωτισθεὶς ὁ ἀνὴρ ἀθρόον τὸν Ἰησοῦν σώματι ἑώρα, τοῦτον Υἱὸν
10Θεοῦ γνωρίζων. Εἰπὲ, φησὶ, λόγῳ μόνον. Οἶδα τί προη‐ γόρευσεν ὁ σοφὸς Σολομὼν περὶ σοῦ· Οὔτε βοτάνη, οὔτε μάλαγμα ἐθεράπευσε τὸν λαόν σου, ἀλλ’ ὁ λό‐ γος ὁ σὸς, Κύριε, ὁ πάντα ἰώμενος. Εἰπὲ λόγῳ μόνον. Οἶδα τίνος Λόγος χρηματίζεις, καὶ ὅσην κεκτημένος τὴν
15δύναμιν τυγχάνεις, καὶ ὅτι λόγῳ τὰ πάντα ποιῶν δι‐ ετέλεσας. Οὐκ ὤδινεν ὁ Πατὴρ ἐπὶ σοὶ γεννῶν σε· οὐκ ὠδίνεις ποιῶν, οὐκ ὠδίνεις δημιουργῶν. Εἰπὲ λόγῳ μόνον. Ὁ γὰρ λόγος σου πρὸς πάντα ἀνυσιμώτατος τυγχάνει, οὐ τὸν ἀέρα πλήττων, ἀλλὰ τὴν σὴν
20θέλησιν δηλῶν. Εἰπὲ οὖν λόγῳ μόνον· δὸς τὸ σύνθημα εἰς πληροφορίαν τῶν ἀκουόντων. Βλέπε σύνεσιν, τὴν μὲν ἄφιξιν ὑπερθέσθαι παρακαλεῖ, τὴν δὲ γνῶσιν οὐ περιγράφει· τὴν μὲν γὰρ γνῶσιν αὐτῷ μαρτυρεῖ, τὴν δὲ ὑπόστασιν εἰς ὁδὸν παραιτεῖται. Ταύτην δὲ τὴν οὕτω
25σοφὴν ἔννοιαν διαδέχεται ἄλλη τις μείζων. Οὕτω γὰρ ἀπὸ δυνάμεως εἰς δύναμιν ὁ ἀνὴρ προβαίνει, καὶ πη‐ γάζει παρ’ αὐτῷ ἀξιολόγων νοημάτων πλοῦτος, νεάζων ἐν ταῖς τῶν θεωρημάτων ἐπιδόσεσιν. Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός
30εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ. Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ, Ποίη‐ σον τοῦτο, καὶ ποιεῖ. Οἶδα, φησὶν, ὅτι τῶν πάντων τὴν ἐξουσίαν περιεζωσμένος, ὡς εἷς τῶν πάντων πρὸς
35ἡμᾶς ἐπεδήμησας. Ἦλθες πρὸς ἡμᾶς ὡς ἡμεῖς, πάν‐ των ἔχων τὴν ἐξουσίαν, ὡς λέγει ὁ ἅγιος Δαυΐδ· Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦ‐ λα σά. Καθεύδεις, καὶ ἡ θάλασσα διανίσταται· ἀνίστα‐ σαι, καὶ γαληνιᾷ τὰ κύματα. Τεθνεῶτας καλεῖς καὶ ὁ τεθ‐
40νεὼς τοῦ ζῶντος ὀξύτερον ὑπακούει. Εἰπὲ λόγῳ, καὶ ἰα‐ θήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος. Ἐνταῦθα τὴν τῆς ψυχῆς αὐτ‐ εξούσιον ὁρμὴν κωλύειν τοῦ ἐπὶ τὰ κρείττονα παραβαί‐ νειν δηλοῖ. Ἔχω, φησὶν, ὑπ’ ἐμαυτὸν στρατιώτας. Στρα‐
45τιώτας τοὺς ἐν τῷ ἀνθρώπῳ ποικίλους καὶ διαφόρους ἐμφωλεύοντας λογισμοὺς καλεῖ. Οἶδε γὰρ ὁ μακάριος Παῦλος τούτους στρατιώτας ὀνομάζειν· Συνήδομαι, φησὶ, τῷ νόμῳ κατὰ τὸν ἔσω ἄνθρωπον· ὁρῶ δὲ ἕτε‐ ρον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός

61

.

772

(50)

μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. Εἰκότως οὖν ἔλεγεν, Ἔχω ὑπ’ ἐμαυτὸν στρατιώτας· οὐ κατ’ ἐμαυτοῦ ἔχω· καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· οὐκ ἄρχομαι, ἀλλ’ ἄρχω τῶν λογισμῶν. Τάχα που ὁ ἑκα‐
55τόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ
60κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.771