TLG 2062 306 :: JOANNES CHRYSOSTOMUS :: In mediam pentecosten [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In mediam pentecosten [Sp.]

Citation: Vol — pg — (ln)

61

.

741

(30t)

Εἰς τὴν μεσοπεντηκοστήν.
31 Ὅπου δ’ ἂν ὁ Δεσπότης ὡς πηγὴ ζωῆς σωματικῶς παραγίνεται, πολλοὺς καὶ διαφόρους ἀποῤῥεῖ τοὺς τῆς φιλανθρωπίας κρουνούς. Ἀνῆλθεν εἰς ὄρος μετὰ τῶν μαθητῶν, καὶ τὰ τῶν μακαρισμῶν τοῖς ἀκροωμένοις
35προβάλλεται ῥεῖθρα· κατῆλθεν ἐκεῖθεν, καὶ τοῖς ποι‐ κίλαις νόσοις ἐνεχομένοις ὀχετοὺς ἰαμάτων κατέχεεν· ἐπέστη τῇ προβατικῇ κολυμβήθρᾳ, καὶ τὸν παράλυτον τὴν ῥῶσιν ἐπότισεν· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Πέτρου, καὶ τὴν τούτου πενθερὰν πυρετῷ φλεγομένην ἐδρόσισε·
40κατέλαβε τὴν Βηθανίαν, καὶ ζωῆς ποτήριον τὸν τετραή‐ μερον Λάζαρον ἐπότισεν· ὑπήντησε τῷ λεπρῷ, καὶ τὰς τοῦ πάθους φολίδας τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπ‐ έσμηξεν; ἐπέστη τῇ συναγωγῇ, καὶ τὸν ξηρὸν τῆς χειρὸς βλαστὸν πρὸς κίνησιν ἐνεργὸν ἐνότισε· παρέβαλε τοῖς
45γάμοις, καὶ παραδοξοποιίας οἶνον τοῖς κληθεῖσιν ἐκέ‐ ρασε· καὶ ἄλλα μυρία, ἅπερ ἀριθμεῖν δυσχερές. Ἀν‐ έβη καὶ σήμερον εἰς τὸ ἱερὸν, καὶ τοὺς τῆς διδασκαλίας τοῖς ἀκροωμένοις ποταμοὺς προεβάλετο. Ἠκούσατε γὰρ τῆς εὐαγγελικῆς ἀναγνώσεως, ἣν προσφόρως ἡμῖν καὶ

61

.

741

(50)

κατὰ τὴν μέσην τῆς ἑορτῆς ἐφ’ ὑψηλοῦ βήματος ἑστὼς ὁ εὐαγγελιστὴς μεγαλοφώνως ἀνέκραξε, καθάπερ τινὶ σάλπιγγι τῇ φωνῇ τοῦ Λευΐτου χρησάμενος. Ἤδη δὲ, φησὶ, τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε γέμον καὶ αὐτὸ φιλανθρω‐
55πίας τὸ γράμμα. Οὐ γὰρ εἶπε, διωγμῶν ἐνεστώτων, ἢ, λύπης παρούσης, ἢ, ἀθυμίας τοὺς μαθητὰς κατεχού‐ σης, καὶ τοιούτων ἄλλων τινῶν ὑφήγησιν, περὶ ὧν συνεχῶς ἡ τῶν ἀποστόλων ἐκωμῴδησε πρᾶξις· ἀλλὰ τί φησιν; Ἤδη τῆς ἑορτῆς μεσούσης. Τί μεσούσης τῆς
60ἑορτῆς, εἰπὲ, Ἰωάννη; Ἡρώδης τὰς χεῖρας ἐπέβαλε; συμβούλιον πονηρὸν ὁ τῶν Ἰουδαίων συνεκρότησε δῆ‐ μος; πάλιν πρὸς προδοσίαν Ἰούδας; Οὐχὶ, φησίν· ἀλλὰ τί; Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε. Τὰ πρέποντα τῷ Χριστῷ παρατέθεικας τῷ Χριστῷ, τὴν
65ἁρμόζουσαν αὐτῷ πρᾶξιν προσήνωσας. Ἔργον γὰρ λό‐ γου τὸ λαλεῖν, καὶ διδασκάλου τὸ διδάσκειν, καὶ Χρι‐ στοῦ τὰ τῆς ὠφελείας τοῖς ἀκροωμένοις προΐεσθαι ῥή‐ ματα. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὢ τῆς ἀνυπερβλήτου φιλανθρωπίας! Ὅπου κατὰ μι‐
70κρὸν ἐλιθάζετο, ἐκεῖ ταῖς τῶν λόγων διδασκαλίαις τοὺς λιθάζοντας ἐπλούτιζεν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱε‐ ρὸν, καὶ ἐδίδασκεν. Ὅπου τὰ Μωϋσέως ἀνεγινώσκετο νόμιμα, ἐκεῖ τὰ τῆς χάριτος παρετίθη διδάγματα, οὐ καταργῶν τὸν νόμον, ἀλλὰ πληρωτὴς τοῦ νόμου γινό‐
75μενος. Αὐτὸς γὰρ καὶ ἐν τοῖς Εὐαγγελίοις ἀνέκραξεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· καὶ Παῦλος διὰ στόματος ἔχων τὸν Δεσπότην φθεγγό‐
μενον, Τέλος γὰρ νόμου, φησὶ, Χριστὸς εἰς δικαιο‐Column end

61

.

742

(29)

σύνην. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ
30Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πάντας τῆς προσευχῆς ἐνδιδάσκων τὸν τόπον, ἐκεῖσε τὸν τῆς κατ‐ ηχήσεως ποιούμενος λόγον ὡς Λόγος, ἔνθα καὶ τὸ πο‐ νηρευόμενον συνέδριον ἤθροισται. Ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς ἀνέβη εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε,
35πολλῶν μὲν ἀκουόντων, οὐδενὸς δὲ τῶν Ἰουδαίων μαν‐ θάνοντος. Περὶ αὐτῶν γὰρ ὁ προαγορεύων ἐβόα, Ὀφθαλ‐ μοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, τὴν τῶν θεομάχων ἄνοιαν στηλιτεύων· ἀν‐
40έβη εἰς τὸ ἱερὸν, ἵνα τῆς οὐρανίου διδασκαλίας ἀναπε‐ τάσας τὰ δίκτυα, λογικὴν ἐξ ἀνθρώπων ποιήσηται θή‐ ραν· ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἰησοῦς, ἀνῆλθεν· ἀλλ’ Ἰου‐ δαῖοι κατῆλθον τῆς πίστεως. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδί‐
45δασκεν. Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ἐθαύμαζον, ἀλλ’ οὐκ ἐπίστευον· κατεπλήττοντο τὴν τῆς σοφίας ὑπερβολὴν, ἀλλ’ οὐ μετεγίνωσκον, τῇ τῆς κακίας πε‐ πληρωμένοι δεινότητι. Ἐθεώρουν τὸν ἰατρὸν προτι‐

61

.

742

(50)

θέντα τὰ φάρμακα, καὶ νοσοῦντες τὴν θεραπείαν οὐ προσεδέχοντο· ἔβλεπον τὸν ῥυόμενον, καὶ τὴν αἰχμα‐ λωσίαν ἐφίλουν· ἔχοντες ἐν μέσῳ τῶν ἀγαθὼν τὸν λει‐ μῶνα· τὰς ἀκάνθας συνέλεγον· τοῦ λιμένος παρόντος, ἐναυάγουν οἱ δεινοί· σοφίας προχεούσης τὰ θεῖα δι‐
55δάγματα, τῶν φόνων ἀποπλύνασθαι τὸν βρόμον οὐκ ἤθελον· Χριστοῦ τὰς πτέρυγας τῆς φιλανθρωπίας ἁπλοῦντος, σκέπεσθαι οὐκ ἠνείχοντο τῶν ἐχιδνῶν τὰ γεννήματα. Ποσάκις γὰρ, φησὶν, ἐν τοῖς Εὐαγγελίοις, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὡς ὄρνις
60τὰ νοσσία ἑαυτῆς· καὶ οὐκ ἐθελήσατε; Ἐθαύμα‐ ζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος οἶδε γράμ‐ ματα, μὴ μεμαθηκώς; Ὢ τῶν πραγμάτων! Νόμον ἀγνοεῖς, Ἰουδαῖε, καὶ ἀγνοεῖς τὰ τοῦ νόμου παιδεύ‐ ματα; λέγεις, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμα‐
65θηκώς; Εἰπέ μοι, ὦ τῆς ἀληθείας ἐχθρὲ, πῶς ὁ Ἀδὰμ, γράμματα μὴ μεμαθηκὼς, τοῖς θηρίοις προσφόρους τὰς ὀνομασίας ἐπέθηκε; Τὸν δοῦλον οὐκ ἐρωτᾷς, καὶ τὸν Δεσπότην λογοθετεῖς λέγων, Πῶς οὗτος οἶδε γράμ‐ ματα; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἐμὴ δι‐
70δαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πα‐ τρός. Καὶ πότε Θεὸς κατὰ μετάβασιν ἀποστέλλεται τό‐ που; πότε δὲ ὁ τὰ πάντα πληρῶν ἔνθα πάρεστιν ἔρχε‐ ται; Πρὸς τοὺς Ἰουδαίους ὁ λόγος, οὐ πρὸς τοὺς εὐσε‐ βῶς μανθάνειν εἰδότας ἡ ῥῆσις. Ἡ ἐμὴ διδαχὴ οὐκ
75ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς, ὅς μοι
καὶ τὴν ἐξ οὐρανοῦ μαρτυρίαν ἐπὶ πάντων ὑμῶν προ‐741

61

.

743

εβάλετο λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Περὶ ἐμοῦ καὶ Ἰωάννης ἀνέκραξεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸς γὰρ ἀληθῶς ὁ Χριστὸς, ὁ σήμερον ἀνελθὼν εἰς τὸ ἱερὸν,
5καὶ τὴν τῆς ἀληθείας φωνὴν ὁ Ἰωάννης ἐπ’ αὐτῷ προεβάλετο. Φωνὴ γὰρ ὢν, δεόντως τὸν λόγον ἐνεκω‐ μίασε· λύχνος ὢν, τοῦ ἡλίου τὰς λαμπάδας ἐγνώρισεν· ὡς πρόδρομος, ἐμήνυσε τὸν ἐρχόμενον· ὡς αὐγὴ, τὸν ὄρθρον ἐκήρυξεν· ὡς στρατιώτης, τὸ τοῦ βασιλέως ἐδη‐
10μοσίευσεν ὄνομα. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρωνColumn end

61

.

744

τὴν ἁμαρτίαν τοῦ κόσμου· ἀμνὸς, ὃν ἀμνὰς μὲν παρ‐ θένος ἀσπόρως συλλαβοῦσα, ἀφθόρως ἐγέννησεν, ἡ φάτνη δὲ, ὡς χλοηφόρον, παιδίον αὐτὸν ὑπεδέξατο, ἔλουσε δὲ ὁ Ἰορδάνης, ὁ Ἰωάννης ἐβάπτισεν, Ἰούδας
5τοῖς Ἰουδαίοις ἐπώλησεν, ἔσφαξε Πιλᾶτος, ὁ τάφος προέθηκεν, καὶ ἡμεῖς ὠψωνήσαμεν, καὶ τῷ πόκῳ γυ‐ μνοὺς ὄντας ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ τοὺς πάντας ἠμφίασεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.743