TLG 2062 300 :: JOANNES CHRYSOSTOMUS :: In transfigurationem [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In transfigurationem [Sp.]

Citation: Vol — pg — (ln)

61

.

721

(16t)

Εἰς τὴν μεταμόρφωσιν.
17 Ἥλιος ἀνίσχων τὰς οἰκείας ἀκτῖνας εἰς πάντα κό‐ σμον ἐκτείνει· καὶ τοῦ Δεσπότου Χριστοῦ ἡ κατὰ σάρ‐ κα γενέθλιος ἀνατολὴ τοὺς αὐτῆς μαθητὰς, ὥσπερ τι‐
20νὰς ἀκτῖνας, εἰς τὴν οἰκουμένην ἅπασαν ἐξέπεμψε. Διὰ τοῦτο καὶ σήμερον φωστήρων δίκην τὸ ἱερὸν τοῦτο λαμπρύνουσι σύστημα Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάν‐ νης, οἱ τῶν ἀπίστων σαγηνευταὶ, καὶ τῶν πεπλανημέ‐ νων πρῴην εἰς θεογνωσίαν ἁλιεῖς, οἱ ἀντὶ μὲν καλάμου
25τῷ σταυρῷ χρώμενοι, ἀντὶ δὲ ἱμονιᾶς τῇ τριπλόκῳ ὁμολογίᾳ τοὺς λογικοὺς ἀνασπῶντες ἰχθύας ἐκ τοῦ βυ‐ θοῦ τῆς κακίας· οἱ τῶν ἀνεκλαλήτων μυστηρίων τῷ διδασκάλῳ κοινωνοῦντες, καὶ τῶν ἀῤῥήτων καὶ ἀθεάτων πραγμάτων αὐτόπται καὶ αὐτήκοοι γενόμενοι. Πέτρος
30ὁ διὰ τὴν πίστιν πέτρα κληθεὶς, καὶ ἐφ’ ἑαυτῷ τῆς Ἐκκλησίας ἀνέχων τὴν οἰκοδομήν. Σὺ γὰρ εἶ, φησὶ, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἀλλὰ ἴδωμεν, εἰ δοκεῖ, διὰ τίνα καὶ ποίαν
35αἰτίαν τούτου τετύχηκε τοῦ ἐπάθλου ὁ κορυφαῖος. Ἠρώτα ποτὲ τοὺς μαθητὰς ὁ Σωτὴρ τίνα ἄρα περὶ αὐτοῦ ἔχοιεν δόξαν. Τῶν οὖν ἄλλων τέως σιγώντων, προπηδήσας ὁ γενναῖος οὗτος, φησὶν, οὐκ εἶπε· Σὺ ἐγέ‐ νου, σὺ ἐκτίσθης· ἀλλὰ, Σὺ εἶ, κατὰ τὸν προφήτην τὸν
40λέγοντα, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· καὶ διὰ ταύτην τὴν ὁμολογίαν λαμβάνει τῶν οὐρανῶν τὰς κλεῖς. Ὅσα γὰρ, φησὶν, ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς
45οὐρανοῖς. Ὢ παραδόξου καὶ φύσιν ὑπερβαίνοντος ἀξιώ‐ ματος! Ἐπὶ γῆς βαδίζων νόμους ταῖς οὐρανίοις ἐξέπεμπε δυνάμεσι, καὶ τούτους ἐκεῖναι ἐφύλαττον. Καὶ κάτω μὲν ἐκεῖνος τὰ δοκοῦντα ὑπηγόρευεν, ἄνωθεν δὲ Θεὸς τὴν ψῆφον τῶν λεγομένων ἐβεβαίου. Ἐμακαρίζετό ποτε

61

.

721

(50)

Ἰωσὴφ ἐκεῖνος, τὰ σιτοδοχεῖα πιστευθεὶς τοῦ Φαραώ. Πῶς οὐ ζηλωτὸς καὶ τρισμακάριος ὁ Πέτρος, τοὺς θησαυ‐ ροὺς πιστευόμενος αὐτῶν τῶν οὐρανῶν; Ἀλλ’ οὐχ ὅτι τοῦ δεσμεύειν ἔλαβε τὴν ἐξουσίαν τοσοῦτον μακαρίζω, οὐδ’ ὅτι καὶ σκιαὶ τῶν ἱματίων αὐτοῦ προκύπτουσαι νό‐
55σους ἤλαυνον, οὐδ’ ὅτι τὴν Ταβιθὰ ἐκ νεκρῶν ἀνέστησεν ἐκπλήττομαι· ταῦτα γὰρ τοῦ ἐνεργοῦντος Πνεύματός ἐστιν ἐκ τοῦ πλείστου τὰ χαρίσματα· ἐγὼ δὲ Πέτρον μακαρίζω ἐκεῖνον τῆς ἀληθοῦς ἕνεκεν ὁμολογίας τῆς ἀπὸ πάντων τέως πρῶτον ἐπιβεβηκότα· Σὺ εἶ ὁ Χριστὸς,
60ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ τὸ φαινόμενον ὁμο‐ λογεῖ, Σὺ εἰ ὁ Χριστός· τοῦτο τῆς μετὰ Πατρὸς συνυπάρξεως τὸ μήνυμα. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ τρισμακαρίου Ἰωάννου τὰ ἰδιάζοντα πλεονεκτή‐ ματα· οὐκ ἀφ’ ὧν τῆς ἐνθέου πενίας ἐκοινώνει τῷ Πέ‐
65τρῳ· συνῆν γὰρ τῷ λέγοντι, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καὶ τῇ σιωπῇ τὴν συγκατάθεσιν ἐμήνυσεν· ἀλλ’ ὅτι εἰς τὰ στέρνα τὰ δεσποτικὰ πεσὼν, ἐκεῖθεν ἐχάλκευσε τὴν ἱερὰν ἐκείνην καὶ μεγαλόφωνον σάλπιγγα, δι’ ἧς, ἃ μὴ εἶπεν οὐρανὸς, μὴ ἐνενόησαν
70ἄγγελοι, μὴ τῶν λοιπῶν εὐαγγελιστῶν τις κατέλαβε, μόνος τολμηρᾷ καὶ πιστῇ ἐφανέρωσε γλώσσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ
Θεὸς ἦν ὁ Λόγος. Τίνος οὖν ἕνεκα, καὶ διὰ ποίαν αἰ‐Column end

61

.

722

(15)

τίαν, πρότερος ὢν τῶν λοιπῶν εὐαγγελιστῶν, ἔσχατος ἔγραψε τὸ εὐαγγέλιον; Ἀναγκαῖον καὶ τοῦτο ζητῆσαι. Ματθαῖος τῇ τῶν Ἑβραίων γλώσσῃ τὰ εὐαγγελικὰ συνέταξε θαύματα· Μάρκος, τοῦ Πέτρου μαθητὴς γενό‐ μενος, τὰ διὰ τοῦ Δεσπότου Χριστοῦ συμβεβηκότα γε‐
20γράφηκε, λέγω δὴ τὴν ἄμικτον γέννησιν, τὴν ἄμεμπτον ἀναστροφὴν, τὰ παράδοξα σημεῖα, τὸν Ἰουδαϊκὸν φθό‐ νον, τὸ σωτήριον πάθος, τὸν ζωοποιὸν ἡμῖν θάνατον, τὴν ἐπ’ ἀφθαρσίᾳ ἀνάστασιν, τὴν πρὸς τὸν πατρικὸν κόλπον ἀνάληψιν. Ὁμοίως δὲ καὶ Λουκᾶς, Παύλου τυγ‐
25χάνων μαθητὴς, τὴν αὐτὴν τοῖς πρὸ αὐτοῦ ἔτρι‐ ψεν ὁδόν. Ἰωάννης τοίνυν μόνος, ὡς ἁλιεύς τις ἐξ ἀπ‐ όπτου καθήμενος, καὶ ἑτέρων ἁλιευόντων θεατὴς γενόμε‐ νος, ὡς εἶδεν αὐτῷ τῆς γνώσεως τὸ κεφάλαιον παρα‐ λειφθὲν, μεταχειρίζεται τὸν ἁλιευτικὸν τοῦ Εὐαγγελίου
30κάλαμον, καὶ ἐξ αὐτοῦ τὸν ζητούμενον ἰχθὺν θηρεύει, καὶ τοῦτον ἀπράτως τοῖς πιστοῖς πιπράσκει βοῶν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐκ ἀφ’ οὗ Μαρία, φησὶν, ἡ νομι‐ σθεῖσα μήτηρ, ἀρχὴν ἔλαβεν ὁ Χριστός· οὐκ ἀφ’ οὗ Ἰωσὴφ πατὴρ αὐτοῦ ἐχρημάτισε, τὴν ὕπαρξιν ἔχει·
35οὐδ’ ἀφ’ οὗ Μωϋσῆς, οὐδ’ ἀφ’ οὗ Ἀβραὰμ, ὁ πρὸ νόμου πάντων πατήρ· ἀλλ’ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχῆς δὲ οὐδὲν ἀρχαιότερον, ἀρχῆς οὐδὲν πρεσβύτερον· πᾶν ποίημα ἄρχεται, καί ἐστιν ὑπὸ ἀρχήν· πάντων δὲ ἀρχὴ Υἱὸς, καὶ πάντων ἐστὶν ὡς ποιητὴς ἀρχή. Πᾶν τῇ ἀρχῇ
40παραλαμβανόμενον, νεώτερον· μόνη δὲ τὰ πρεσβεῖα τῆς ἀϊδιότητος κατέχει ἡ ἀρχή. Ἀλλ’ ἴδωμεν δίκαιον Ἰάκωβον· εἰ γὰρ καὶ τὴν τοῦ δικαίου ἐπίκλησιν ἐξαί‐ ρετον ὁ ἄλλος Ἰάκωβος ἔλαχεν, ὁ χρηματίζων Δίκαιος, ἀλλ’ οὐ φθονήσει τοῦ τοιούτου γέρως τῷ συναποστόλῳ.
45Πολλοῖς τοίνυν καὶ ὁ υἱὸς Ζεβεδαίου πλουτεῖ τοῖς τοῦ Εὐαγγελίου κατορθώμασιν· ἀρκεῖ δὲ πρὸς τὸ παρὸν εἰς ἐγκωμίου λόγον, τὸ ὑπὲρ τοῦ δεσποτικοῦ φίλτρου ἡδέως τὴν κεφαλὴν ἀποτμηθῆναι. Τοῦτον γὰρ Ἡρώδης, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ, ἀναιρεῖ. Οὗτοι τῆς

61

.

722

(50)

εὐσεβείας οἱ ἀθληταὶ, οὗτοι τῶν εὐαγγελικῶν κηρυγμά‐ των οἱ διάκονοι. Ἀλλ’ ἕνα μὲν ἐξ Ὀλυμπιακῶν ἐπαν‐ ελθόντα στεφανίτην δῆμοι καὶ πόλεις ἰδεῖν συντρέχουσι, καὶ ταῦτα φύλλοις δάφνης ἐστεφανωμένον· ἡμεῖς δὲ οὐχ ἕνα, ἀλλὰ τρεῖς ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀγωνι‐
55στὰς, ὑπὲρ Τριάδος ἀθλήσαντας καὶ στεφανωθέντας, πρὸς ἡμᾶς παραγενομένη ἐλεάσονι συνδρομὴ τεθεά‐ μεθα. Καίτοι τῶν ἀμετρίων κατατολμᾷ πᾶσα γλῶσσα, ἑνὸς τούτων τοὺς ἐπαίνους διεξιέναι πειρωμένη, καὶ ἰλιγγιᾷ ἡ διάνοια, θάλασσαν ἀρετῶν κοτύλῃ ἐκμετρεῖν
60βιαζομένη· ἀλλ’ ὅμως ἐπεχειρήσαμεν, τῆς εὐγνωμοσύ‐ νης ἐπιδεικνύμενοι τοῖς πατράσι τὸν καρπόν. Πρὸ δύο ἡμερῶν γενεθλιακὴ τοῦ παμβασιλέως Χριστοῦ πανήγυ‐ ρις διηνύσθη· εἰκότως τοιγαροῦν οἱ λαμπροὶ ἀγῶνες οὗτοι εἰς τιμὴν τῆς Δεσποτικῆς γεννήσεως ὑπὸ τῶν
65πεντάθλων ἀγωνιστῶν ἐξετελέσθησαν. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν συμβαίνειν εἴωθε· τὰς γὰρ βασιλικὰς γεν‐ νήσεις ἐν ταῖς πόλεσιν οἱ ἄρχοντες τιμῶσιν· ἀλλ’ ἐκεῖ μὲν ὁ νενικηκὼς, σκιᾶς καὶ προσκαίρου χαρᾶς ἐτρύγη‐ σεν ἡδονήν· ἐνταῦθα δὲ ἀθάνατα τοῖς στεφανίταις τὰ
70βραβεῖα, αἰωνίζοντες οἱ στέφανοι, ἡ μετ’ ἀγγέλων χαρὰ,
ἡ μετὰ τῶν ἁγίων ἐν τῇ ἀναστάσει λαμπρότης. Ταῦτα721

61

.

723

τούτοις ἀπόκειται τοῖς ἀγωνίσμασι τὰ προνόμια· ὧν
ταῖς πρεσβείαις καὶ ἡμεῖς διαφυλαχθείημεν, καὶ ὁColumn end

61

.

724

καλὸς οὗτος ποιμὴν εἰς πολλὰς δεκάδας ἡμῖν ἐνιαυτῶν
χαρισθείη ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.723