TLG 2062 302 :: JOANNES CHRYSOSTOMUS :: In Jordanem fluvium [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Jordanem fluvium [Sp.] Citation: Vol — pg — (ln) | ||
61.725(9t) | Εἰς τὸν Ἰορδάνην ποταμόν. | |
10 | Διὰ τί παρὰ πάντας τοὺς ἐπὶ γῆς ποταμοὺς ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπιτελεῖ Χριστὸς τὸ μυστήριον τοῦ βαπτίσματος; Ἀναγκαῖον ἱστορῆσαι τοῦ ποταμοῦ τὴν φύσιν, ἵνα ἐξ αὐτοῦ μάθῃς τὴν τῆς μυσταγωγίας ἀκολουθίαν. Ὁ Ἰορδάνης παρὰ πάντας τοὺς ποταμοὺς | |
---|---|---|
15 | δύο ῥίζας ἔχει πηγῶν· οὐ γὰρ ἀπὸ μιᾶς πηγῆς προέρ‐ χεται ὁ Ἰορδάνης. Ἔχει δὲ τὴν μὲν μίαν πηγὴν εἰς τὴν Πανιάδα, τὴν δὲ ἄλλην πλησίον τῆς Πανιάδος· καὶ ἡ μὲν μία πηγὴ καλεῖται Ἰὸρ, ἡ δὲ ἄλλη Δάν· καὶ κατ’ ὀλίγον προερχόμεναι καὶ μεριζόμεναι ἀπ’ ἀλλήλων αἱ | |
20 | πηγαὶ, κατά τινα τόπον συνέρχονται ἀλλήλαις, καὶ ἕνα ἀποτελοῦσι ποταμόν. Ἀπέδωκαν δὲ αὐτῷ οἱ ἀρχαῖοι ὄνομα πρὸς τὰς ῥίζας, Ἰορδάνης, ὁ ἀπὸ τοῦ Ἰὸρ καὶ τοῦ Δὰν τεχθεὶς ποταμὸς, παρὰ τὰς ἀρχὰς σχιζομένας ἔχων τὰς ῥίζας, καὶ ἐπὶ τέλει συναπτομένας. Παρὰ | |
25 | πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα. Οὗτος μόνος παρὰ πάντας τοὺς ποταμοὺς νεκροῖς καὶ ἀργοῖς ὕδασι συν‐ άπτεται. Ἔστι δὲ ὁ Ἰορδάνης τοῦ ἡμετέρου θνητοῦ γέ‐ | |
30 | νους τύπος, καὶ ὅπως ἄκουε. Ἀπ’ ἀρχῆς τὸ γένος τὸ ἡμέτερον δύο ἔχει ῥίζας, τὸν Ἀδὰμ ἐκ γῆς πλασθέντα, τὴν Εὔαν ἀπὸ πλευρᾶς προελθοῦσαν· καὶ οὐκ ἔστιν εἷς τόπος καὶ εἷς τρόπος τῆς καταστάσεως. Ὁ μὲν γὰρ ἀπὸ γῆς ἐπλάσθη, πηγὴν ἔχων τὴν γῆν· ἡ δὲ ἀπὸ πλευ‐ | |
35 | ρᾶς ἐγένετο, ῥίζαν ἔχουσα τὴν πλευράν· ἄλλη ἀρχὴ ἐκείνου, καὶ ἄλλη ταύτης. Καὶ ἦσαν ἀπ’ ἀλλήλων τέως μεριζόμενοι κατὰ τὸν τρόπον τῆς διαπλάσεως· συν‐ ῆλθον δὲ εἰς συνάφειαν γαμικὴν, ἀπετελέσθη τὸ ἐξ ἀμ‐ φοτέρων ἓν σῶμα, καὶ οὐκέτι οἱ τικτόμενοι ἢ ἀπὸ πλευ‐ | |
40 | ρᾶς ἢ ἀπὸ γῆς, ἀλλ’ ἀπὸ συνουσίας ἐτίκτοντο. Ἔσον‐ ται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Τοῦτο γοῦν τὸ ἡμέτερον πλάσμα, δραμὸν εἰς ἀκολουθίαν φύσεως, τέλος ἔσχε τὸν θάνατον. Ἤρξατο μὲν ἡμῶν τὸ πλάσμα ἀπὸ γῆς, καὶ ἔληγεν εἰς θάνατον· καὶ ἐδέξατο τὸ πλά‐ | |
45 | σμα τοῦτο ἡ νεκρὰ θάλασσα, ὁ βαθὺς, ὁ καταχθόνιος, ἡ ἄβυσσος τῶν νεκρῶν. Ὃ γάρ ἐστι νεκρὰ θάλασσα τοῖς ζῶσιν ὕδασι, τοῦτό ἐστιν ὁ ᾅδης τοῖς ἀποθνήσκουσι. Διὸ λέγει Παῦλος· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς καταβήσεται εἰς τὸν ᾅδην; τουτέστι, Χριστὸν ἐκ | |
61.725(50) | νεκρῶν ἀναγαγεῖν. Περὶ τοῦτον οὖν τὸν Ἰορδάνην τὸν ἀπὸ ζωσῶν πηγῶν προερχόμενον, καὶ εἰς νεκρὰν θά‐ λασσαν καταλήγοντα, πᾶσα ἡ τοῦ Θεοῦ ἐπετελεῖτο θαυ‐ ματουργία, ἵνα μηκέτι τὸ ζῶν ὕδωρ τρέχῃ πρὸς θάνα‐ τον. Τρίτον αὐτὸν τὸν Ἰορδάνην διέκοψεν ὁ Θεὸς, ὡς | |
55 | μηκέτι αὐτῷ τὴν ἀκολουθίαν εἶναι εἰς τὴν νεκρὰν θά‐ λασσαν, ἀλλ’ ἀνατρέχειν ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας. Ἐτμήθη ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ· ἐτμήθη καὶ ἐπὶ Ἠλία, ὅτε τῇ μηλωτῇ αὐτὸν ἔτεμεν· ἐτμήθη ὑπὸ Ἑλισ‐ σαίου, ὅτε ὑποστρέφων ἔτεμεν αὐτόν. Πρῶτος Ἰησοῦς ὁ | |
60 | τοῦ Ναυῆ ἔτεμε τὸν Ἰορδάνην· καὶ ὅπως ἔτεμεν, ἄκουε. Οὐκ ἔστητε τὰ ῥεῖθρα τῶν πηγῶν, ἀλλ’ ἀπέστρεψε τὸ ὕδωρ εἰς τὰ ὀπίσω, ὡς μαρτυρεῖ ὁ ψαλμῳδὸς λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορ‐ δάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ δὲ ὀπίσω ἦσαν | |
65 | αἱ πηγαί. Ἀναχαιτίζων τοίνυν ὁ Σωτὴρ τὸ γένος τὸ ἡμέτερον τὸ τρέχον εἰς θάνατον, ποιεῖ μηκέτι τρέχειν εἰς θάνατον, ἀλλ’ ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας ἐπανιέναι, οὐκ εἰς τὴν νεκρὰν θάλασσαν καταλήγειν. Ἀποκαθίσταται τοίνυν ἡ θνητὴ φύσις εἰς τὸ ἀρχαῖον | |
70 | σχῆμα. Οὔτε εἷς δὲ φαίνεται τεμὼν τὸν Ἰορδάνην ἄνευ τινὸς συμβόλου. Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔχων κιβωτὸν ἔτε‐ μεν. Ἠλίας ἔχων μηλωτήν. Ἑλισσαῖος ἔχων πάλιν τὴν μηλωτὴν τοῦ διδασκάλου ἔτεμεν. Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ’ ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσ‐ | |
75 | έρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ Δεσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ’ ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος. Καὶ φαίνεται ὁ | |
Ἰορδάνης οὔτε τὸν Ἰησοῦν τιμήσας, τὸν ψιλὸν ἄνθρω‐ | Column end | |
61.726(9) | πον ἐκεῖνον, λέγω τὸν τοῦ Ναυῆ, οὔτε τοὺς Ἰουδαίους | |
10 | αἰδεσθεὶς, οὔτε τοὺς ἱερεῖς ἐντραπείς. Καὶ ἵνα δειχθῇ ὅτι οὐ τῷ λαῷ ὑποχωρεῖ, ἀλλὰ τὴν κιβωτὸν αἰ‐ δεῖται, λέγει Ἰησοῦς· Ἰδοὺ ἡ κιβωτὸς τοῦ κυριεύον‐ τος πάσης τῆς γῆς διέρχεται τὸν Ἰορδάνην. Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν | |
15 | βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν. Καὶ πό‐ θεν τοῦτο, ἄκουε. Ἐρωτᾷ αὐτὸν ὁ Δαυῒδ λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Πρὸς ταῦτα ἀποκρίνε‐ | |
20 | ται ἡ δημιουργία λέγουσα· Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Πρόσωπον δὲ Κυρίου ἦν τὸ σχῆμα τῆς κιβωτοῦ. Ὃ γὰρ ἦν ἡ κιβωτὸς τῷ νόμῳ καὶ ταῖς πλαξὶ καὶ τῇ στάμνῳ καὶ τῇ ῥάβδῳ, τοῦτο ἦν τῆς ἀκα‐ ταλήπτου θεότητος ἡ σὰρξ ἡ δεσποτικὴ, ὡς ἐν κιβωτῷ | |
25 | φέρουσα τὴν θεότητα. Περὶ ταύτης τῆς ἁγίας κιβωτοῦ ἔλεγεν ὁ μακάριος Δαυΐδ· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Καὶ ὅρα τί ποιεῖ· ὅτι ἐξηράνθη ὁ Ἰορδάνης, οὐκ ἀπολέσας τὰ ῥεῖθρα, ἀλλ’ εἰς τὰς ἀρχαίας ῥίζας ἀν‐ | |
30 | αποδήσας, Ἐπῆρε, φησὶν, Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνου δώδεκα λίθους μεγάλους, καὶ ἔστησεν αὐτοὺς πέ‐ ραν τοῦ ποταμοῦ· ἔθηκε δὲ ἀντ’ αὐτῶν ἄλλους δώ‐ δεκα λίθους ἐν τῷ ποταμῷ. Τί βούλεται τοῦτο εἶναι τὸ περιαιρεθῆναι δώδεκα λίθους, καὶ τεθῆναι ἀντ’ αὐ‐ | |
35 | τῶν ἄλλους δώδεκα; Ἐπειδὴ, ὡς ἔφθην εἰπὼν, τὴν θνητὴν φύσιν ἀνεχαίτιζε· μᾶλλον δὲ βούλεται δεῖξαι ὅτι ἀνασπᾷ τὴν ἀνθρωπότητα ἐκ τῶν βυθῶν, καὶ ἀνάγει εἰς τὸν οὐρανόν. Τοὺς γὰρ λίθους τοὺς μηδέποτε θεα‐ σαμένους ἡλιακὴν ἀκτῖνα, μήτε φωτὸς δεξαμένους ὄψιν, | |
40 | ἥπλωσεν εἰς φῶς, καὶ ἦσαν εἰς γῆν ἐκ βυθοῦ ἀνασπα‐ σθέντες. Διὰ τί δὲ δώδεκα λίθους ἔλαβεν ἐκεῖθεν; Ἐπειδὴ διὰ τῶν δώδεκα ἀποστόλων ἔμελλεν ἀνασπᾷν τὴν ἀν‐ θρωπότητα ἀπὸ τῆς θνητῆς φύσεως. Ἔστω δὲ, τοὺς ὄν‐ τας κάτω λίθους περιεῖλεν, ἵνα δείξῃ τῷ ἡλίῳ καὶ τῷ | |
45 | φωτὶ καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐναργῆ ὄψιν, πῶς διέβησαν τὸν Ἰορδάνην· καὶ γὰρ καὶ τὴν αἰτίαν ἐσήμανεν· Ἐὰν ἐρωτήσῃ σε, φησὶν, ὁ υἱός σου, λέγων· Τί εἰσιν οἱ λίθοι οὗτοι; εἰπὲ αὐτῷ, ὅτι, Ἐπὶ ξηρᾶς διέβημεν τὸν Ἰορδάνην, κωλύσαντος | |
61.726(50) | τοῦ Θεοῦ τὸ ὕδωρ πρὸ προσώπου ἡμῶν. Ἀλλ’ ἔστω, οἱ ἀνενεχθέντες λίθοι ἐτέθησαν, ἵνα φανῶσι τοῖς μετὰ ταῦτα· οἱ ἀντιτεθέντες διὰ τί ἀντετέθησαν; Ἔλαβεν ἐκ τῶν βυθῶν τοὺς βεβυθισμένους, καὶ ἔδωκε τῷ βυθῷ πάλιν ἐνέχυρα σωτηρίας. Οἱ τεθέντες λίθοι ἐνέχυρα, οἱ | |
55 | ληφθέντες ἀσφάλεια. Καὶ πολλὴ ἡ περὶ τούτων θεωρία, καὶ διὰ τί ἐτέθησαν λίθοι, καὶ διὰ τί περιῃρέθησαν λί‐ θοι. Χριστὸς καὶ λαμβάνει, καὶ δίδωσιν. Ἦλθεν εἰς τὸν κόσμον, καὶ ἀνέλαβε τὸ σῶμα τὸ ἡμέτερον, δεδωκὼς ἡμῖν τὴν ἑαυτοῦ δύναμιν. Διὰ τῶν ἀποστόλων ἀντιτί‐ | |
60 | θησι τῷ ποταμῷ δώδεκα λίθους, ἐνέχυρον σωτηρίας, καὶ ἀῤῥαβῶνα τῶν μελλόντων. Ὁ γὰρ δεδωκώς τινί τι εἴς τι πρᾶγμα, ἐνεχυριάζει αὐτῷ εἰς τὸ μέλλον. Ἐπειδὴ οὖν ἔμελλε τοῦτο τὸ ὄνομα πάλιν αὐτῷ τηρεῖσθαι, ὅτε ἔμελλε βαπτίζεσθαι ὑπὸ Ἰωάννου, προλαβὼν ἀπέθετο | |
65 | τὰ ἐνέχυρα τῆς ἐπιφανείας, καὶ ἔστησε τοὺς λίθους, οὓς μὲν ἔλαβεν ἐκεῖθεν, τοὺς πατριάρχας, οὓς ἤγειρε τότε· οὓς δὲ ἀντέθηκε, τοὺς ἀποστόλους, οὓς ἔδωκεν ἀντ’ ἐκείνων. Ἀντὶ γὰρ τῶν πατέρων σου ἐγεννή‐ θησάν σοι υἱοί. Οὕτω διέβη τὸν Ἰορδάνην, καὶ γίνε‐ | |
70 | ται ὁ Ἰορδάνης Ἰησοῦ τῷ τοῦ Ναυῆ ἀρχὴ τῆς κατ‐ ασχέσεως τῆς γῆς. Ἕως ὅτε παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἐκληρονόμησε τὴν ἐπηγγελμένην γῆν· ἕως ὅτε Χριστὸς παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἤρξατο κηρύσσειν τὴν βασιλείαν. Ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς ὁ Ἰορ‐ | |
75 | δάνης, ἀρχὴ τῆς κατασχέσεως τῆς βασιλείας τῶν οὐρα‐ νῶν ὁ Ἰορδάνης. Διὰ τοῦτο ὁ προφήτης λέγει· Μνησθή‐ | |
σομαί σου, Κύριε, ἐκ γῆς Ἰορδάνου. Μνήμη γάρ | 725 | |
61.727 | ἐστιν ἀνεξάλειπτος. Ὁ μὲν Ἰησοῦς οὕτω διαβὰς ἔτεμε τὸν Ἰορδάνην, τὴν κιβωτὸν αὐτῷ δείξας· Ἠλίας δὲ τῇ μηλωτῇ ἔτεμε, δέρματι νεκρῷ, καὶ τὰ ζῶντα ὕδατα τῇ νεκρώσει τῆς μηλωτῆς ὑπήκουσεν. Ἔτεμεν Ἠλίας τῇ | |
5 | μηλωτῇ τὸν Ἰορδάνην· καὶ οὕτω διέβη ἐπὶ τῷ ἀνελ‐ θεῖν εἰς τοὺς οὐρανούς. Ὑπέστρεψεν ὁ μακάριος Ἑλισ‐ σαῖος λαβὼν τὴν μηλωτὴν τοῦ διδασκάλου, ὡς ἠξίου αὐ‐ τὸν λέγων· Τὸ πνεῦμα τὸ ἐπὶ σοὶ γενέσθω διπλοῦν ἐπ’ ἐμοί. Λέγει αὐτῷ, Σκληρῶς ᾔτησας· πλὴν ἐὰν | |
10 | ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι. Ἀντὶ τοῦ κατ‐ αξιωθῆναι διπλῆν ἔχειν τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν. Εἶτα ἀνελήφθη. Ἐμετεωρίσθη ἡ μηλωτὴ, | |
καὶ ἐπέπεσε τῷ μαθητῇ· ἔλαβεν ἐνέχυρον, καὶ ἔφθα‐ | Column end | |
61.728 | σεν ἐπὶ τὸν ποταμόν· ἐπείρασε τεμεῖν τὸν Ἰορδάνην, καὶ οὐχ ὑπήκουσε τὸ ὕδωρ. Ἀπορίᾳ ληφθεὶς ὁ Ἑλισσαῖος λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; καὶ μετὰ τὸ εἰπεῖν, ἐπάταξεν ἐκ δευτέρου τὸ ὕδωρ, καὶ ἐμερίσθη ὁ Ἰορδά‐ | |
5 | νης. Διὰ τί δὲ οὐχ ὑπήκουσεν αὐτῷ ἐν πρώτοις τὸ ὕδωρ; Ἵνα μὴ νομίσῃ, ὅτι διὰ τὴν προτέραν αὐτοῦ ἀξίαν, ἣν εἶχε, διὰ τοῦτο ὑπήκουσεν· ὅτι μέντοι ἐκάλεσε τὸν Θεὸν καὶ λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; Διὰ τί δὲ εἶπε, Ποῦ ὁ Θεός; οὐκ ᾔδει ὁ προφήτης, ὅτι ὁ Θεὸς | |
10 | ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πανταχοῦ ἐστιν; Ἀλλ’ ἐπειδὴ εἶπεν αὐτῷ ὁ Ἠλίας· Ἐὰν ἴδῃς με ἀναλαμ‐ | |
βανόμενον, ἔσται σοι οὕτως. | 727 |