TLG 2062 299 :: JOANNES CHRYSOSTOMUS :: In laudem sancti Joannis theologi (homilia 2) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In laudem sancti Joannis theologi (homilia 2) [Sp.]

Citation: Vol — pg — (ln)

61

.

719

(45t)

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τὸν Θεολόγον.
46 Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τό‐ πων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμή‐

61

.

719

(50)

σωμεν, ἀλλ’ ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν. Πάλιν τὰς πνευματικὰς αὐτοῦ πηγὰς ἐπεσπάσατο, οὐχ ἵνα ἀργοὺς διψῶντας ποτίσῃ, ἀλλ’ ἵνα λαοὺς κοπιῶντας στηρίξῃ· πάλιν εἰς τὸ ἱερὸν ἀναβέβη‐ κεν ὁ δεύτερος μετὰ Πέτρον, οὐχ ἵνα ἕνα χωλὸν θερα‐
55πεύσας ἐξάλλεσθαι ποιήσῃ, ἀλλ’ ἵνα πάντας ἡμᾶς τῇ εὐσεβείᾳ ἐπιῤῥώσας, εἰς οὐρανοὺς τὸ πολίτευμα ἔχειν παρασκευάσῃ. Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκει‐ ται, ἀλλ’ εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσ‐
60ενέγκει, καὶ οὕτω κέκραγε λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Παιδία, ποῖα; Ἃ ἡ χάρις ἐβλάστησε, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κλη‐ ρονόμους ἀπέδειξεν. Ὅσους ποτὲ ἐσυλαγώγει ἡ Ἄρτε‐ μις, τούτων πλείονας συνάγει ὁ ἀπόστολος. Ἐκείνη
65κύνας τρέφουσα, θηρεύουσα, τὴν πλάνην κατέσπειρεν· Ἰωάννης πτωχοὺς οἰκονομῶν καὶ λαοὺς συγκροτῶν, τὴν θεογνωσίαν ἐπέσπειρεν· ἐκείνη πομπαῖς εἰδώλων τὸν ἀέρα ἐσκότισεν, Ἰωάννης μνήμαις ἁγίων τὴν Ἀσίαν ἐφώτισεν· Αἴγυπτος μνημονεύει τὰ Μωϋσέως θαύματα,
70Ἔφεσος ἐξαγγέλλει τὰς Ἰωάννου εὐεργεσίας· Μωϋσῆς δέκα πληγαῖς τὴν Αἴγυπτον ἐμαστίγωσεν, Ἰωάννης δὲ
τῷ θεοπνεύστῳ Εὐαγγελίῳ Ἔφεσον κατεκόσμησε, μᾶλ‐Column end

61

.

720

(44)

λον δὲ καὶ πάντας ἠλέησε· Μωϋσῆς διὰ ῥάβδου τὴν θά‐
45λασσαν ἔσχισεν, Ἰωάννης διὰ σταυροῦ τὴν Ἄρτεμιν κατέστρεψε· τῆς θαλάσσης σχισθείσης Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ κατεποντίσθησαν· τῆς Ἀρτέμιδος κατα‐ πεσούσης, ὁ ἱερεὺς αὐτῆς καὶ τὰ βδελύγματα συνετρί‐ βησαν. Ἐκδιηγεῖται ὁ Δαυῒδ καὶ λέγει, Ἡ θάλασσα

61

.

720

(50)

εἶδε, καὶ ἔφυγε· σήμερον ἡ Ἐκκλησία τὸν αὐτὸν τρό‐ πον βοᾷ καὶ λέγει, ἡ Ἄρτεμις εἶδε καὶ ἔπεσεν. Εἶδε τὸν θεολόγον καὶ θεοκήρυκα, εἶδε τὸν θεοφόρον, καὶ ἔπεσεν ἡ ἁμαρτωλὸς, ἡ ἀλίτιμος, εἰς τὸ ἔδαφος. Εἶδεν ὃν ἠγάπα ὁ Ἰησοῦς, καὶ μένειν οὐκ ἴσχυσε. Τί
55σοί ἐστιν, Ἄρτεμις, ὅτι ἔπεσες; Εἶδον τὸν υἱὸν τῆς βροντῆς, καὶ κατεῤῥάγη μου τὸ ἱερὸν τῆς μεσιτείας· εἶδον τὸν θεϊκὸν φίλον, καὶ διελύθην· εἶδον τὸν ἐπὶ τὸ θεϊκὸν στῆθος ἀνακλιθέντα, καὶ κατηνέχθην ἐπὶ τὸ εἰδωλικόν μου στῆθος. Θαυμαστὸς ὁ Ἠλίας, ἀγαπητοὶ,
60ὅτι τὸν Βάαλ κατέστρεψε· θαυμασιώτερος ὁ Ἰωάννης, ὅτι τὴν Ἄρτεμιν ἐξώρισεν. Ἠλίας τετρακοσίους καὶ πεντήκοντα ἀπέκτεινεν· Ἰωάννης τὸν ὑπὸ τοῦ κίονος φονευθέντα ἱερέα ζωοποιήσας ἐν Χριστῷ ἀνέστησεν. Ὢ τοῦ θαύματος! Στῦλος λίθινος τὸν ἰσόλιθον ἐθανάτωσεν
65ἱερέα, ὃν διὰ τῆς χάριτος ἐξανέστησεν ὁ Ἰωάννης. Ἄραντες γὰρ αὐτοῦ, φησὶ, τὸ σῶμα βαστάζοντες ἤνεγκαν, θέντες πρὸς τὴν θύραν τοῦ Ἰωάννου· καὶ ὃν οὐκ ἤθελε ζῶν θεωρῆσαι, τοῦτον ἀποθανὼν ἐπεζήτει, ζωὴν καὶ πίστιν αἰτούμενος. Οὕτω ποτὲ καὶ οἱ παμπό‐
70νηροι Ἰουδαῖοι ἐποίησαν· ζῶντα τὸν Χριστὸν ἀπηρνή‐719

61

.

721

σαντο, καὶ ἀποθανόντα Υἱὸν Θεοῦ ὡμολόγησαν· ἀπηρ‐ νήσαντο αὐτὸν ἐπὶ τοῦ τυφλοῦ εἰπόντες, Ἡμεῖς τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀνέβλεψεν ὁ τυφλὸς, καὶ ἐσκοτίσθη ὁ
5ἀσύνετος λαός. Υἱὸν Θεοῦ ὡμολόγησαν ἐπὶ τοῦ σταυροῦ, ὅτε κλίνας τὴν κεφαλὴν ἀφῆκε τὸ πνεῦμα, καὶ λόγχῃ τὴν ἀοίδιμον αὐτοῦ ἐξεκέντησαν πλευρὰν, καὶ ἐξῆλθε πλῆθος αἵματος καὶ ὕδατος· ἔκραζον δὲ μεγάλῃ τῇ φωνῇ Ἰουδαίων παῖδες, καὶ ἔλεγον, Ἀληθῶς Θεοῦ Υἱὸς ἦν
10οὗτος. Ἰωάννης, ὁ ζῶν, ὁ κήρυξ τῆς θεογνωσίας, ὁ Πνεύματος ἁγίου χάριν λαβὼν, ὁ ῥήτωρ τῆς Ἐκκλη‐ σίας, ὁ φωστὴρ τῆς εὐσεβείας, ὁ ὀφθαλμὸς τῆς Ἀσίας, τὴν μὲν δαίμονα Ἄρτεμιν κατέστρεψε, τὸν δὲ Θεὸν Λό‐ γον ἐν ὅλῳ τῷ κόσμῳ μεγαλοφώνως ἐκήρυξεν· Ἐν ἀρχῇ
15ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶColumn end

61

.

722

Θεὸς ἦν ὁ Λόγος. Ἐρωτήσωμεν τὸν ἁλιέα τῶν ἰχθύων, καὶ συγγραφέα τῶν ἁγίων εὐαγγελίων, τίς αὐτὸν τοῦτο ἐδίδαξε; ποῖος πατὴρ τοῦτο συνεβούλευσεν ἀποφθέγξα‐ σθαι, εἰς ποίαν βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν;
5Ἀλλ’ οὔτε τις ἐδίδαξεν αὐτὸν, οὔτε εἰς βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν· ἀλλ’ εἰς τὸ δεσποτικὸν στῆθος τοῦ Σωτῆρος ἀνέπεσε, καὶ εἰς τὸ βάθος τῆς σοφίας καὶ τῆς γνώσεως τὸν νοῦν φωτισθεὶς ἐβόησεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ
10Λόγος. Τί πλέον τῶν γεγραμμένων ἔχω εἰπεῖν; Ἤκου‐ σας ὅτι Ἐν ἀρχῇ ἦν, τουτέστιν, ἐν Πατρὶ καὶ σὺν Πατρὶ, καὶ Θεὸς ἦν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως καὶ ἀπαθῶς γεγεννημένος πρὸ αἰώνων. Αὐτῷ ἡ δόξα εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.721