TLG 2062 308 :: JOANNES CHRYSOSTOMUS :: In illud: Pater si possibile est [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Pater si possibile est [Sp.]

Citation: Vol — pg — (ln)

61

.

751

(19t)

Εἰς τὸ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ’ ἐμοῦ. Τῇ μεγάλῃ Παρασκευῇ.
20 Οὐδὲν ἀπεοίκασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι μη‐ τρὶ φιλοτέκνῳ, πάντα πόνον καὶ κάματον ὑπομενούσῃ διὰ τὴν τῶν φιλτάτων τέκνων ἀνατροφήν. Ὡς γὰρ ἐκείνη τὸν μασθὸν προΐσχουσα, τὴν τοῦ γάλακτος ἀκάματον τροφὴν τῷ φιλτάτῳ παρέχει, ὡσαύτως καὶ ὁ τῆς Ἐκ‐
25κλησίας διδάσκαλος τὴν θηλὴν τῆς διανοίας προβαλλό‐ μενος τοῖς παισὶ τῆς Ἐκκλησίας, πόθῳ ψυχῆς ὑφ‐ έλκειν τὸ γάλα τοῦ λόγου παρακαλεῖ. Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώ‐
30ματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ περιλειώσασα, ὑπηρέτις τῆς ζωῆς τῶν οἰκείων τέκνων γίνεται· τὸν αὐτὸν τρόπον καὶ ὁ διδάσκαλος μετὰ τὴν κατήχησιν τῶν θείων λογίων, καὶ οἱονεὶ μετὰ τὴν γαλακτοτρο‐ φίαν, καὶ τὸν δυσερμήνευτον ἄρτον τοῦ λόγου τῇ μα‐
35χαίρᾳ τοῦ πνεύματος διαλύσας, καὶ τῶν ποικίλων καὶ διαφόρων ἑρμηνειῶν καὶ θεωριῶν Γραφικῶν εἰς μίαν κρᾶσιν διδασκαλίας συναγαγὼν, νόστιμον τὸν λόγον τοῖς ὑπ’ αὐτοῦ τρεφομένοις παισὶ μεταδίδωσι. Διὸ δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ταῖς προλαβούσαις ἡμέραις
40τοῖς εὐθυλύτοις λόγοις ὑμᾶς γαλακτοτροφήσαντες, νῦν πρὸς διδαγμάτων θεωρίαν ἄγωμεν, τοῦ ἁγίου Πνεύμα‐ τος νόστιμον ὑμῖν τὸν λόγον τῆς διδασκαλίας ἀρτύοντος. Ἔστι δὲ ἡμῖν προκείμενος ἐπὶ τῆς τῶν Γραφῶν τρα‐ πέζης, ὁ ἄρτος τοῦ λόγου τοιοῦτος· Διὰ τί ὁ Κύριος
45ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ τῆς πάντων ζωῆς ἐληλυθὼς ἀναδέξασθαι τὸ παθεῖν καὶ θανεῖν, ἐλθὼν ἐπὶ τὸν ἀοίδι‐ μον σταυρὸν λέγει· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ’ ἐμοῦ. Πολλοὶ γὰρ μὴ νοήσαν‐ τες τὸν σκοπὸν τῆς σοφίας, καὶ τὸν κεκρυμμένον θη‐

61

.

751

(50)

σαυρὸν ἐν τῷ ῥήματι, μὴ προσεσχηκότες, δειλίας αὐτοῦ καταγγέλλουσιν. Ἀλλὰ δεῦρο καὶ ἡμεῖς, ἀγαπητοὶ, τέως πρὸς αὐτὸν, ὥσπερ νήπιοι διαλεχθῶμεν, ἵνα τὰ ὑπ’ ἐκείνου ἡμῖν νοήματα ὡς νηπίοις διαπορθμεύσωμεν. Εἴπωμεν τοίνυν πρὸς αὐτὸν, οὐχ ὥσπερ τέλειοι, ἀλλ’
55ὡς νήπιοι· Τίνος ἕνεκεν, Κύριε, ἐλθὼν τοῦ παθεῖν ὑπὲρ ἡμῶν, ἐλθὼν τοῦ σταυρωθῆναι, δειλιᾷς καὶ εὔχῃ λέγων· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρ‐ ελθέτω ἀπ’ ἐμοῦ; Εἰ ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβὼν, μηδενός σε ἀναγκάσαντος, τί νῦν ἄλλον ἀξιοῖς
60καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ μὴν συνείχου καὶ ἔσπευδες τοῦ πιεῖν τὸ ποτήριον τοῦτο. Ἔλεγες γὰρ, Βάπτισμα ἔχω βα‐ πτισθῆναι· καὶ πῶς συνέχομαι, ἕως οὗ πίω αὐτό; καὶ ὁ συνεχόμενος καὶ σπεύδων τοῦ πιεῖν αὐτὸ, παραι‐
65τεῖς καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Μὴ γὰρ ἠγνόεις, ὅτι ἤμελλες ὑπὲρ ἡμῶν θάνατον ὑπομένειν; Καὶ μὴν σὺ ἔλεγες, ὅτι· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρω‐ θῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Τί οὖν ἐλθὼν
70ἐγγὺς τοῦ σταυροῦ παραιτῇ καὶ λέγεις· Εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ εἰ τοῦτο ἐβούλου, τί τῷ σῷ μαθητῇ Πέτρῳ κωλύοντί σε ἐπετί‐ μησας; ἔλεγες γὰρ, Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνα‐
75στῆναι. Ἔλεγε δὲ καὶ Πέτρος· Ἵλεώς σοι, Κύριε, οὐ
μὴ ἔσται σοι τοῦτο· πρὸς ὃν ἀγανακτήσας ἔφης,Column end

61

.

752

(19)

Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ,
20ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ οὖν ἐκείνῳ ἐπετίμησας τότε, ὡς ἀνθρώπινα φθεγγο‐ μένῳ, τί νῦν ἐπιζητεῖς ὃ τότε ἐκεῖνος ἐκώλυε, καὶ λέ‐ γεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρ‐ ελθέτω; Σὲ κτιστὴν τῶν ὁρωμένων καὶ μὴ ὁρωμένων
25μανθάνομεν εἶναι· καὶ γὰρ νόσους ἁφῇ χειρὸς ἐθερά‐ πευσας, καὶ νεκρῶν λελυμένα σώματα διὰ ῥήματος ἔπηξας, καὶ πηγὰς αἱμάτων κρασπέδοις ἱματίων ἐξή‐ ρανας, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας εἰς κό‐ ρον διέθρεψας, ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησας, καὶ
30πάντα σοι ὑπήκουσαν τρόμῳ· καὶ ὁ τοσούτων θαυμά‐ των δημιουργὸς, καὶ θανάτων λυτήριος νῦν θάνατον φοβῇ, καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ εἰ σὺ θάνατον φοβῇ, ἐν τίνι λοιπὸν ἕξομεν τῆς ζωῆς τὰς ἐλπίδας; καὶ εἰ φοβῇ θά‐
35νατον, πῶς λέγεις, Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστα‐ σις; ζωὴ γὰρ καὶ ἀνάστασις θάνατον οὐδέποτε φοβεῖ‐ ται. Τί δέ ἐστι καὶ ὃ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Ἆρα ἀγνοεῖς, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀγνοεῖς πότερον δυνα‐
40τόν ἐστιν, ἢ ἀδύνατον παρελθεῖν τὸ ποτήριον; Καὶ πῶς ἔλεγες· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός; καὶ τὸν μὲν Πατέρα ἐπιγινώσκεις, οὗ μεῖζον οὐδέν ἐστι, τὸ δὲ ποτήριον, εἰ δυνατόν ἐστι παρελθεῖν, οὐ γινώσκεις; Πῶς δὲ καὶ ὁ Παῦλός φησιν, ὅτι· Οὐκ ἔστι
45κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; καὶ πάλιν, Ζωὴ γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώ‐ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού‐ μενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρ‐

61

.

752

(50)

μῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Εἰ οὖν οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώ‐ πιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πῶς σὺ νῦν, ὡς ἀγνοῶν, λέγεις, Πά‐ τερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ’
55ἐμοῦ, ἐὰν μή τι ᾖ ἀποκεκρυμμένον μυστήριον ἐν τῷ λόγῳ; Οὐ πρέπει σοι, Κύριε, ὁ λόγος οὗτος· Θεὸς γὰρ εἶ, Θεοῦ Υἱὸς, Λόγος, σοφία, δύναμις, φῶς, ἥλιος δι‐ καιοσύνης, πηγὴ ἀθάνατος, ζωὴ αἰώνιος, ἀνάστασις ἡμῶν τῶν τῇ ἁμαρτίᾳ τεθανατωμένων. Πάτερ, εἰ δυ‐
60νατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ὢ πῶς δυσ‐ έφικτός ἐστιν ὁ λόγος καὶ δυσθεώρητος καὶ δυσδιάκρι‐ τος; ὢ πῶς στενός ἐστι καὶ τεθλιμμένος παρὰ πολλοῖς ἀνθρώποις; Δίδαξον ἡμᾶς, Κύριε, τὸ μυστήριον τοῦτο τοῦ λόγου σου· σοῦ γάρ ἐσμεν, καὶ σοὶ ἐπιστεύσαμεν.
65Μὴ ἐπαιρέσθω ὁ γίγας ἐν τῇ βλασφημίᾳ αὐτοῦ Εὐνό‐ μιος, μηδὲ ὀνειδιζέτω παρεμβολὴν Κυρίου Ἰσραήλ· ἐκεῖνος μὲν γὰρ ἡμᾶς ὀνειδίζει, εἰς σὲ δὲ τὸν Δεσπό‐ την ἡμῶν ἀνατρέχει ἡ ὕβρις. Ἐξέγειρον τὸν ἐν τῇ καρδίᾳ ἡμῶν ἐγκείμενον νοῦν, καθάπερ τὸν πραότα‐
70τον Δαυΐδ· δὸς ἡμῖν ἕνα λόγου λίθον, ἵνα δι’ αὐτοῦ σφενδονήσαντες, τὸ κεφάλαιον τῆς δυσσεβείας αὐτῶν διαλύσωμεν, ἵνα γνῷ πᾶσα ἡ παρεμβολὴ σήμερον, Ὅτι σὺ εἶ Κύριος ὕψιστος, μόνος ἐπὶ πᾶσαν τὴν γῆν. Πολὺς ἡμῖν ὁ αἱρετικῶν ἐπίκειται σύλλογος, τί λέγων;
75Ὁρᾷς πῶς φοβεῖται καὶ δειλιᾷ; ὁρᾷς πῶς εὔχεται τῷ751

61

.

753

Πατρὶ λέγων· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Νῦν Εὐνόμιος χαίρει, νῦν Ἄρειος εὐφραί‐ νεται, ὡς εὑρηκότες ῥήματα βλάσφημα κατὰ τῆς ἀλη‐ θείας συρίζοντα. Ἀλλὰ μὴ εὐφρανθείητε, πάντες οἱ ἀλ‐
5λόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ἡμᾶς. Μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Τὸ γὰρ στό‐ μα Κυρίου ἐλάλησε ταῦτα· Πάτερ, εἰ δυνατὸν, τὸ
10ποτήριον τοῦτο παρελθέτω. Ὢ ποτήριον ζωῆς καὶ ἀθανασίας μεμεστωμένον! ὃ λαβόντες Εὐνόμιος καὶ Ἄρειος, τῇ οἰκείᾳ κακοπιστίᾳ ἐπιθολώσαντες, ποτί‐ ζουσι τῷ πλησίον ἀνατροπὴν δολερὰν, οἱ τὴν ἐν αὐτῷ γλυκεῖαν κρᾶσιν τῶν νοημάτων πικρὰν εἶναι νομί‐
15ζοντες, καὶ μήτε τὴν, Οὐαὶ, φωνὴν φοβούμενοι, λεγούσης τῆς Γραφῆς· Οὐαὶ τῷ ποτίζοντι τῷ πλησίον αὐτοῦ ἀνατροπὴν δολεράν! Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς! Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυ‐
20τοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες! Ἡμεῖς δὲ, ἀγαπητοὶ, λαβόντες τὸ ποτήριον τοῦ Κυρίου ἡμῶν, τὴν ἐν αὐτῷ γέμουσαν διδασκαλίαν πόθῳ ψυχῆς ἀρυσώμεθα. Πάτερ, εἰ δυνατόν ἐστι, τὸ ποτήριον τοῦτο παρ‐ ελθέτω. Οὐχ ὡς σὺ νομίζεις, Ἄρειε, ἄρα δειλιᾷ ὁ Κύριος
25ἡμῶν, ἢ φοβούμενος τὸν θάνατον ταῦτα λέγει· πῶς γὰρ ἂν ἐφοβήθη ὁ ἐξουσίαν ἔχων θανεῖν καὶ μὴ θανεῖν; λέγει γάρ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ μὲν γὰρ ἠναγκάζετο ὑπό τινος, καλῶς ἔλεγες αὐτὸν δειλιᾷν·
30νῦν δὲ αὐτὸς λέγει, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· τοῦτ’ ἔστιν. Οὐκ ἀναγκάζομαι ὑπό τινος, ἐπεὶ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξου‐ σίαν ἔχω λαβεῖν αὐτήν· ἀλλ’ ὥσπερ ἐμαυτὸν ἐκέ‐
35νωσα, μορφὴν δούλου λαβὼν, μηδενός με ἀναγκάζοντος, καὶ ἐμαυτοῦ τὸ σῶμα ᾠκοδόμησα. γὰρ σοφία ᾠκο‐ δόμησεν ἑαυτῇ οἶκον· τὸν αὐτὸν τρόπον δύναμαι καὶ λυθέν μου τὸ σῶμα θανάτῳ διὰ τῆς ζωῆς ἐγεῖραι. Ἐγὼ γάρ εἰμι ὁ λέγων, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν
40τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὥστε οὖν οὐ δειλιῶν, οὐδὲ φοβούμενος τὸν θάνατον ταῦτα λέγω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, ἀλλ’ ἀπο‐ κρύφου μυστηρίου λόγον προβαλλόμενος. Τοῦτο τὸ ῥῆμα δέλεάρ ἐστι τῷ διαβόλῳ· δεῖ με αὐτὸν τούτοις
45τοῖς ῥήμασιν ἀγκιστρεῦσαι. Εἶδέ με ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, ὅτι νόσους ἁφῇ χειρὸς ἐθεράπευσα, ὅτι λεγεῶνας δαιμόνων ῥήματι ἐφυγάδευσα, ὅτι λεπρῶν χαλαζώματα δίκην πτύου τῷ λόγῳ ἀπέξεσα, ὅτι παρα‐ λελυμένα γόνατα φωνῇ ἔπηξα, ὅτι ἀνέμοις καὶ θαλάσσῃ

61

.

753

(50)

ἐπετίμησα, καὶ πάντα μοι ὑπήκουσαν τρόμῳ· καὶ ἐξ αὐτῶν τῶν πραγμάτων θεωρήσας με εἶναι Υἱὸν Θεοῦ, ἐνόησεν ὅτι, Ἐὰν ἐγὼ σταυρωθῶ, ἐκεῖνος ἀπώλετο· ἐὰν ἐγὼ κατέλθω εἰς τὰ καταχθόνια, τοὺς μοχλοὺς αὐτοῦ τοὺς σιδηροῦς συντρίψω, καὶ τὰς πύλας αὐτοῦ τὰς χαλ‐
55κᾶς συνθλάσω. Καὶ ταῦτα θεωρήσας, φοβούμενος φεύ‐ γει στῆσαι τὸ πολυτίμητόν μοι [τὸ] τρόπαιον τοῦ σταυ‐ ροῦ. Τί οὖν ἐγὼ ποιῶ; Ὡς σοφὸς ἁλιεὺς ὑποκρίνομαι δειλιᾷν, ὑποκρίνομαι φοβεῖσθαι τὸν θάνατον, καὶ λέγω· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω·
60ἵνα ἐκεῖνος ἐκ τῶν τοιούτων ταπεινῶν μου ῥημάτων νο‐ μίσας με ἄνθρωπον εἶναι δειλὸν, φεύγοντα τὸν θάνατον, σπεύσῃ ἐν μέσῃ τῇ γῇ στῆσαι τὸ ξυλοπαγὲς μυστήριον τοῦ σταυροῦ, ὡς νομίζει, κατ’ ἐμοῦ. Δεῖ με οὖν ὡς σοφὸν ἁλιέα τεχνάσασθαι κατ’ αὐτοῦ, δεῖ με πάντα
65ὑπομεῖναι ὑπὲρ τῆς πάντων ζωῆς. Εἰ γὰρ ἐκεῖνος ἐτεχ‐ νάσατο ἐξ ἀρχῆς κατὰ τῆς τοῦ Ἀδὰμ ἀπωλείας, πολλῷ μᾶλλον ἐγὼ τεχνάσομαι ὑπὲρ τῆς πάντων σωτηρίας. Ῥήμασι δολεροῖς ἠπάτησε τὸν Ἀδὰμ, ῥήμασι θεϊκοῖς ἀπατηθήσεται ὁ δολερός. Πάτερ, εἰ δυνατὸν, τὸ πο‐
70τήριον τοῦτο παρελθέτω ἀπ’ ἐμοῦ. Ἐὰν μὴ ὁ ἁλιεὺς, ὅτε χαλάσει τὸ ἄγκιστρον εἰς τὴν θάλασσαν, ποτὲ μὲν ἐνδῷ τῷ ἀγκίστρῳ, ποτὲ δὲ ὡς φεύγοντα δείξῃ τὸν σκώ‐ ληκα, τῇ χειρὶ ὑφέλκων, οἱ ἰχθύες οὐκ ἐφάλλονται. Περιέθηκα τῷ ἀγκίστρῳ μου τῆς θεότητος τὸν σκώ‐
75ληκα τοῦ σώματος· ἐχάλασα τὸ ἄγκιστρον κεκρυμμέ‐ νον ἐν τῷ σκώληκι τοῦ σώματος εἰς τὸν βυθὸν τοῦ βίου τούτου· ἐὰν μὴ ὁ σκώληξ ὡς σκώληξ κινηθῇ, ὁ ὀφείλων ἀγκιστρευθῆναι οὐκ ἐπέρχεται τῷ ἀγκίστρῳ. Δεῖ με τοίνυν ὡς σκώληκα σχηματίσασθαι, καὶ λαλῆσαι· Ἐγὼ
80γάρ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ἵν’ ἐκεῖνοςColumn end

61

.

754

ἐπιδράμῃ καὶ ἅψηται τῷ ἀγκίστρῳ, καὶ ἑλκυσθῇ ὑπ’ ἐμοῦ, καὶ πληρωθῇ τὸ γεγραμμένον ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Γίνομαι ὡς ἄνθρωπος δει‐ λιῶν, γίνομαι ὡς φεύγων τὸν θάνατον· εἴπω, Περίλυ‐
5πός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· εἴπω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ἀκούων ἐκεῖνος τούτων τῶν ῥημάτων, χαίρει καὶ εὐφραίνεται· σπεύδει γὰρ τὰ ἐναντία μου πράττειν. Ὅταν ἀκούσῃ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρ‐
10ελθέτω, εὐφραίνεται· καὶ τί λέγει ἐν ἑαυτῷ; Καὶ οὗ‐ τος ἄνθρωπός ἐστι. Κατέπιον τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς πατριάρχας καὶ τοὺς προφήτας· κατα‐ πίω καὶ τοῦτον. Ἰδοὺ γὰρ, ὡς ἄνθρωπος, δειλιᾷ· ἄν‐ θρωπός ἐστι· καταπίω αὐτόν. Καταπίῃ με ὡς ἄνθρω‐
15πον, καὶ εὑρήσει με ἐν τῇ κοιλίᾳ αὐτοῦ ὡς Θεὸν ἐργα‐ ζόμενον. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Καταπίῃ τὴν ζύμην τοῦ σώματος, καὶ εὑρήσει τὸν ἄνθρακα τὸν ἄσβεστον τῆς θεότητος, δει‐ νῶς αὐτὸν ἔνδοθεν κατακαίοντα· Πῦρ γὰρ ἦλθον βα‐
20λεῖν ἐπὶ τὴν γῆν. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Λαλήσω ὡς ἀρνίον, οὐ θέλω βλέπειν αὐτὸν τὴν στίλβουσαν μάχαιραν τῆς θεότητος, ἵνα μὴ φύγῃ ὁ λύκος. Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τῆς ἔν‐ δοθεν τῆς τριστόμου μαχαίρας κατακεντηθήσεται· Οὐκ
25ἦλθον γὰρ εἰρήνην βαλεῖν αὐτῷ, ἀλλὰ μάχαιραν. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Κρύπτω τὸν ποιμένα Θεὸν ἐν τῷ ἀρνίῳ τοῦ σώματος· οὐ θέλω φανερῶσαι τὸν ποιμένα Θεὸν, ἵνα μὴ φύγῃ ὁ λύκος· ἐὰν ἴδῃ τὸν ποιμένα, ἀφίσταται ὁ λύκος. Λα‐
30λήσω ὡς ἀρνίον. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Λαλήσω ὡς ἀρνίον μὴ ἔχον ποι‐ μένα· ἐγενόμην γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος. Κατα‐ πίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τοῦ ἔνδοθεν ποιμένος τῇ βακτηρίᾳ τοῦ σταυροῦ συνθλασθήσεται. Μασήσεται τὸν
35κόκκον τοῦ σινάπεως, καὶ εὑρήσει τὴν δριμύτητα τῆς θεότητος δεινῶς αὐτὸν βασανίζουσαν· μασήσεταί με ὡς ἄνθρωπον, καὶ εὑρήσει τὴν στεῤῥὰν πέτραν σφοδρῶς τοὺς ὀδόντας αὐτοῦ συγκλῶσαν· ἵνα μάθῃ μηκέτι ἀν‐ θρώπους μασᾶσθαι· καὶ πληρωθήσεται τὸ γεγραμμέ‐
40νον, Ὁ δὲ Θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Εἰ ᾔδει ὁποῖόν ἐστι τὸ ποτήριον τοῦτο, ὅπερ ἐγὼ εἰρωνείᾳ ἀπεύχομαι, ἐκεῖνος ἂν ηὔξατο παρελθεῖν· κατ’ ἐκείνου γάρ ἐστι κεντητήριον, τοῖς δὲ
45ἐμοῖς σωτήριον. Ὅταν με καταπίῃ, τότε αἰσθήσεται ὃν κατέπιεν· ὅταν ἴδῃ δι’ ἐμὲ ἥλιον ἀφανιζόμενον, ἡμέραν σκοτιζομένην, τότε καὶ αὐτὸς πικρανθήσεται· καὶ πληρωθήσεται τὸ γεγραμμένον· Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι. Πάτερ, εἰ δυνατὸν, τὸ

61

.

754

(50)

ποτήριον τοῦτο παρελθέτω. Μὴ οὖν σκανδαλιζέτω ὑμᾶς τὰ τοιαῦτα ῥήματα ἐν σοφίᾳ λεγόμενα· ἐκδέ‐ ξασθε καὶ ὄψεσθε τὴν ἔκβασιν τῶν λόγων μου, καὶ τότε θαυμάσετε τὴν σοφίαν τῶν ῥημάτων μου. Νομίζει μω‐ ρόν μου τὸ τέχνασμα εἶναι· καὶ οὐκ οἶδεν ὅτι Τὸ μωρὸν
55τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί· νομίζει ἐκ τῶν τοιούτων ἀσθενέστατόν με εἶναι, καὶ οὐκ οἶδεν ὅτι Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώ‐ πων ἐστίν· οὐκ οἶδεν, ὅτι ἐγὼ μὲν πίνω τὸ ποτήριον, ἐκεῖνος δὲ μεθυσθήσεται καὶ σκοτισθήσεται, οἱ δὲ ἐμοὶ
60ἐξυπνισθήσονται καὶ ἐγερθήσονται. Νῦν χαίρει ἀκούων τῶν τοιούτων μου ῥημάτων, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· ὅταν μέντοι καταπίῃ με, ὅταν ἴδῃ πέτρας σχιζομένας, καὶ τὰ μνημεῖα καὶ τοὺς τάφους ἀναῤῥηγνυμένους, κἀκεῖνον αὐτὸν ῥαχιζόμενον,
65καὶ τοὺς νεκροὺς ἀναπηδῶντας καὶ εἰς οὐρανοὺς ἁλλο‐ μένους, τότε μετανοήσει καὶ πενθήσει ἐφ’ οἷς νῦν χαί‐ ρει. Οὐκ οἶδεν ὅτι, ἣν ἱστᾷ παγίδα, ἑαυτῷ ἱστᾷ, καὶ αὐτὸς ἐμπεσεῖται, κατὰ τὸ γεγραμμένον· Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον,
70ὃν εἰργάσατο· οὐκ οἶδεν ὅτι ὃν μέλλει ἱστᾷν σταυρὸν, ἐμοὶ μέν ἐστι παστὸς, ἐκείνῳ δὲ σταυρός· ἐμοὶ μέν ἐστι θάλαμος, ἐκείνῳ δὲ θάνατος. Ὢ ποτήριον, διαβόλου κεντητήριον, δαιμόνων φυγαδευτήριον, ἁμαρτιῶν λικ‐ μητήριον, ζωῆς ἐργαστήριον, ἁμαρτωλῶν ἱλαστήριον,
75ἀθανασίας ποτήριον! Πλὴν, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Ἔγνω ὁ δύστηνος ὅτι, ὅσα εἶπον, ἐγένετο· ἤκουσέ μου λέγοντος· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκού‐ εις. Νῦν δὲ ἐπειδὴ ηὐξάμην παρελθεῖν τὸ ποτήριον τοῦ
80θανάτου, ἵνα μὴ νομίσας διὰ τῆς εὐχῆς μου παρέρχε‐753

61

.

755

σθαι τὸ ποτήριον, χαῦνος γένηται περὶ τὸ πρᾶγμα τοῦ σταυροῦ, τῆς εὐχῆς μου τὴν ἔκβασιν ἀμφίβολον ποιῶ, καὶ λέγω, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Τῷ Πατρί μου προσάπτω τοῦ θανάτου τὴν ἐξουσίαν· καίτοι
5αὐτὸς ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Κρύπτω τὸ θεϊκόν μου ἀξίωμα πετάλοις λογικοῖς· κρύπτω τὸ ἐξουσιαστι‐ κόν μου τῆς θεότητος λόγοις ἀνθρωπίνοις· λέγω, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Οὐκ οἶδεν ὁ τυφλὸς, ὅτι τὸ
10ἐμὸν θέλημα καὶ τὸ τοῦ Πατρός μου ἕν ἐστι. Πάντα γὰρ ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Κρεμάσει τὸν κόκκον τοῦ σίτου, καὶ ὅταν καταπίῃ με, ὄψει αὐτὸν ὑπὸ τοῦ ἐντρίτου σχοινίου δεινῶς ἀπαγ‐
15χόμενον. Ἀλλ’ ἴσως ἐρεῖ τις τῶν ἀκουόντων· Καὶ ἆρά γε ὁ Χριστὸς ἐνέπαιξε τῷ διαβόλῳ; ἢ ἐξὸν ἦν ἐμπαίζειν αὐτῷ; Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἀνάγνωθι τὰς Γραφὰς, καὶ εὑρήσεις αὐτὸν τὸν Πατέρα λέγοντα πρὸς Μωϋσέα· Ὁρᾷς πόσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις; Τοιγαροῦν
20καὶ ὁ Κύριος ἐνέπαιξε τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν. Ἔδει γὰρ αὐτὸν ὡς ἀνόητον χλευασθῆναι τὸν μεγαλοῤ‐ ῥημονοῦντα, καὶ λέγοντα· Ἐν τῇ ἰσχύι μου ποιήσω, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν μου ἀφελῶ ὅρια
ἐθνῶν, καὶ τὴν οἰκουμένην ὅλην, ὡς νοσσιὰν κατα‐Column end

61

.

756

λήψομαι, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐ‐ δεὶς ἔσται, ὃς ἀντείπῃ μοι. Ἔδει αὐτὸν τοίνυν ἐμ‐ παιχθῆναι καὶ τοὺς δαίμονας, ἵνα ἀποδείξῃ τοὺς τὰ τοιαῦτα καυχωμένους καὶ παιδίων εἶναι ἀνοητοτέρους.
5Διὸ οὔτε ἔγνωσαν ὃ ἐποίουν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προανεφώνει δὲ καὶ ὁ προφήτης περὶ τοῦ δράκοντος τούτου, ὅτι ἐμπαι‐ χθήσεται, λέγων· Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαί‐ ζειν αὐτῷ. Ἀλλ’ ἵνα μὴ ἐπὶ πολὺ μηκύνοντες τὸν λό‐
10γον, δόξωμεν ἐμποδίζειν τοῖς μεθ’ ἡμᾶς βουλομένοις φαιδρότερον τῆς Γραφῆς τὸ νόημα παραδοῦναι, ἐνθάδε σιωπῇ τὸν λόγον ἡμῶν στείλωμεν. Προήχθημεν γὰρ εἰπεῖν εἰς αὐτὸ τοῦτο τὸ κεφάλαιον, οὐχ ὡς δυνάμενοι ἀπαραλείπτως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἑαυτῶν δύναμιν
15διηγήσασθαι, καὶ ἀφορμὴν διδόναι τοῖς φιλομαθέσι· Δί‐ δου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Καὶ ὑμεῖς δὲ, ἀγαπητοὶ, ἐκ τῶν Γραφῶν ἀναλεξάμενοι πρὸς σύστασιν τῶν εἰρημένων, μειζόνως λευκάνατε τὸ δυσ‐ θεώρητον νόημα. Οὐ γὰρ δειλίας ἕνεκα ὁ Κύριος ἡμῶν,
20καθὼς προείπαμεν, ἀπεύχεται τὸ ποτήριον τοῦ θανά‐ του, ἀλλ’ οἰκονομίᾳ θεϊκῇ· ἵνα ἐκ τῶν ἐμῶν ἐλαχίστων ῥημάτων τε καὶ νοημάτων καὶ ἐκ τῶν ὑμετέρων πόνων δόξα Χριστῷ ἀναπεμφθῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.755