TLG 2062 309 :: JOANNES CHRYSOSTOMUS :: In illud: Homo quidam descendebat [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Homo quidam descendebat [Sp.] Citation: Vol — pg — (ln) | ||
61.755(25t) | Εἰς τὴν τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου παραβολὴν λέγουσαν, Ἄνθρωπός τις κατέβαινε, καὶ λῃσταῖς | |
26t | περιέπεσεν. | |
---|---|---|
27 | Ὄντως, κατὰ τὸν θεῖον ἀπόστολον, Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Ἔδραμε σήμερον ὁ ἱερεὺς, ἔδραμε καὶ | |
30 | Λευίτης, καὶ ὁ Σαμαρείτης μόνος ἔλαβε τὸ βραβεῖον. Τοὺς γὰρ πρὸ αὐτοῦ ἐλθόντας καὶ δραμόντας ἀκόπως δραμὼν παρεπήδησεν· ἃ γὰρ οἱ νομομαθεῖς οὐκ ἐποί‐ ησαν, ταῦτα κατώρθωσεν ὁ ἀλλόφυλος. Οἱ μὲν γὰρ ἰδόντες ἐν ἑτέρῳ τὴν οἰκείαν κινδυνεύουσαν φύσιν, τὰ | |
35 | σπλάγχνα ἀπέκλεισαν τῆς συμπαθείας, καὶ τοὺς ὀφθαλ‐ μοὺς καμμύσαντες, ὡς στήλην νεκρὰν τὸν κείμενον ὑπερέβησαν, ὡς καί ποτε ὁ πλούσιος πρὸ τῶν θυρῶν αὐτοῦ ἐῤῥιμμένον τὸν Λάζαρον· ὁ δὲ ἄπιστος Σαμαρεί‐ της, πιστότερος δὲ μᾶλλον καὶ τῶν ἱερέων, τῶν οἰκείων | |
40 | ἐπιλαθόμενος πραγμάτων, παρεμυθήσατο τὸν ξένον, καὶ τῆς ἐπειγούσης αὐτὸν χρείας ἐπιλαθόμενος, πρὸς τὴν θεραπείαν τοῦ πεπληγότος ἠπείγετο, καὶ τὸν νόμον οὐκ εἰδὼς, ἐπλήρωσε, πάντα πεποιηκὼς τὰ τοῦ νόμου. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου | |
45 | ἐργάζωνται, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλή‐ λων τῶν λογισμῶν κατηγορούντων. Τί οὖν ὁ εὐαγγε‐ | |
61.755(50) | λιστής φησιν; Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερου‐ σαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλ‐ θον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυ‐ ρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, | |
55 | καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων, ἦλθε κατ’ αὐτὸν, καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ προσ‐ ελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων | |
60 | ἔλαιον καὶ οἶνον. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια, ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ· Ἐπι‐ μελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ | |
65 | ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Μάθωμεν οὖν τίς ἐστιν ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταὶ οἷς περιέπεσε, καὶ τί τὸ ἔνδυμα ὃ ἀπέδυσαν αὐτὸν, καὶ τίνες αἱ πληγαὶ ἃς ἐπέθηκαν τῷ ἀνθρώπῳ, καὶ διὰ τί ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα, καὶ | |
70 | τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευίτης, καὶ τίς ὁ Σαμαρείτης, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος, καὶ τίνες οἱ ἐπίδε‐ σμοι, καὶ τί τὸ κτῆνος, καὶ τί τὸ πανδοχεῖον, καὶ τίς ὁ πανδοχεὺς, καὶ τί τὰ δύο δηνάρια, καὶ τί τὸ προσανά‐ λωμα ὃ προσεπηγγείλατο προσαποδοῦναι, καὶ τίς ἡ | |
75 | ἐπάνοδος τοῦ Σαμαρείτου. Τίς οὖν ὁ ἄνθρωπος ὁ κατα‐ | |
βαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ; Ἡ Ἱερουσαλήμ | Column end | |
61.756(25) | ἐστιν ὁ παράδεισος, ἡ Ἱεριχὼ, ὁ κόσμος οὗτος· ἄνθρω‐ πος δὲ ὁ καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ὁ πρωτόπλαστός ἐστιν Ἀδάμ· ἐκπεσὼν γὰρ ἐκ τοῦ παραδείσου κατῆλθεν εἰς Ἱεριχώ· τουτέστιν, εἰς τὸν κόσμον τοῦτον. Καὶ ἐλθὼν λῃσταῖς περιέπεσε· τουτ‐ | |
30 | έστι, τοῖς πονηροῖς δαίμοσι τοῖς φονικωτάτοις· οἳ καὶ ἐκδύσαντες αὐτὸν τὸ ἔνδυμα τῆς ἀθανασίας, ὃ πρὸ τῆς ἁμαρτίας ἐφόρει, ἐνέδυσαν αὐτὸν φύλλα συκῆς. Διὰ τί φύλλα συκῆς; Ὅτι τραχέα εἰσὶ καὶ πικρά. Ἐπειδὴ δὲ μετὰ τὴν ἁμαρτίαν τραχύτης προσεγένετο αὐτῷ πρα‐ | |
35 | γμάτων καὶ πικρία πολλὴ, διὰ τοῦτο ἐνεδύσατο φύλλα συκῆς. Καὶ πληγὰς ἐπιθέντες, τουτέστι, τὰς βιωτι‐ κὰς ὀδύνας. Τὸ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, καὶ, Ἀκάνθας καὶ τριβόλους ἀνα‐ τελεῖ σοι ἡ γῆ, καὶ, Ἐν λύπαις τέξῃ τέκνα· αὗται | |
40 | αἱ πληγαὶ τῆς ψυχῆς. Καὶ ἀπῆλθον ἀφέντες αὐτὸν ἡμιθανῆ τυγχάνοντα. Οὔτε γὰρ ἐν ζῶσιν ἦν παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ ὁ Ἀδὰμ, οὐδὲ τελείως ἐνεκρώθη, τῷ μὴ τελείως ἀρνήσασθαι τὸν Θεόν. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ. Καὶ οὐκ | |
45 | εἶπε, Κατὰ συντυχίαν, ἀλλὰ, Κατὰ συγκυρίαν· Κατὰ συντυχίαν γάρ ἐστιν, ἀπροόπτως καὶ ἀπροσδοκήτως, ὅταν ἐξ αὐτομάτου τις παραγένηται· κατὰ συγκυρίαν δέ ἐστιν, ὅταν τις κατὰ πρόνοιαν Θεοῦ τι ποιήσῃ. Ἐν‐ ταῦθα οὖν κατὰ πρόνοιαν Θεοῦ κατέβαινεν ὁ ἱερεὺς ἐν | |
61.756(50) | τῇ ὁδῷ ἐκείνῃ, Καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευίτης. Τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευί‐ της; Ἱερεὺς μὲν ἔστιν ὁ Μωσαϊκὸς νόμος, Λευίτης δὲ ὁ προφητικὸς λόγος. Οὗτοι μὲν οὖν κατὰ πρόνοιαν μὲν Θεοῦ ἦλθον ἐπὶ τῇ θεραπείᾳ τοῦ τετραυματισμένου ὑπὸ | |
55 | τῶν λῃστῶν· μὴ δυνηθέντες δὲ θεραπεῦσαι αὐτὸν, ἀντι‐ παρῆλθον. Τούτων οὖν μὴ ἰσχυσάντων ἀναστῆσαι τὸν κείμενον, ἔρχεται Σαμαρείτης, ὅς ἐστιν ὁ Δεσπότης Χριστὸς, ὁ φύλαξ τῶν ἡμετέρων ψυχῶν· Σαμαρείτης γὰρ ἑρμηνεύεται φύλαξ. Διὰ τοῦτο οὖν εἶπε· Σαμαρεί‐ | |
60 | της δέ τις ὁδεύων ἦλθε. Καὶ οὐκ εἶπεν, ὅτι Ἦλθε πρὸς αὐτὸν, ἀλλ’, Ἦλθε κατ’ αὐτὸν, τουτέστι, σαρ‐ κοφορήσας κατ’ αὐτὸν, πάθει σωματικῷ ὑποκείμενος κατ’ αὐτὸν ἀναμαρτήτως. Καὶ ἰδὼν αὐτὸν, ἐσπλαγ‐ χνίσθη ἐπ’ αὐτῷ, καὶ προσελθὼν κατέδησε τὰ τραύ‐ | |
65 | ματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον. Τίνες οἱ ἐπίδεσμοι, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος; Ἐπίδεσμοί εἰσιν αἱ παραγγελίαι τοῦ Χριστοῦ, τὸ ἔλαιον, τὸ χρίσμα τὸ ἅγιον, οἶνος δὲ τὸ μυστήριον τῆς πίστεως. Διὰ τῶν τριῶν τούτων τὰ ψυχικὰ ἡμῶν θεραπεύεται τραύματα. | |
70 | Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον. Ἴδιον κτῆνος λέγει τὸ σῶμα ὁ Χριστὸς, ὃ ὑπὲρ ἡμῶν ἀνέλαβεν ἐκ τῆς ἀχράντου παρθένου. Ἀνεβίβασεν οὖν | |
ἐπὶ τὸ ἴδιον κτῆνος τὸν τετραυματισμένον ὑπὸ τῶν λῃ‐ | 755 | |
61.757 | στῶν· ἐπειδὴ, κατὰ τὸν προφήτην Ἡσαΐαν, Αὐ‐ τὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε. Καὶ ἤγαγεν εἰς πανδοχεῖον, τουτέστιν, εἰς τὴν ἁγίαν Ἐκκλησίαν, καὶ ἐπεμελήθη αὐτοῦ, τὸ | |
5 | πρότερον αὐτὸς δι’ ἑαυτοῦ. Ἐπὶ τὴν αὔριον δὲ ἐξ‐ ελθὼν, τουτέστι, μετὰ τὴν ἁγίαν ἀνάστασιν, ἐκβαλὼν δύο δηνάρια, δέδωκε τῷ πανδοχεῖ. Τίς ἐστιν ὁ παν‐ δοχεὺς, καὶ τί τὰ δύο δηνάρια; Ὁ πανδοχεὺς Παῦλος ὁ ἀπόστολός ἐστιν, ὁ προβληθεὶς τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ· | |
10 | πανδοχεὺς δὲ ἐκλήθη διὰ τὸ πάντας δέχεσθαι, καὶ πάν‐ τας ἕλκειν εἰς σωτηρίαν. Ἐκβαλὼν δύο δηνάρια ὁ Χρι‐ στὸς μετὰ τὴν ἀνάστασιν, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην, ἔδωκε τῷ πανδοχεῖ, εἰπὼν αὐτῷ· Ἐπιμελή‐ θητι αὐτοῦ· σοὶ, φησὶ, παραδίδωμι τὸν ἐξ ἐθνῶν λαὸν, | |
15 | τὸν τετραυματισμένον ὑπὸ τῶν λῃστῶν φονικωτάτων· μόνον ἐπιμελήθητι αὐτοῦ· καὶ ὃ δ’ ἂν προσδαπανήσῃς, | |
ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τί οὖν προσ‐ | Column end | |
61.758 | εδαπάνησε Παῦλος τοῖς δηναρίοις; Τὰς δέκα τέσσαρας ἐπιστολὰς, ἃς διεπέμψατο τοῖς ἔθνεσι. Τί ἐστι τὸ, Ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι; Ἐν τῇ δευτέ‐ ρᾳ μου παρουσίᾳ, ὅταν ἔρχωμαι κρῖναι ζῶντας καὶ νε‐ | |
5 | κροὺς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με, ἀποδώσω σοι ἃ προσεδαπάνησας· καθὼς καὶ αὐτὸς ὁ Παῦλος λέγει· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος | |
10 | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐ‐ τοῦ. Τοῦ τοιούτου οὖν, ἀδελφοὶ, στεφάνου γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν πάντας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν | |
15 | τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 757 |