TLG 2062 310 :: JOANNES CHRYSOSTOMUS :: In natale sancti Joannis prophetae [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In natale sancti Joannis prophetae [Sp.] Citation: Vol — pg — (ln) | ||
61.757(18t) | Εἰς γέννησιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου, προδρόμου καὶ βαπτιστοῦ. | |
19 | Εὔκαιρος ἡμέρα ἑορτῆς καὶ πανδήμου χαρᾶς, ἐν ᾗ | |
---|---|---|
20 | ὑπεμνήσθην τοῦ Γαβριὴλ τὴν λειτουργίαν καὶ τοῦ Ζαχα‐ ρίου τὴν ἱερατείαν, καὶ ἐννοῶ τὸν ἀφωνίᾳ καταδικα‐ σθέντα τῇ ἀπιστίᾳ. Ἠκούσατε γὰρ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, τοῦ ἀνοίξαντος ἡμῖν σήμερον τὸ ψυχωφελὲς ἰα‐ τρεῖον. Ἰατρὸς γὰρ ἦν καὶ τῇ τέχνῃ ὁ εὐαγγελιστὴς | |
25 | Λουκᾶς· ἀλλὰ τότε μὲν σωμάτων θεραπευτὴς, νῦν δὲ πραγμάτων περιοδευτής· τέχνῃ τέχνην κατήλλαξε, καὶ περιοδείᾳ περιοδείαν διεδέξατο. Τί οὖν ὁ Λουκᾶς, ὁ εὐ‐ φυὴς ἰατρός; Ἠκούσατε αὐτοῦ ἀρτίως λέγοντος. Κατὰ τὸ ἔθος, φησὶ, τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, | |
30 | καὶ εἰσῆλθεν εἰς ναὸν τοῦ Θεοῦ Ζαχαρίας, καὶ ἅπαν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ὤφθη αὐτῷ ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυ‐ μιάματος. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος | |
35 | ἔπεσεν ἐπ’ αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Ὢ τοῦ παραδό‐ ξου καὶ μυστικοῦ θαύματος! Δικαίως ὁ Ζαχαρίας ἀντ‐ | |
40 | εῖπε τῷ ἀγγέλῳ. Ἄλλην παράκλησιν ἐποιεῖτο, καὶ ἄλλην ἐλάμβανεν· ὑπὲρ τοῦ λαοῦ προσηύχετο, καὶ τέκνου πατὴρ ὠνομάζετο· συγγνώμην πλημμελημάτων ἐζήτει, καὶ ἀγόνου μήτρας ἐπαγγελίας ἐδέχετο. Ἠθέλησε γὰρ ὁ Ζαχαρίας τὰς ψυχὰς τῶν ἁμαρτησάντων ἰαθῆναι, ἢ | |
45 | τὴν κοιλίαν τῆς Ἐλισάβετ ὀγκωθῆναι. Δικαίως ὁ Ζαχα‐ ρίας ἐταράχθη φόβῳ συσχεθείς· ἄνθρωπος γὰρ ἦν τροπῇ δουλεύων, εἰ καὶ ἱερατικὸν ἀξίωμα περιεβέβλητο Εἶπε δὲ Ζαχαρίας εὐθέως κατὰ ψυχὴν μόνον, ὡς εἶδε τὸν ἄγ‐ γελον· Ξένη τοῦ ἀνδρὸς ἡ ἐπιστασία, ξένη τῶν ῥημάτων | |
61.757(50) | ἡ ἐπαγγελία. Τίς οὗτος, ὁ τεθαῤῥημένῳ ποδὶ τὸν ἱερὸν ναὸν βηματίζων; τίς οὗτος, ὁ ἐκ δεξιῶν τοῦ θυσιαστη‐ ρίου τοῦ θυμιάματος παρεστώς; τίς οὗτος, ὁ ἀλλομόρ‐ φου θέας μορφαῖς περιαστράπτων; τίς οὗτος; οὐκ εἶδον ἄνθρωπον πτερωτὸν, οὐδ’ αὖ πετεινὸν ἀνθρωπόμορφον. | |
55 | Τίς οὗτος, ὁ φόβῳ τὴν ἐμὴν ψυχὴν περιέρχων; τίς οὗ‐ τος, ὁ φωσφόρος ἀπὸ στόματος, κεκλεισμένων τῶν χειλέων λαλῶν μεγάλα; τίς οὗτος, ὁ τῆς ἐμῆς ἐφημε‐ ρίας ἐφεδρευτής; τίς οὗτος, ὁ τῆς ἐμῆς πρεσβείας ἐμ‐ ποδιστής; Ἔξω τὸ πλῆθος τοῦ λαοῦ περιμένει με προ‐ | |
60 | σευχόμενον, ὡς τοῦ βασιλέως τοῦ ἐπουρανίου ἀντιγρα‐ φέα· καὶ οὗτος ἔνδον κατέχει με. Δι’ ἐμοῦ δεήσεις ἀπέδωκαν τῷ βασιλεῖ, συγγνώμην αἰτοῦντες, ὡς πλημ‐ μελήσαντες. Ταῦτα εὔχομαι ὑπογραφῆναι, ἵνα τῷ λαῷ τὴν ἐπιθυμίαν κομίσω, ἵνα τῆς ἐφημερίας μου τὴν ἐργα‐ | |
65 | σίαν ἐπιδείξω. Παῦσαι τοίνυν, ὅστις εἶ, ὁ ἐκφοβῶν με. Εἰ ἦς θεόπεμπτος ἄγγελος, συνεβάλου ἂν τῇ χρείᾳ μου, συνέπαθες τοῖς ἔξω δακρύουσι, συνεθλίβου τοῖς θλιβο‐ μένοις. Ἄπιθι τοίνυν. Τίς εἶ ὁ ἐκφοβῶν με; Οὐδείς μοι λόγος παιδός· τί μοι τέκνου ἐπαγγελίαν σημαίνεις; τί | |
70 | κέρδος τῷ λαῷ, ἐὰν ἐγὼ τέκνον ἕξω; τί δὲ ὄφελος, ἐὰν Ἐλισάβετ παιδίον θηλάσῃ; τί κέρδος, ἐὰν ἐγὼ κληρονό‐ μον τοῦ βίου καταλείψω; Ἄπιθι τοίνυν ὁ ἐκφοβῶν με, ὅστις ἂν εἶ· ἄπιθι τοίνυν ἀπ’ ἐμοῦ. Προβεβηκότες ἐσμέν· παρῆλθεν ὁ καιρὸς τῆς σπορᾶς, ἐσβέσθη τοῦ γάμου ἡ | |
75 | ἐπιθυμία· ὁ χρόνος τὴν θέρμην κατέψυξεν, ἡ στείρωσις τὸν καρπὸν ἠρνήσατο, ἡ φύσις πρὸς ἑαυτὴν ἐστασίασε· | |
τεθνήκαμεν ἀμφότεροι τῷ μέρει τῆς μίξεως· ὃ ἡ νεότης | Column end | |
61.758(17) | οὐκ ἤνθησε, πῶς γῆρας βλαστήσει; Ἀλλὰ ταῦτα μὲν ὁ Ζαχαρίας εἰκότως. Ὁ δὲ ἄγγελός φησι πρὸς αὐτὸν, κα‐ θὼς ἀρτίως ἤκουες· Μὴ φοβοῦ, Ζαχαρία, μηδὲ λογι‐ | |
20 | σμοῖς ταράττου· ἄγγελός εἰμι φωτὸς, καὶ οὐχὶ σκότους· Γαβριήλ εἰμι ἐγὼ, εἷς τῶν ἀρχόντων τοῦ ἐπουρανίου βα‐ σιλέως· πρόσταγμα κομίζω, οὐκ ἐξουσίᾳ κελεύω. Ἀπ‐ εστάλην μηνῦσαί σοι, οὐχὶ ἔφοδον ποιῆσαί σοι. Σχῆμα περιβέβλημαι, οὐχὶ δὲ γυμνῇ τῇ οὐσίᾳ σοι φαίνομαι. Φεί‐ | |
25 | δεται γάρ σου τῆς ζωῆς ὁ ἀποστείλας με. Μὴ φοβοῦ, Ζαχαρία· ἀπεστάλην εὐαγγελίσασθαί σοι, οὐχὶ δὲ θαμ‐ βῆσαί σε. Τὸ γῆρας προβάλλῃ, καὶ τὴν ἄγονον πολιὰν, καὶ τὴν ἄσπορον μήτραν. Καὶ τίς θέλων γεννᾷ; Θεοῦ τὸ δῶρον· μὴ γὰρ ἀνθρώπου τὸ εὕρεμα; οὐκ ἤκουσας | |
30 | τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ὁ ποιῶν ἄνθρωπον, καὶ πλάσσων ἐν ἀνθρώπῳ πνεῦμα; Ἀπιστεῖς, Ζαχα‐ ρία; Πῶς ὁ Ἀδὰμ ἐπλάσθη; πῶς ἡ Εὔα ἐκτίσθη; πῶς ὁ Ἰσαὰκ ἐγεννήθη; Ὑπακούσας Ἀβραὰμ οὐκ ἐσφάλη· καὶ σὺ ἱερεὺς ὢν ἀπιστεῖς; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ | |
35 | πᾶν ῥῆμα, Ζαχαρία; Διὰ τὸ γῆρας ἀντιλέγεις, ὦ πρεσ‐ βῦτα; σωματικὴν νέκρωσιν δραστικωτέραν ὁρίζεις Θεοῦ; Εἰ μὴ εἶδες τὸν Ἀβραὰμ, καλῶς ἀμφέβαλες. Φυσικὴν ἀσθένειαν προβάλλῃ, καὶ θεϊκῆς ἐπαγγελίας παρούσης οὐ πιστεύεις, ἀλλ’ ἀμφιβάλλεις καὶ φιλονεικεῖς; Μικρὰ | |
40 | αἰτεῖς, καὶ μεγάλα λαμβάνεις· καὶ ὡς ζημίαν ὑπομένων κραυγάζεις, Ζαχαρία; Ὑπὲρ τοῦ Ἰουδαϊκοῦ λαοῦ μό‐ νον προσεύχῃ· ἐγὼ δὲ ὃ εὐαγγελίζομαί σοι, εἰς πάντα τὰ ἔθνη συνεισάγει τὴν σωτηρίαν. Ὁ δὲ Ζαχαρίας ταῦτα ἀκούσας, καὶ μικρὸν τὴν ὄψιν ἀποστρέψας, ἀνταποκρι‐ | |
45 | θεὶς πρὸς τὸν ἄγγελον ἔφη· Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Τί γάρ; διὰ τοῦτο προσηυξάμην, ἢ τού‐ του ἕνεκεν τὸ θυμίαμα κινῶ τῆς ἐφημερίας, ἵνα τὴν καρπογονίαν τῷ λαῷ ἐπιδείξω; Συγγνώμην ἁμαρτημά‐ των αἰτῶ· μὴ γὰρ λύσιν στειρώσεως ἐπιποθῶ; τὴν συν‐ | |
61.758(50) | αγωγὴν κουφισθῆναι θέλω· μὴ γὰρ τὴν Ἐλισάβετ ὀγκω‐ θῆναι; ψυχὰς τετραυματισμένας παρακαλῶ ἰαθῆναι· μὴ γὰρ μαζοὺς ξηρανθέντας γαλακτοῤῥυεῖς γενέσθαι; Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Καὶ τί τὸ κέρ‐ δος τῶν ἔξω προσευχομένων; ἆρα δὲ ἀκούσαντες οὐ λι‐ | |
55 | θάσουσί με, λέγοντες ὅτι μὴ ὑπὲρ αὐτῶν καὶ τῆς κοι‐ νωφελοῦς ἕνεκεν σωτηρίας καθίσταμαι ἀρχιερεὺς, ἀλλ’ ἑαυτοῦ μόνον; καὶ ὅτι οὐ λόγον, ἀλλὰ γόνον ἐδεξάμην· Οὐδείς μοι λόγος πρὸς τεκνογονίαν· ἄπαγε, τοῦτο οὐ βού‐ λομαι. Ὅπερ ηὐχόμην, οὐκ ἔλαβον· καὶ νῦν ἕτερα ἀνθ’ | |
60 | ἑτέρων μοι γνωρίζεις; Οὐδείς μοι λόγος περὶ παιδο‐ ποιίας· νόσος στειρώσεως γέγονε. Μὴ γὰρ χρόνος τὴν ἐπιθυμίαν ἐθέρισε, καὶ ἡ ἀσθένεια τῆς φύσεως, οὐ τῆς μίξεως; Οὐδείς μοι λόγος νῦν περὶ τεκνογονίας. Ἄνευ βακτηρίας βαδίζειν οὐ δυνάμεθα, καὶ πῶς τεκνογονίας | |
65 | ἄρχεσθαι κελευόμεθα; Τὸ γῆρας τὴν φύσιν ἠρνήσατο· πίστεως ἔξω τὸ πρᾶγμα. Τάφον περιβλεπόμεθα, καὶ τροφὸν ἀῤῥαβωνισόμεθα; Οὐδείς μοι λόγος περὶ τεκνογονίας. Τοῦ λαοῦ τὴν σωτηρίαν ζητῶ, καὶ τοῦ ἔθνους τὴν εὐδαιμονίαν, τῶν ἐχθρῶν τὴν αἰχμαλωσίαν, | |
70 | καὶ τοῦ λαοῦ τὴν εὐημερίαν, οὐχὶ δὲ κλαυθμυρίσματα, καὶ σπάργανα καὶ νηπιώδεις τροφάς. Οὐδείς μοι λόγος περὶ τούτου. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ἔξω φύσεως λοιπὸν τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια· ῥάβδον ὡς ἵπ‐ | |
75 | πον κατέχων ἐπιβαίνω, καὶ μονογαμίας μοι πεῖραν ἀνα‐ | 757 |
61.759 | ξέεις, ὅτε τάφος τὸ πᾶν σῶμα γέγονε; Κατὰ τί γνώσο‐ μαι τοῦτο, φράσον μοι, ὦ μέγιστε Γαβριήλ, (ἀναγκαῖον γὰρ τοῦτο καὶ τοὺς ἀγνοοῦντας γνῶναι, ὅτιπερ Γαβριὴλ, Θεοῦ ἄνθρωπος ἑρμηνεύεται)· εἰπὲ, κατὰ τί γνώσομαι | |
5 | τοῦτο; Ἰδοὺ τρέμοντά μου τὰ μέλη· ἰδοὺ τὸ γῆρας ἀμ‐ φοτέρων καὶ εἰς γῆν ὁρώντων. Εἰ μέρος ἐνέαζε, καὶ μέ‐ ρος ἐπεπαλαίωτο, μικρά τις ἐλπὶς ἦν τῶν λεγομένων· νῦν ἑκατέρων τὸ σῶμα σεσάθρωται. Οὐδὲν ἕτερον περι‐ μένομεν, εἰ μὴ τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες | |
10 | πέπειροι πρὸς θερισμόν. Εἰ δὲ ὅλως ἀληθεύεις, δέσποτα Γαβριὴλ, ὃ λέγεις, δὸς δὴ ἄλλο προσοδεῦσαι σημεῖον, ἀῤ‐ ῥαβῶνά μοι πίστευσον τῆς ἐπαγγελίας τὴν θαυματουρ‐ γίαν. Κατὰ τί γνώσομαι τοῦτο; Ὁ Ἀαρὼν οὐκ ἐπίστευ‐ σεν, εἰ μὴ ἡ ῥάβδος ἤνθησε· Μωϋσῆς οὐκ ἐπληροφορήθη, | |
15 | εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον γέγονεν ἡ δρόσος. Ἐζεκίας οὐκ ἐπέ‐ γνω, εἰ μὴ ὁ ἥλιος ἀνεποδίσθη. Κατὰ τί γνώσομαι τοῦτο; Δὸς σὺ σημεῖον, καὶ χορεύω νεανικά· δὸς σημεῖον, ἵνα μὴ Ἐλισάβετ προπετῶς γελάσῃ, ὡς ἡ Σάῤῥα. Κατὰ τί | |
20 | γνώσομαι τοῦτο, ἀρχάγγελε μηνυτά; πόθεν μοι δῆλα τὰ ἐκ σοῦ μοι ῥηθέντα; Εἰ δεύτερος Ἀβραὰμ φαίνομαι, ὑπάρξει μοι τὰ τοῦ Ἀβραὰμ ἰδιώματα. Εἴσελθε ὑπὸ τὸ δωμάτιόν μου, καὶ νίψω τοὺς πόδας σου ὁδοιπορίαν στεί‐ λαντι, καὶ παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρω‐ | |
25 | μένην· ἀλεύρου σατὰ τρία Ἐλισάβετ φυράσει, τὴν Ἐκ‐ κλησίαν προζωγραφοῦσα. Ζήτει μόσχον, ἵνα δωρήσῃ γόνον. Κατὰ τί γνώσομαι τοῦτο, ὁ καλὰ εὐαγγέλια ἄνω‐ θεν ἐπὶ γῆς ἡμῖν φέρων; τί μοι τοῦ παιδὸς τὸ ὄνομα, ἄγγελε, προλέγεις, καὶ τοῦ μὴ παρόντος τὰς ἀρετὰς | |
30 | ἀριθμεῖς; Δεῖξόν μοι τὸ ὑπὲρ φύσιν, ἵνα πιστεύσω τὸ παρὰ φύσιν· ἐὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνα‐ νεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου Ἐλι‐ σάβετ μαιοῦται· ἐὰν ὁ ἥλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μασθοὶ γάλα ῥεύσουσιν· ἐὰν ἡ σελήνη ἀναχαιτί‐ | |
35 | ζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὁ δὲ ἄγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς; ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζῃ; τὸν | |
40 | εὐαγγέλιά σοι κομίζοντα ἀνακρίνειν οὐ δέδοικας; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; μὴ γὰρ εἰς Αἴ‐ γυπτον ἀποστέλλῃ, ἵνα φοβηθῇς τὸν Φαραώ; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; οὐδὲν ὑπὲρ φύσιν ὁ Θεὸς ἐργάζεται; φύσεως ἀκολουθίαν ζητεῖς, καὶ οὐκ | |
45 | εἶδες θεότητος παράδοξον ποίησιν; Εἰπέ μοι, Ζαχαρία, τῆς γῆς οἱ στῦλοι ποῦ πεπήγασι; τοῦ οὐρανοῦ δὲ τὸ κύ‐ τος ποῦ κατήρτισται; νεφελῶν δὲ αἱ κύται ποῦ εὑρίσκον‐ ται; ὑετοῦ δὲ σταγόνες ποῦ στημονίζονται; βόλοι δὲ χιόνος ποῦ λατομοῦνται; ἡλίου δὲ δρόμον τίς ἡνιοχεῖ; | |
61.759(50) | σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; ἀστέρων πλῆθος τίς ἐξαριθμήσει; θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰ‐ δεῖται; ποταμοὶ δὲ θερμοῤῥύται πῶς συγκιρνῶνται; ὁμίχλης δὲ σκότος πῶς ἐξυφαίνεται; ἄνθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; καὶ τοῦ ἄῤῥενος τὸ θῆλυ πῶς | |
55 | λειότερον εὑρίσκεται; θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Κατὰ τί γνώσομαι τοῦτο, λέ‐ γεις, ὦ Ζαχαρία; φύσεως ἀκολουθίαν ζητεῖς, ὅπου θεό‐ τητος ἐργασία; τί, τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί οὖν; ἐὰν ἀκούσῃς παρθένον τίκτουσαν παραδόξως; Καὶ | |
60 | εἴη τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον; Ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα τὴν ἐπὶ τῆς παρθένου θαυματουργίαν μὴ ἀμφιβάλῃς Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργα‐ | |
65 | ζομένης! Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶσσαν. Ἦν γὰρ, φησὶ, διανεύων αὐτοῖς, καὶ διέμεινε κωφός. Καλῶς ὁ εὐαγγελιστὴς καὶ τὸ, Διέμεινε, συνεγράψατο. Περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνὴν, ὁ Ζαχα‐ | |
70 | ρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὴν προφήτην. Ἐν οἷς λέγει ὁ ἄγγελος· Ἐπειδὴ οὖν ὡς ἄπι‐ στος σημεῖον παρὰ Θεοῦ ζητεῖς, ἐν τοῖς ἰδίοις μέλεσι τὸ μαστιγοφόρον προσδέχου σημεῖον. Ἔσῃ γὰρ, φησὶ, σιω‐ πῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας | |
75 | γένηται ταῦτα. Ὅπου γὰρ τῆς ἀντιλογίας τὸ ὄργανον. ἐκεῖ καὶ τῆς τιμωρίας τὸ πρόσταγμα· ὅπου τῆς προπε‐ τείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός· ὅπου ἡ ὕβρις ἐλάκτισεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ἤθελε μὲν ὁ Θεὸς, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου | |
80 | θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρα‐ | Column end |
61.760 | νίου βασιλέως τίκτεται, καὶ τῆς κοσμικῆς τῶν ἁμαρτη‐ μάτων λυτρώσεως προκαθαρτής· ἐπειδὴ δὲ τὴν ἀσθέ‐ νειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ἐποιήσω τοῦ Δεσπότου, διὰ τοῦτο Ἔσῃ σιωπῶν, καὶ μὴ δυνά‐ | |
5 | μενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρω‐ θήσονται εἰς τὸν καιρὸν αὐτῶν. Ὁρᾷς ὅτι ἄνευ πί‐ στεως οὐδὲν τῶν δεόντων κορυφοῦται. Μόνον δὲ ἤκουσεν ὁ Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ | |
10 | ναοῦ, μισθὸν ἀπιστίας τὴν φίμωσιν βαστάζων. Ὢ τοῦ θαύματος! ἄλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς ἐξῆλθε καταδεδικασμένος· ὁ θυμιατήριον λειτουργικὸν βαστάζων, τίτλον ἐξορίας περιέφερεν. Ὁ λαὸς περι‐ έμενέ τι ἀγαθὸν ἀκοῦσαι παρ’ αὐτοῦ, κἀκεῖνος διένευσε· | |
15 | Μηδείς με ἐρωτήσῃ· Δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ὢ τῶν παραδόξων πραγμάτων! Ζαχαρίας φι‐ μοῦται, καὶ ἡ Ἐλισάβετ εὐωχεῖται· ἀναστομοῦται γλῶττα, καὶ ὀγκοῦται μήτρα· ἡ εὔλαλος γλῶττα στει‐ ρεύει, καὶ ἡ ἄκαρπος στεῖρα γίνεται μήτηρ· μετοικεῖται | |
20 | τὸ πάθος τῆς μήτρας εἰς τὴν γλῶτταν· ἡ φωνὴ χαλι‐ νοῦται, καὶ ἡ γονὴ ἐλευθεροῦται. Ζαχαρίας σιγᾷ, καὶ ὁ Ἰωάννης σκιρτᾷ. Μόνον γὰρ εἶδεν ἡ στεῖρα τὴν παρθένον, κατενόησεν ὁ ἑωσφόρος τὸν ἥλιον, καὶ ἐσκίρτησε μέγα ὁ Ἰωάννης ἐν τῇ μητρικῇ νηδύϊ, τὴν | |
25 | βραδύτητα τῆς φύσεως αἰτιώμενος. Δεσπότου, φησὶ, κήρυξ εἰμί· καὶ πῶς τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι δεσμοῖς; Προλάβω τὸν χρόνον τῆς κυήσεως· οὐ περι‐ μένω τὸν τόκον, μὴ ἀπολέσω τὸν δρόμον, μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον δοῦλον, μὴ | |
30 | γένηται τῆς φύσεως ἡ ἀκολουθία παρανομία τῆς τά‐ ξεως. Ἐπέγνων τὸν παρόντα, καὶ σιωπᾷν οὐκ ἀνέχομαι· ἐπέγνων τὸν προαποστείλαντά με πρὸ προσώπου αὐτοῦ πορεύεσθαι, ἑτοιμάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐ‐ τοῦ. Σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ | |
35 | ἐπείγομαι. Ὢ τῶν παραδόξων πραγμάτων καὶ θαυμά‐ των! Ἅπερ ἠγνόησαν ἐν οὐρανοῖς ἄγγελοι, ἐγνώρισεν ὁ Ἰωάννης κυοφορούμενος, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ. Θρόνους ἔλαθε, καὶ τὸν ἐν μήτρᾳ Θεὸς ἐπιδημῶν οὐ παρέδραμε· κυριότητας ἔκρυψε, καὶ τῷ ἐν γαστρὶ τὸ | |
40 | τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε· καὶ ὅπερ ἐλήλυ‐ θεν ὁ ἀρχάγγελος τῇ θεοτόκῳ κομίζων εὐαγγέλιον, ἔνδο‐ θεν τὸ ἔμβρυον ἁλλόμενον ὑπηγόρευσεν. Ἐπιδημήσας γὰρ, καθὼς ἀρτίως ἠκούσατε, ὁ τοῦ γένους ἡμῶν λυ‐ τρωτὴς πρὸς τὸν ἑαυτοῦ φίλον Ἰωάννην ἀφίκετο κυο‐ | |
45 | φορούμενος παραχρῆμα· καὶ ἦν ἰδεῖν τὸν πλαστουργὸν ἀσπαζόμενον τὸν πηλὸν, τὸν βασιλέα εἰς τὴν τοῦ στρα‐ τιώτου σκηνὴν αὐλιζόμενον, τὸν Δεσπότην εἰς τὸ τοῦ δούλου δωμάτιον ἀφιγμένον. Ὃν ἐκ μήτρας ἐν μήτρᾳ θεασάμενος ὁ Ἰωάννης, τῆς φύσεως ὅρους παραδραμεῖν | |
61.760(50) | ἐπεχείρησεν, Οὐκ οἶδα, λέγων, φύσεως ὁροθέτην Κύ‐ ριον, οὐκ ἀναμένω κυήσεως χρόνον· ἐν γαστρὶ ἐνναμη‐ νιαῖος τόκος οὐκ ἀναγκαῖος ἐμοί· οὐ χρῄζω ταύτης τῆς εἱρκτώσεως, εἰς ἣν νῦν ἐγκέκλεισμαι. Καὶ τί οὐ δια‐ περῶ τὰ δεσμὰ τὰ κατέχοντά με; Ἐξέλθω, κηρύξω | |
55 | παραδόξων πραγμάτων σύντομον γνῶσιν· σήμαντρόν εἰμι θεϊκῆς παρουσίας, σάλπιγξ εἰμὶ τῆς τοῦ Θεοῦ Λό‐ γου σαρκώσεως. Σαλπίσω, καὶ πατρικὴν γλῶτταν εὐ‐ γλωττήσω λαλεῖν· σαλπίσω, καὶ μητρικὴν νεκρω‐ θεῖσαν μήτραν ζωώσω. Βλέπε τοῦ μυστηρίου τὸ ξένον· | |
60 | οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω φαίνεται, καὶ ἀπειλὰς ἀποστέλλει· οὔπω βοᾷν συγχω‐ ρεῖται, καὶ δι’ ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει· οὔπω βλέπει τὸ φῶς, καὶ γνωρίζει τὸν ἥλιον· οὔπω τίκτεται, καὶ προτρέχειν | |
65 | ἐπείγεται. Οὐ γὰρ φέρει τοῦ Δεσπότου ἐλθόντος παρακα‐ τέχεσθαι· οὐκ ἀνέχεται περιμένειν τοῦ τόκου τοὺς ὅρους, ἀλλὰ ῥῆξαι φιλονεικεῖ τὸ τῆς γαστρὸς δεσμωτήριον, καὶ προμηνῦσαι σπουδάζει τὸν Σωτῆρα ἐρχόμενον, κράζων τοῖς ἅλμασιν· Ὁ λύων τοὺς δεσμοὺς παρεγένετο, καὶ τί | |
70 | ἐγὼ δεδεμένος κατέχομαι; ἦλθεν ὁ λόγῳ κατασκευάσας τὰ σύμπαντα, καὶ τί ἐγὼ περιμένω τοὺς ὅρους τῆς φύ‐ σεως; Ἐξέλθω, προδράμω, κηρύξω, βοήσω τοῖς πᾶσι παροῦσιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου. Καὶ ταῦτα μὲν τὰ τοῦ Ἰωάννου | |
75 | σκιρτήματα, μᾶλλον δὲ ῥήματα. Τῇ δὲ Ἐλισάβετ ἐπλη‐ ρώθη, φησὶν, ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέν‐ νησεν υἱόν. Καὶ ἤκουσαν οἱ συγγενεῖς αὐτῆς, καὶ οἱ περίοικοι, καὶ συνέχαιρον αὐτῇ. Διὰ τί δὲ εἴρηται, Ἔτεκε καὶ ἐγέννησεν; Ὅτι τὸ μὲν φύσεώς ἐστιν ἔρ‐ | |
80 | γον, τὸ δὲ ὑπὲρ φύσιν. Καθ’ ὃ γυνὴ μὲν, ἔτεκε· καθ’ ὃ | 759 |
61.761 | δὲ Πνεύματος ἁγίου χάρις ἐπέστη, ὑπὲρ φύσιν ἐγέννη‐ σεν· ἄλλο γὰρ φύσεως πρᾶγμα, καὶ ἄλλο χάριτος ἔργον. Θαῦμα γὰρ ἦν τὸ γινόμενον ὑπὸ Ἰωάννου· καὶ οὐ τοσοῦτον εἶχε τοῦ πατρικοῦ γένους ὅσον τοῦ Θεοῦ Λόγου. | |
5 | Καὶ τούτου μάρτυς αὐτὸς ὁ ἀρχάγγελος Γαβριὴλ λέγων πρὸς Ζαχαρίαν· Ἰδοὺ ἡ γυνή σου γεννήσει υἱόν σοι, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὑτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπι‐ στρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς | |
10 | προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου. Ὢ ἄλλης παραδόξου φύσεως ὁ τόκος τοῦ παι‐ δός! ἦ παράδοξος, καὶ οὐ φυσικός· ὁ γὰρ γεννῶν, σὺν ἡδονῇ γεννᾷ, ἡ δὲ τίκτουσα, ἐν λύπαις τίκτει. Ἐπεὶ οὖν Ζαχαρίας ἠπίστησεν, ἡ δὲ Ἐλισάβετ οὐκ ἀμφέβαλε, | |
15 | τὸν ὀψίγονον παρ’ ἐλπίδα δεχομένη παῖδα, τούτου χάριν, τίκτειν καὶ γεννᾷν προσαγορεύεται, τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν πίστιν. Ὁ γεννῶν γὰρ, καθὼς προεῖπον, σὺν ἡδονῇ γεννᾷ· ἡ δὲ τίκτουσα, ἐν λύπαις τίκτει. Ποία δὲ λύπη ἐπὶ τῆς Ἐλισάβετ, ὅπου Πνεύμα‐ | |
20 | τος ἁγίου παρουσία, οὐχὶ δὲ μαίας ἀπείρου περιοδεία; ἡνίκα τῆς χάριτος τὸ ἔργον, οὐ τῆς φύσεως τὸ βάρος; καὶ πῶς, ἄκουε. Οἰκτρὸς ἦν ὁ πόνος πρὸς σύγκρισιν τῆς χαρμοσύνης. Οὐ γὰρ κατὰ τὸ γεννηθῆναι ὁ Ἰωάννης τὴν χάριν ἐδέξατο, ἀλλ’ ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος | |
25 | τὴν στολὴν τοῦ ἁγιασμοῦ δεξάμενος, στρατηγὸς παρά‐ δοξος γέγονε, καθὼς ἔφη ὁ ἄγγελος· Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυ‐ νάμει Ἠλίου. Τίς τίνος προελεύσεται; Ἰωάννης τοῦ | |
30 | Δεσπότου Χριστοῦ· διὰ τοῦτο Πρόδρομος ὀνομάζεται, ὡς ἔστιν αὐτοῦ τοῦ Ἰωάννου ἀκοῦσαι λέγοντος περὶ τοῦ Σωτῆρος· Ἔρχεται ὀπίσω μου ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν· ὀπίσω, διὰ τὸν χρόνον· ἔμπροσθεν, διὰ τὸν θρόνον. Διὰ τί δὲ ἐν πνεύματι καὶ δυνάμει· Ἠλίου | |
35 | τοῦ Θεσβίτου ὁ Γαβριὴλ τὸν Ἰωάννην προϊππάζειν τοῦ βασιλέως Χριστοῦ ἔλεγεν; Ἄκουε συνετῶς· Ἠλίας, Θεὸς ἑρμηνεύεται. Ἐπεὶ οὖν ὁ Ἰωάννης τὸν Θεὸν εἶχεν ἐν ἑαυτῷ, Πνεύματος γὰρ ἁγίου ἐπλήσθη ἔτι ἐκ κοιλίας μητρὸς αὑτοῦ, τὸ δὲ Πνεῦμα ὁ Θεός ἐστι· περὶ αὐτοῦ γὰρ | |
40 | ἔλεγεν ὁ Κύριος διὰ τοῦ προφήτου ἐκ πολλῶν τῶν χρό‐ νων· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμ‐ προσθέν σου, καὶ πολλοὺς ἐπιστρέψει ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν· τούτου χάριν ἐν πνεύματι καὶ δυνάμει | |
45 | Ἠλίου ὁ Ἰωάννης προοδεύει τοῦ Κυρίου· ἐπειδὴ καὶ πολλὰ παραπλήσια τοῦ Ἠλίου εἶχεν ὁ Ἰωάννης. Ἀμέ‐ λει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τῷ πατρὶ ἀποδίδοται. Ἐρωτώμενος γὰρ, φησὶν, ὁ Ζαχαρίας, τὸ τί ἂν θέλοι τὸ παιδίον καλεῖσθαι, ᾜτησε πινακίδιον, καὶ ἔγραψε | |
61.761(50) | λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· Ὁ μὴ πι‐ | Column end |
61.762 | στεύσας τοῦ ἀγγέλου τοῖς λόγοις, νῦν ἠναγκάσθη γρά‐ ψαι τὴν ὀπτασίαν, ἐγγράφως κηρύττων· ὁ μὴ δεξάμε‐ νος τότε τῇ ἀκοῇ τὰ λεχθέντα, νῦν νομοθετεῖ τῇ χειρὶ τὰ γινόμενα γράφων. Καὶ τὴν προσηγορίαν | |
5 | ἀποδοὺς τῷ παιδὶ, ἀπέλαβε τὴν φωνήν· Ὅθεν, φησὶν, ἐθαύμασαν πάντες. Ἀνεῴχθη γὰρ παραχρῆμα τὸ στόμα αὐτοῦ, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐ‐ τοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ὢ τοῦ παραδόξου καὶ ξένου θαύματος! ὄνομα γράφεται τέκνου, καὶ στόμα | |
10 | πατρὸς κωφὸν διανοίγεται· Ἰωάννης καλεῖται, καὶ τοῦ καλοῦντος ἡ γλῶττα ῥυθμίζεται. Ὁρᾷς ὡς οὐ διήμαρτε, καὶ ἡμεῖς ἀπαρεμποδίστως εἰπόντες τὴν πρέπουσαν ἐξήγησιν, οὐ διημάρτομεν; Ἰδοὺ γὰρ αὐτοῦ τοῦ δικαίου τὸ ὄνομα στόμα σιωπῆς διανοίγει, καὶ γλῶσσαν δυσκί‐ | |
15 | νητον διεγείρει. Οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάν‐ νου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια γίνεται. Ἐγὼ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ὢ τοῦ θαύματος! Λόγος ἐπιδημεῖ, καὶ | |
20 | φωνὴ προκηρύττει· Δεσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται· Βασιλεὺς παραγίνεται, καὶ στρατιώ‐ της προετοιμάζεται. Χαίρωμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι ἡ Ἐλισάβετ ἐγέννησε, καὶ ὁ Ζαχαρίας ἐλάλησεν· ὅτι στεῖρα ἔτεκε, καὶ ὁ πρεσβύτης ἐβόησεν, ὅτι πινα‐ | |
25 | κίδιον κηρόχυτον ἐζητήθη, καὶ γλῶσσα ἱερατικὴ ἐλύθη, καὶ ἡ φωνὴ ἐπανῆλθεν· ὅτι πρόδρομος ἐφάνη, καὶ ὁ κόσμος ὅλος ἐχάρη. Ἀλλ’ ἐνταῦθα μὲν ἔδει καταλῦσαι τὸν λόγον· οὐ συγχωρεῖ δὲ Ζαχαρίας βοῶν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ | |
30 | ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων! Τί λέγει ὁ Ζαχαρίας; Πρώτην φωνὴν μετὰ τὴν ἀνάστασιν ὁ Ζαχαρίας ἐβόησεν, Εὐλογητὸς Κύριος. Τί οὖν; τέθνηκεν ὁ Ζαχαρίας, καὶ ἀνέστη; Οὐ τέθνηκε φυσικῶς· παραπλήσια δὲ ὑπέμεινε τῷ θανάτῳ. Οἴκοθεν | |
35 | γὰρ, ὥσπερ τάφον, τὴν σιωπὴν ἔσχε, καὶ σπαργάνοις κατεδέθη, τοῖς γλωττίοις δεσμοῖς· τὸν βίον μετῆλθε, μὴ ἀναπνέων τὴν ἱερωσύνην· καὶ θρῆνον ὑπέμεινε, τὴν τοῦ λαοῦ στυγνότητα. Ἱερέως γὰρ ἀργοῦντος, τῷ πένθει κατέπιπτον πάντες οἱ μεσιτευόμενοι. Πρώτην φωνὴν | |
40 | ταύτην ἐβόησε μετὰ τὴν τροπικὴν ταύτην ἀνάστασιν ὁ Ζαχαρίας· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ. Ὦ Ζαχαρία, εἰ μὴ τὸν πνευματικὸν στάχυν κατεῖδες, τὸν νοητὸν γεωργὸν οὐκ ἐγνώριζες· εἰ μὴ τὸ δῶρον ἀπέλα‐ βες, τὸν δοτῆρα οὐκ εὐλόγησας. Ἀλλ’ ἀξίαν ᾠδὴν τοῦ | |
45 | δώρου ὁ Ζαχαρίας προφητικῶς τῷ Θεῷ ᾔνεσε. Κράζω‐ μεν δὲ καὶ ἡμεῖς· Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν Χρι‐ στιανῶν, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 761 |