TLG 2062 301 :: JOANNES CHRYSOSTOMUS :: De siccitate [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De siccitate [Sp.] Citation: Vol — pg — (ln) | ||
61.723(3t) | Περὶ αὐχμοῦ. | |
4 | Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλ‐ | |
---|---|---|
5 | μοῖς μου πηγὴν δακρύων; Ἐπιδαψιλευέτω μοι τὸ τοῦ λόγου προοίμιον ὁ τῶν προφητῶν συμπαθέστατος. Ἀλλ’ ἐκεῖνος μιᾶς πόλεως τῆς Ἱερουσαλὴμ τὴν ἐρη‐ μίαν ὠδύρετο· ἐγὼ δὲ πάσης τῆς περιχώρου ταύτης ὁρῶν τὴν ἐπελθοῦσαν μάστιγα, εἰς θρήνους κινοῦμαι | |
10 | καὶ δάκρυα. Ἐκλείσθη γὰρ ὁ οὐρανὸς διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν, καὶ τῷ ἡλιακῷ αἱ νεφέλαι, Ὡσεὶ φρύγιον συνεφρύγησαν· αἱ τῶν ὑδάτων ἀπεξηράνθησαν πίδα‐ κες, καὶ ποταμῶν ἀεννάων ἐξέλιπε ῥεύματα· ἡ δὲ γῆ πυρακτωθεῖσα τῷ καύσωνι τοὺς συνήθεις αὐτῆς δοῦναι | |
15 | καρποὺς ἀπαναίνεται. Φεῦ τῶν ἡμετέρων κακῶν. Καὶ αὐτὰ γὰρ τὰ ἄλογα ζῶα κινδυνεύει διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀπεξηράνθη ἡ γῆ καὶ ὁ χόρτος αὐτῆς, μᾶλλον δὲ οὐκ ἐβλάστησε, καὶ τῷ λοιμῷ διαφθείρεται! Καὶ βοῦς μὲν ἐλεεινὸν μυκᾶται, καὶ οἷον ἐπιθανάτιον· τὰ δὲ | |
20 | ποίμνια βληχᾶται γοερῷ τῷ βληχήματι, ὡς φλο‐ γώδη κρατῆρα τὴν τῶν ὑδάτων πόσιν προκειμένην θεώμενα, καὶ πρὸ καιροῦ τὰ λήϊα ξηραινόμενα· ὡς καὶ τὴν Ἰωὴλ προφητείαν πεπληρῶσθαι νῦν ἐν ἡμῖν· Ἔκλαυσε βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ | |
25 | αὐτοῖς· καὶ ποίμνια τῶν προβάτων ἠφανίσθη, ὅτι ἐξηράνθησαν ἀφέσεις ναμάτων. Τοσοῦτον τὰ ἡμέτερα πταίσματα τὴν ἵλεων τοῦ Θεοῦ φύσιν καὶ ἥμερον εἰς δίκαιον θυμὸν παρεκίνησαν. Καὶ ἐπειδὴ καθ’ ἑκάστην οὐ παυόμεθα τὸ πῦρ τῶν ἁμαρτιῶν ὑφάπτοντες, εἰκό‐ | |
30 | τως αὐχμῷ καὶ καύσωνι τιμωρούμεθα. Τάχα που καὶ πρὸς ἡμᾶς ὁ προφήτης βοᾷ· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς μὲν οὖν Ἰσραηλίταις διὰ τοῦ προφήτου ἐπήγγελτο ὁ Θεὸς, εἰ φυλάττοιεν τὰς αὐτοῦ ἐντολὰς, Ἐπιβρέξω εἰς ὑμᾶς | |
35 | ὑετὸν πρώϊμον καὶ ὄψιμον· καὶ πληθυνθήσονται ὑμῶν αἱ ἅλωνες σίτου, καὶ αἱ ληνοὶ οἴνων· ἡμῖν δὲ ἡ ἐπαγγελία αὕτη εἰς τοὐναντίον μετέστραπται· μᾶλ‐ λον δὲ ἡμᾶς ἡ τοῦ Ἱερεμίου κατάρα κατείληφεν· Ἔστω σοὶ, φησὶν, ὁ ὑπὲρ τὴν κεφαλὴν οὐρανὸς χαλκοῦς· | |
40 | τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ὑδάτων τῇ ἀπειλῇ τοῦ λόγου σημαίνοντος. Ἢ οὐ τοῦτο ἡμῖν ἀρτίως πεπλήρωται; Ἡ μὲν γῆ χαραδρωθεῖσα αὐχμῷ καὶ οἷον ἀπολιθωθεῖσα, τῶν γεωργῶν τὸν πόνον ἠμάλδυνεν, οὔτε τὴν ἄροσιν παραδεχομένη, οὔτε τὴν σκάφησιν· τὰ | |
45 | δὲ λήϊα μικρὸν ἐκβλαστήσαντα, καὶ χρηστὰς ἐλπίδας παρασχόντα, πρὸ τοῦ ἐγκυμονῆσαι τὸν ἄσταχυν, ἀπε‐ μαράνθη καὶ ᾤχετο. Μόνη δὲ λέλειπται τῶν ἀμπέλων καὶ φυτῶν ὑπετάλωσις, τάχα καὶ αὐτὴ τὸν μετ’ ὀλίγον ἐσόμενον μαρασμὸν ὑπεμφαίνουσα. Τοιοῦτος τῶν ἁμαρ‐ | |
61.723(50) | τιῶν ὁ καρπὸς, τοιαῦτα τῆς κακίας τὰ ὄργια, ἀνθ’ ὧν οὐκ ἐπορεύθημεν ἐν ταῖς ὁδοῖς αὐτοῦ, ἤτοι τοῦ Θεοῦ, ἀλλὰ ταῖς πονηραῖς ἐδουλώθημεν πράξεσιν, ἀλλήλων φθονοῦντες, τῶν ἐλαττόνων κατεπαιρόμενοι, ἐπιθυμοῦν‐ τες κορεσθῆναι τῶν ἀλλοτρίων, χαίροντες τῇ δυσπρα‐ | |
55 | γίᾳ τοῦ γείτονος, ἀλλήλους κατεσθίοντες τῇ συκοφαν‐ τίᾳ, ἀτόποις ἐπιθυμίαις δουλαγωγούμενοι, Ἵπποι θη‐ λυμανεῖς γεγονότες, ὅ φησιν ἡ Γραφὴ, καὶ λύκοι ἅρ‐ παγες, καὶ μνησικακοῦντες ὡς κάμηλοι, οὐκ ἐλεοῦντες τοὺς πένητας, οὐ συμπαθοῦντες τοὺς πταίοντας, ἀμε‐ | |
60 | λοῦντες τῶν ἐν τῇ Ἐκκλησίᾳ συνάξεων, καταφρονοῦν‐ τες τῶν ἁγίων, τὰς μνήμας αὐτῶν μὴ σεβόμενοι, φεύ‐ γοντες τὴν ἐξομολόγησιν, ὡς περὶ [f. ὥσπερ οἱ ἐν] φρενίτιδι ὄντες τοὺς θεράποντας. Οἱ ἱερεῖς κακὸν ὑπό‐ δειγμα γεγόνασι τῷ λαῷ, ὑβρίζοντες, μνησικακοῦντες, | |
65 | ἐχθραίνοντες, ἐπιβουλεύοντες, εἰς πρόσωπα βλέποντες, οὐκ ἐλέγχοντες καὶ διορθοῦντες τοὺς πταίοντας, ἀλλὰ τῇ σιωπῇ κοινωνοῦντες τῆς ἀδικίας, ὡς ὁ παλαιὸς ἐκεῖ‐ νος Ἠλεῖ· οἱ λαϊκοὶ, ἀφέντες τὰ ἑαυτῶν, ἕκαστος περι‐ σκοπεῖν τὰ τῶν ἱερέων περιεργάζονται, καὶ δικαστής | |
70 | ἐστιν ἀπαραίτητος. Ἆρα οὐκ ἀλήθειαν λέγω; οὐ τού‐ των ἔμπλεος τῶν κακῶν ἡ πόλις ἡμῶν; καὶ οὐ καθ’ ἑκάστην ταῦτα μαρτύρομαι; οὐκ ἐκοπίασα κράζων, τῶν ὅρκων ἀπέχεσθαι; οὐ προέλεγον, οὐ παρόψεται Κύριος ὁρῶν οὕτω καταφρονούμενον τὸ ἱερὸν εὐαγγέ‐ | |
75 | λιον, καὶ ταῖς πλεονεκτικαῖς χερσὶν ἀναιδῶς καὶ ἀνυ‐ | |
ποστόλως κρατούμενον; Κόμιζε τοίνυν τοὺς καρποὺς | Column end | |
61.724(3) | τοῦ ἀγροῦ, τοὺς ἐκ πλεονεξίας κτισθέντας σοι, ὡς οὐδὲ τὰ καταβληθέντα παρέξει σπέρματα· ἀλλ’ οὐδὲ τὸν | |
5 | ἀμπελῶνα τρυγήσεις, ὃν πλεονεκτήσας ἀφήρπασας. Ἃ γὰρ τοῖς Ἰουδαίοις πάλαι διὰ Μιχαίου ἠπείλησεν ὁ Θεὸς, ταῦτα νῦν πεπλήρωκεν ἐν ἡμῖν· Σὺ σπείρεις, καὶ μὴ ἀμήσῃς· σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον· καὶ οἶνον οὐ μὴ πίῃς. Τί οὖν, εἴποι | |
10 | τις ἴσως, καὶ μὴν οὐ πάντες πλεονέκται, οὐδὲ πάντες ἐπίορκοι· πῶς οὖν ὀλίγων ἁμαρτανόντων κοινῇ πᾶσι κεκέρασται τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ἀψίνθιον; ἐχρῆν γὰρ μόνοις τοῖς κακοῖς ἐπενεχθῆναι τὴν κόλασιν. Ἀλλ’ ὡς ἐφ’ ἑνὸς σώματος, εἴπερ ἐν ἑνὶ μορίῳ ῥεύματος | |
15 | ἐπείσρυσις γίνεται, τὸ πᾶν σῶμα ἐδεῖτο καθάρσεως· οὕτω καὶ ἐφ’ ἡμῖν, ἐπειδὴ ἓν σῶμά ἐσμεν, καὶ μέλη πάντες τοῦ Χριστοῦ, ἑνὸς μέρους νενοσηκότος, κοινω‐ νοὶ τῆς ἀλγηδόνος πάντες γινόμεθα. Οὕτω ποτὲ τοῦ παι‐ δὸς Σαοὺλ ἁμαρτήσαντος, ἅπαν τὸ στρατόπεδον ἐμαστί‐ | |
20 | ζετο, καὶ τοῦ Δαυῒδ παρὰ τὸ δοκοῦν τῷ Θεῷ τὸν λαὸν ἀριθμήσαντος, κοινῶς ὄλεθρος ἐπεισέφρησε. Τοῦτο δὲ καὶ ἡ ἔξωθεν παιδεία φησὶν, ὅτι πολλάκις καὶ σύμπασα πόλις ἑνὸς ἀνδρὸς κακίας ἀπέλαυσε. Διὰ τοῦτο τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ποτήριον κεκέρασται ἡμῖν | |
25 | ἄκρατον. Ποτήριον γὰρ, φησὶν, ἐν χειρὶ Κυρίου πλῆ‐ ρες κεράσματος οἴνου ἀκράτου. Ὁρᾷς πῶς ἡ τοῦ ποτηρίου τούτου φύσις παρήλλακται. Εἰ γὰρ ἄκρατόν ἐστι, πῶς πλῆρες κεράσματος; τὸ γὰρ κεκερασμένον οὐκ ἄκρατον. Ἐνταῦθα δὲ ἀμφότερα λέγεται· καὶ | |
30 | ἄκρατον μὲν, ὡς ἀμιγὲς θείων οἰκτιρμῶν τοῖς ἀδιόρθωτα πταίουσι, διὰ τὸ τῆς κρίσεως δίκαιον· κεκερασμένον δὲ, ὡς ἐκ διαφόρων μαστίγων καὶ τιμωριῶν, αἷς εἴωθε κολάζειν Θεὸς τοὺς μὴ ἐν ἀπεγνωσμένοις γενομένους κακοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακό‐ | |
35 | πτοντες νόσους, καὶ τοῦ δύνασθαι θεραπεύειν τὴν πεῖ‐ ραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς ὕδασι καὶ δριμέσι φαρμάκοις ἀποκαθαίρουσι, καὶ τῆς ἐνούσης αὐτῆς ἀκαθαρσίας τὸ πάθος ἀπολεπτύ‐ νουσι τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασιν· οὕτω καὶ ὁ | |
40 | τὰ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας πλη‐ γαῖς, ὧν βέλτιον ἂν εἴη παραιτεῖσθαι πρὸ τῆς πείρας τὴν ἔφοδον. Τί οὖν εἴποιμεν πρὸς τὰ ὑπαρχόμενα; Δικαία ἡ κρίσις τοῦ Θεοῦ, μᾶλλον δὲ καταπολὺ τῆς δι‐ καίας ὀργῆς ὁ φιλάνθρωπος Δεσπότης τὴν τιμωρίαν | |
45 | ἐκούφισεν, οὐχ ὅσον, ὧν ἐσμεν ἄξιοι, πεῖραν λαβεῖν, ἀλλ’ ὅσον αἴσθησιν λαβεῖν, ὧν ἡμάρτομεν. Σκόπει γὰρ τοῦ Θεοῦ τὸ μακρόθυμον· ἡμάρτομεν ἡμεῖς, καὶ τὰ στοιχεῖα κολάζεται· πταίομεν, καὶ ἡ γῆ τιμωρεῖται· φαῦλον βίον ζῶμεν ἡμεῖς, καὶ μαστίζεται τὰ ἄψυχα· | |
61.724(50) | ὑβρίζομεν τὸν πλάστην διὰ τῶν αἰσχρῶν ἡμῶν πρά‐ ξεων, καὶ δέχεται τὴν πληγὴν τὰ μηδὲν ἁμαρτήσαντα· ὥσπερ ἂν εἴ τις τοῦ παιδὸς σφαλέντος, κατὰ τοῦ δούλου ἐκφέρει τὴν βάσανον. Τοιοῦτον ἔχομεν ἀγαθὸν Δεσπό‐ την, οὕτως ἡμᾶς νουθετεῖ, ἐπανάγων πρὸς τὴν διόρθω‐ | |
55 | σιν· καὶ τείνει μὲν τὸ τόξον τῆς ἀπειλῆς, ἐπέχει δὲ τὸ βέλος τῆς ὀργῆς. Οὐ γὰρ βούλεται τὸν ψυχικὸν ἡμῶν θάνατον, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένει καὶ τὴν μετά‐ νοιαν. Γενώμεθα οὖν, ἀδελφοὶ, ἐν αἰσθήσει τοῦ πρέπον‐ τος, ἱλεωσώμεθα τὸν εὔσπλαγχνον Κύριον, μὴ χείρονες | |
60 | ὀφθῶμεν τῶν Νινευϊτῶν. Ἐκεῖνοι ἐθνικοὶ ὄντες καὶ ἄπιστοι, ἐπειδὴ παρὰ τοῦ προφήτου τὴν καταστροφὴν τῆς πόλεως ἔμαθον, τοσαύτην ἐπεδείξαντο μετάνοιαν, ὡς καὶ τὰ νήπια καὶ τὰ κτήνη νηστεύειν ἠνάγκασαν, καὶ σποδὸν καὶ σάκκον περιεβάλοντο, καὶ οὕτω τῆς δι‐ | |
65 | καίας ὀργῆς τοῦ Θεοῦ ἀπηλλάγησαν. Δακρύσωμεν οὖν καὶ ἡμεῖς, ἐξομολογησώμεθα ἕκαστος τὰ ἴδια πταίσμα‐ τα, προληψώμεθα πρὸς Θεὸν μεσίτας τοὺς ἁγίους, τούς τε ἄλλους καὶ κατ’ ἐξαίρετον τὴν ὑπέραγνον δέσποιναν, τὴν ταχεῖαν προστασίαν καὶ ἄμαχον· προσπέσωμεν | |
70 | αὐτῇ, μετὰ δακρύων δεόμενοι· Κυρία δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, ἡ τὴν φύσιν ἡμῶν τῷ σῷ τόκῳ θεώσασα, ἡ Θεῷ καὶ ἀνθρώποις τῷ τόκῳ σου μεσιτεύσασα, ἐλέησον τὸν λαόν σου καὶ τὴν κληρο‐ νομίαν σου· σπλαγχνίσθητι ἐπὶ ταύτῃ τῇ πόλει σου, τῇ | |
75 | ἐν τῷ σῷ καυχωμένῃ ὀνόματι· μεσίτευσον ὑπὲρ ἡμῶν | 723 |
61.725 | τῶν ἀναξίων δούλων σου· δυσώπησον τὸν μονογενῆ σου Υἱὸν ἐπὶ τοῖς ἡμετέροις μακροθυμῆσαι πταίσμασι, καὶ λῦσαι τὴν καθ’ ἡμῶν ταύτην δικαίαν ὀργὴν, καὶ ταῖς νεφέλαις ἐπιτάξαι τὸν ὑετὸν ἐπομβρίσαι συνήθως, καὶ | |
5 | τὸν αὐχμὸν διαλῦσαι, καὶ τῆς γῆς δροσίσαι τὸν καύ‐ σωνα. Ναὶ, δέσποινα, δέσποινα, ἡ τοῦ κόσμου ἀντίλη‐ ψις, ἐλέησον, θήλασσον τὰ νήπια, γέροντας κεκμηκό‐ | |
τας, πένητας πεφρυγμένους· μὴ ἐάσῃς ἡμᾶς ἀπολέσθαι | Column end | |
61.726 | ταῖς ἁμαρτίαις ἡμῶν· ἡμάρτομεν, ἠνομήσαμεν, τὸν καθαρὸν τοῦ βαπτίσματος χιτῶνα κατεῤῥυπώσαμεν, τὰς δεσποτικὰς ἐντολὰς ἠθετήσαμεν· ἀλλὰ κἂν ὀλισθαί‐ νωμεν, οὐκ ἐπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν | |
5 | ἀλλότριον, ἀλλ’ εἰς τὸν μονογενῆ σου Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύ‐ ματι προσκυνούμενον καὶ συνδοξαζόμενον, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας. | 725 |