TLG 2062 307 :: JOANNES CHRYSOSTOMUS :: In Samaritanam, in die mediae pentecostes [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Samaritanam, in die mediae pentecostes [Sp.] Citation: Vol — pg — (ln) | ||
61.743(11t) | Εἰς τὴν Σαμαρεῖτιν. Τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς. | |
12 | Φέρε τοίνυν σήμερον, ἀγαπητοὶ, καθὼς ἂν ἡ θεία χάρις δίδωσι, τοῖς εὐαγγελικοῖς θησαυροῖς ἐγχειρήσω‐ μεν. Κοσμεῖ γὰρ τὸ περὶ ταῦτα φιλομαθὲς τὰς ψυχὰς, | |
---|---|---|
15 | καὶ τὴν γηΐνην ἐκτείνει πρὸς οὐρανὸν ἕξιν. Καὶ γὰρ φιλομάθεια τὴν θαυμασίαν ἐκείνην Σαμαρεῖτιν ἐξ ὑδρο‐ φόρου κατεσκεύασεν ἔνθεον· εὑροῦσα γὰρ μαθημάτων θησαυρὸν, παρέδραμε· μᾶλλον δὲ οὐχ ηὗρεν, ἀλλ’ ηὕρη‐ ται. Οὐ γὰρ ἀνέβαινε Χριστὸς ταῖς τῶν δεομένων ἀνα‐ | |
20 | ζητεῖσθαι σπουδαῖς, ἀλλ’ αὐτὸς ἐφ’ ἑκάστης ὠδίνει βοηθείας· συνείχετο μεριμνῶν παραλύτους, συναλγῶν τοῖς πυρέττουσι, τὰ τῶν τυφλῶν οἰκειούμενος, τὴν ἐπὶ τοῖς λεπροῖς περιφέρων φροντίδα, τρέχων εἰς δαιμο‐ νιώντων βοήθειαν, ἐκπλύνων ἐῤῥυπωμένας ψυχὰς ἁπάν‐ | |
25 | των, ὑδροφορούσαις διδάσκαλος. Τότε γὰρ ἐκ τῆς ὁδοι‐ πορίας κεκοπιακὼς παρεκαθέζετο τῷ φρέατι· Ὁ γὰρ Ἰησοῦς, φησὶν, κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκα‐ θέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἐπάλληλος ἀπληστία φιλανθρωπίας· πρῶτον μὲν, ὅτι | |
30 | κέκμηκε, τῆς Σαμαρείτιδος σπεύδων προετοιμάσαι σω‐ τηρίαν· δεύτερον, ὅτι ἐκαθέζετο, μένων σωθῆναι φα‐ νεῖσαν· τρίτον, ὅτι τὸν τοῦ ἀρίστου καιρὸν εἰς τὴν ὑπὲρ αὐτῆς προσεδρίαν ἀνήλισκεν. Ὥρα ἦν, φησὶν, ὡσεὶ ἕκτη. Εἰ γὰρ καὶ Θεὸς ἦν, ἀλλὰ τὸ φαινόμενον τοῖς τῆς | |
35 | φύσεως τέως περιεβέβλητο πάθεσιν, αἰσθανόμενος κό‐ πων, ὑποκείμενος ὕπνῳ, διοχλούμενος πείνῃ, πᾶσαν ἔχων πρὸς ἡμᾶς πλὴν ἁμαρτίας συγγένειαν. Ἐνίκα δὲ ὅμως ἐν αὐτῷ τῶν σωζομένων ὁ πόθος τὸν τοῦ σώματος κόπον. Ἐβράδυνε μᾶλλον τοῦ κοπιαθέντος ἡ χρῄζουσα, | |
40 | καὶ ὁ μὴ χρῄζων παρέμενεν. Ἐφλέγετο τῷ τῆς μεσημ‐ βρίας αὐχμῷ, καὶ τὴν τῆς σωθησομένης παρουσίαν ἐκαιροτήρει. Ἐκαθέζετο γὰρ, φησὶν, ἐπὶ τῇ πηγῇ, οὐδὲ κατακλινόμενος τὴν θήραν ἀνέμενεν, ἀλλ’ ὠδίνων παρασχεῖν σωτηρίαν, ἐν ἑτοίμῳ τῇ Σαμαρείτιδι προη‐ | |
45 | τοιμάζετο. Ἡ δέ γέ που τάχα τῆς οἰκίας ἐξῄει κατὰ μικρὸν προϊοῦσα, γυναικικοῖς χρωμένη βαδίσμασιν, ἀνειμένη, τὴν ὑδρίαν ἐπαγομένη, πρὸς καρπὸν ὡς ἐν ἀγρῷ θεωρίαν ἱσταμένη πολλάκις μεταξὺ τοῦ βαδίσμα‐ τος. Ὁ κατάσκοπος ἄοκνος καὶ ἀφανὴς, θηρευτὴς ἐπι‐ | |
61.743(50) | στήμων, κρύψας δὲ τὸν εὐεργέτην, ὡς ἐνδεὴς ἐμφανίζε‐ ται· Λέγει γὰρ, φησὶν, ὁ Ἰησοῦς· Γύναι, δός μοι πιεῖν. Σπείρει τὴν φωνὴν, ὡς κόκκον ῥεμβομένη περι‐ στερά· Δός μοι πιεῖν. Ὑποκρίνεται δίψαν ὁ ἐλθὼν αὐτῇ κεράσαι σωτηρίας ποτήριον· μᾶλλον δὲ, εἴ τις | |
55 | λεπτότερον τὴν φωνὴν μεταλλεύῃ, ἀληθὲς τοῦ Δεσπό‐ του τὸ δίψος· ἐδίψα γὰρ τὴν αὐτῆς σωτηρίαν, καὶ δι‐ καίως πρὸς αὐτὴν ἐβόα· Δός μοι πιεῖν. Ἔχεις, φησὶν, ἐν ἑαυτῇ κεκρυμμένην εὐγνωμοσύνης πηγήν· ἀπ’ ἐκεί‐ νης με νᾶμα γεμίσασα πότισον. Ἀλλ’ οὐκ ᾐσθάνετο | |
60 | τῶν αἰνιγμάτων τὸ γύναιον, ψιλῇ δὲ φωνῇ προσέχουσα· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Μεθ’ ὁδοιπορίας κόπου δίκη τῷ Χριστῷ δογμάτων ἀπήντησεν· ἀλλ’ ἅπαξ ἑλο‐ μένῳ τὰ ὑπὲρ ἡμῶν ἀναδέξασθαι, φορητὰ τὰ συμβαί‐ | |
65 | νοντα. Διὰ τοῦτο καὶ τὴν ἐκ Σαμαρείτιδος ἐπιτίμησιν φέρει. Ἥδετο γὰρ κατιὼν τῆς ἀξίας, ἵνα τῆς ἁμαρτω‐ λοῦ εὐτελείας ἀναγάγῃ τὴν ψυχήν. Ἁμαρτωλή τις εὐ‐ τέλεια τὴν Σαμαρεῖτιν κατεῖχε, πορνικῷ ἐῤῥυπαίνετο βίῳ, ἐραστὴν ἐξ ἐραστοῦ μετελάμβανε, γάμον εἶχε τὸν | |
70 | τοῦ ἔρωτος χρόνον, ὕπανδρος ἦν ἐρασταῖς νύμφη, χήρα τις διαπαντὸς καὶ νεόγαμος· μᾶλλον δὲ οὔτε χήρα κα‐ θαρῶς, οὔτε νύμφη· οὔτε γὰρ θανάτῳ τὸν πρῶτον κε‐ χώριστο, οὔτε γάμοις νομικοῖς τοῖς δευτέροις συνήπτετο. Τούτου μάρτυς πρὸς αὐτὴν ὁ Δεσπότης· Καλῶς, φη‐ | |
75 | σὶν, εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας | |
ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Τοῦτο | Column end | |
61.744(10) | ἀληθὲς εἴρηκας. Ἀλλ’ ἦν μαργαρίτης βορβόρῳ φυρό‐ μενος, καὶ τὸν τοιοῦτον οὐκ ἔλαθεν ἔμπορον· τῆς γὰρ ψυχῆς αὐγὰς ἐδείκνυ τοῖς ῥήμασι. Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν, παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Πῶς σύ; Καὶ τὸ, Σύ, θυμουμένης. | |
15 | Πῶς ζητεῖς παρ’ ἐμοῦ πιεῖν; Εἰ μὲν ὡς ταὐτά μοι φρο‐ νῶν, ἔσομαί σοι πρὸς τὴν αἴτησιν ἕτοιμος· εἰ δὲ τὰ Ἰουδαίων ποθεῖς, μὴ ζήτει παρ’ ἀλλοφύλων δεξίωσιν· μὴ δῶρον, ὅπερ ἀποφεύγεις, ἀπαίτει. Ἐνόμιζεν ἡ Σα‐ μαρεῖτις διὰ τὴν τῆς δίψης ἀνάγκην τὸν Κύριον Σαμα‐ | |
20 | ρειτικῇ σαγηνεύειν λατρείᾳ· οὐκ ᾔδει δὲ δεσμουμένη τοῖς ῥήμασιν· ἐδέδετο γὰρ τῇ πρὸς τὸν Κύριον ἀπο‐ κρίσει, μᾶλλον δὲ ταῖς παρὰ τοῦ Κυρίου πρὸς αὐτὴν φωναῖς· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας | |
25 | αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ἐπειδή μου, φησὶ, διασύρεις τὴν δίψαν, καὶ καλεῖς Ἰουδαῖον πρὸς ὑμᾶς ἀκοινώνητον, μάθε πολὺ τῆς ἐπ’ ἐμοὶ σφαλλομένη δοκιμασίας. Οὐκ οἶδάς μου τὴν ἀληθῆ γενεὰν, οὐκ οἶδας τὴν παρ’ ἐμοῦ φιλοτιμίαν οὖσαν πολλὴν, οὐκ οἶδας οἵα | |
30 | εὔροια τῆς πηγῆς παρ’ ἐμοί· εἰ γὰρ ᾔδεις ᾔτησας ἄν· νῦν δὲ ἀγνοοῦσαν οὐ μέμφομαι, αἰτησάσῃ δὲ δίδωμι. Πρὸς ὄρεξιν δίψης τὴν μὴ διψῶσαν κινεῖ πρὸς χρείαν ποτοῦ τὴν ποτίζουσαν στρέφει· τέτρωτο γοῦν τοῖς λό‐ γοις τὸ γύναιον, καὶ τῷ τοῦ ὕδατος πόθῳ ἥλω. Προσ‐ | |
35 | πεσοῦσα γὰρ πρὸς τὸν Κύριον ἔλεγε, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Ἡ τὸ πρὶν ποτίζειν ἠξιωμένη, νῦν ἀξιοῖ πο‐ τισθῆναι. Αἱ γὰρ εὐγενεῖς γνῶμαι εὐγέωργοι τυγ‐ χάνουσιν· οἵα τις ἦν ἡ τῆς μακαρίας ταύτης Σαμαρεί‐ | |
40 | τιδος γνώμη, οἷος ὁ τρόπος κεκαθαρμένος ἀκανθῶν ἀπιστίας, οὐκ ἔχων Ἰουδαϊκὴν βασκανίαν. Αὕτη γὰρ τὸν Μεσσίαν προσδοκῶσα, καὶ τυχοῦσα τῆς αὐτοῦ θεϊ‐ κῆς διδασκαλίας, ἐπίστευσεν εἰλικρινῶς· καὶ οὐ μόνη τὸ δῶρον κατέσχεν, ἀλλὰ καὶ τοὺς ἑαυτῆς πολίτας | |
45 | ἔπεισε πρὸς αὐτὸν δραμεῖν, ἀποστολικῶς κηρύξασα; Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὢ γυναικὸς σοφῆς! ἠπίστατο ὅτι γυνὴ ἀπαράδεκτός ἐστιν εἰς μαρ‐ τυρίαν· διὰ τοῦτο τοὺς ἄνδρας τῆς πόλεως αὐτῆς ἐπι‐ | |
61.744(50) | σπᾶται μάρτυρας, ἵνα πολλῶν πρόξενος σωτηρίας γέ‐ νηται. Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμα‐ ρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι· Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον | |
55 | πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· ἡμεῖς γὰρ ἀκηκόαμεν καὶ οἴδα‐ | |
60 | μεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Εἶδες, ἀγαπητὲ, τοῦ Χριστοῦ τὴν δίψαν, καὶ πῶς βρῶμα καὶ πόμα τὴν σωτηρίαν εἶχε τῶν πι‐ στευόντων ἐπ’ αὐτῷ; Ἐμὸν γὰρ, φησὶ, βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, καὶ | |
65 | τελειώσω αὐτοῦ τὸ ἔργον. Τούτου χάριν διψῶν ποτί‐ ζει τὴν Σαμαρεῖτιν ὕδωρ, ἀντλήσασα δὲ αὕτη ἐπέδωκε δαψιλῶς τοῖς πολίταις αὐτῆς ἀφθόνως τὴν τοῦ Κυρίου δωρεάν. Διὰ ταύτης ὁ τοῦ Ἀβραὰμ δῆμος Σαμαρειτι‐ κῆς γνώμης δυσμαθέστερος· τοῖς μὲν γὰρ οὐδὲ τὰ | |
70 | παρὰ τὸν ναὸν ὠφέλει μαθήματα· τῇ δὲ καὶ ἡ παρὰ τὸ φρέαρ διάλεξις ὠφέλει. Περιθώμεθα τοίνυν τὰ τῆς Σαμαρείτιδος εἰς ἑαυτοὺς καλὰ, ζῆλον οἰκειωσώ‐ μεθα θεῖον, φιλομαθίαν ποθήσωμεν εὐγνώμονα ἡμεῖς· | |
κἂν ἐν ἐκκλησίᾳ διαλεγώμεθα τὰ θεῖα, νομίσωμεν καὶ | 743 | |
61.745 | πρὸς ἡμᾶς λέγεσθαι τὸ πρὸς ἐκείνην παρὰ τοῦ Δεσπό‐ | |
του Χριστοῦ, Τοὺς προσκυνοῦντας τὸν Θεὸν, ἐν | Column end | |
61.746 | πνεύματι καὶ ἀληθείᾳ δεῖ· προσκυνεῖν. Αὐτῷ ἡ δόξα | |
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 745 |