TLG 2062 296 :: JOANNES CHRYSOSTOMUS :: In assumptionem domini nostri Jesu Christi [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In assumptionem domini nostri Jesu Christi [Sp.] Citation: Vol — pg — (ln) | ||
61.711(18t) | Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
19 | Τὸ τῆς ἁμαρτίας κατὰ τῆς ἁμαρτίας ἀντέστραπται | |
---|---|---|
20 | τέχνημα. Τέχνη μὲν γὰρ τῆς ἁμαρτίας σταυρὸς, καὶ τὸ σῶμα θανάτῳ περιβαλεῖν ἀναμάρτητον· γέγονε δὲ ὁ σταυρὸς τῇ σταυρωθείσῃ σαρκὶ τῆς εἰς οὐρανὸν ἀνόδου μηχάνημα, καὶ τὸ περὶ τῆς ἁμαρτίας ῥηθὲν μεταβέβλη‐ ται. Πρότερον μὲν γὰρ ὁ Παῦλος ἐκήρυττεν, Ἡ ἁμαρ‐ | |
25 | τία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ αὐτῆς ἀπέκτεινε· νῦν δὲ τῆς δικαιοσύνης τὸ ῥῆμα μηχανήματι πρέπον· ἡ γὰρ δικαιοσύνη ἀφορμὴν λαβοῦσα διὰ τῆς ἁμαρτίας, ἐξηπάτησεν αὐτὴν καὶ ἀπ‐ έκτεινε. Τοῦτο τὸν Παῦλον ἐκπλῆξαν, εἰς ἐκείνην τὴν | |
30 | φωνὴν ἐνεκίνησε, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυ‐ στήριον. Ἀνάστασις γὰρ ἐν τῷ σταυρῷ κεκρυμμένη, γέννησις δὲ ἀθανάτου ζωῆς· ἀθανασίαν ἀνθήσασαν τι‐ κτόμενος ἐξ ᾅδου τοῖς ἀνθρώποις ὁ βασιλεύς. Ἀληθῶς μυστήριον παμμέγα. Πῶς οὖν γνωστὸν τὸ μυστήριον; | |
35 | Ἐφανερώθη, φησὶν, ἐν σαρκί. Καὶ τίς ἡ φανέρωσις; Ἐδικαιώθη ἐν πνεύματι. Ποῖον τὸ τῆς δικαιοσύνης τεκμήριον; Ὤφθη ἀγγέλοις. Ἔγνωσαν ἄγγελοι, φησὶ, τὴν τοῦ φανέντος ἀξίαν· προσῆλθον καὶ διηκόνουν αὐ‐ τῷ. Ἀξιόπιστοι μὲν, Παῦλε, τῆς δικαιοσύνης οἱ θεσπι‐ | |
40 | σταὶ, καὶ τὴν τοῦ Χριστοῦ σεμνύνουσι δύναμιν· δεῖξον μέντοι ἀνθρώποις τῆς ἰσχύος τῆς ἐκείνου σημεῖον. Ἐκηρύχθη, φησὶν, ἐν ἔθνεσιν. Ἔδραμε λόγος περὶ αὐτοῦ θεολόγος, καὶ ταῦτα παρὰ πάντων ἐμποδιζόμενος· ἐπλατύνθη κωλυόμενον κήρυγμα. Τί οὖν εἰ μέχρις | |
45 | ἀκοῆς τὸ κηρυττόμενόν ἐστι, καὶ κηρυχθὲν ἔθνεσι γέ‐ γονε τοῖς ἀκούσασι λῆρος; Ἐκηρύχθη, φησὶ, καὶ ἐπι‐ στεύθη ἐν κόσμῳ. Εἶτα καὶ τούτου πιστευθέντος δει‐ κνὺς ἀκώλυτον, Ἀνελήφθη, φησὶν, ἐν δόξῃ. Ἐκη‐ ρύχθη ἡ τῆς Ἐκκλησίας ἰσχὺς, μᾶλλον δὲ πάσης ὁμοῦ | |
61.711(50) | τῆς οἰκουμένης ἐπίστασις. Κοινὴ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως βοήθεια, ἡ σήμερον ἀνθρωπότης ἀναληφθεῖσα· τὰ γὰρ τῶν κολάσεων μετ’ αὐτὴν μετριώτερα. Καί μοι σκόπει τὰς παλαιὰς τῶν ἀνθρώπων ἐκ Θεοῦ τιμωρίας, καὶ τὸ τῆς ἀναλήψεως εὑρήσεις δημωφελές. Ἐξ ἑνὸς ἁμαρτή‐ | |
55 | ματος ἔῤῥιπτο προσκρούσας Ἀδάμ· μακρῷ σώματος τρόμῳ κατεκέκριτο Κάϊν· ἔβρεξε πῦρ οὐρανὸς, ὡς ση‐ πεδόνα τῆς γῆς, καυστηριάζων τὰ Σόδομα· μετεπλάτ‐ τετο πρὸς στήλην γυνὴ δρόμου παραχαράξασα νόμον. Αἱ δὲ εἰς δήμους ὁποῖαι διαφοραὶ, ἄκουσον τῆς Γραφῆς, | |
60 | ὡς θρηνῳδίᾳ διηγουμένης· Ἐπείρασαν, φησὶ, τὸν Θεὸν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ἐγόγγυσαν, φησὶ, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλοθρευτοῦ. Ἐπόρνευ‐ σαν, φησὶ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἔδωκε, φησὶ, Κύριος θάνατον ἐπὶ Ἰσραὴλ | |
65 | ἀπὸ πρωΐθεν, καὶ ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Τί ἄν σοι τὰς τοῦ Θεοῦ πρὸς βασιλέα τότε διηγοίμην προτάσεις; Τάδε λέγει Κύριος, φησίν· Αἴτησαι σεαυτῷ τρία ἔτη λι‐ μὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας τοὺς ἐχθρούς σου | |
70 | καταδιώκειν σε, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Τραγῳδοῦσι καὶ γραφεῖς Ἑλλήνων τὴν τῶν πα‐ λαιῶν χρόνων κακοπραγίαν, κατακλυσμῶν ἀμετρίαν, ὑπερβολὴν ἐκπυρώσεως, πολυετίαν λιμῶν, σεισμῶν ὄλεθρον πάνδημον, αἱμάτων ἐμφυλίους ἐκχύσεις, κύματα | |
75 | πολέμων ἐπαλλήλων. Οὐκ ἦν τότε τῶν ἐξ οὐρανοῦ καὶ | Column end |
61.712(18) | γῆς παρατάξεων, οὐχ Ἕλλησιν, οὐ βαρβάροις, οὐκ Ἰουδαίοις εἰρήνη. Ἔμενε γὰρ τὸν εἰρηνοποιοῦντα τὰ | |
20 | ἄνω καὶ τὰ κάτω μεσίτην· περὶ οὗ Παῦλός φησιν· Αὐτός ἐστιν εἰρήνη ἡμῶν, ὁ κωλύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Πόσοι νῦν Σοδομιτῶν ἀσελγέστε‐ ροι; καὶ πῦρ ἐπ’ αὐτοὺς ὁ ἀὴρ, ὡς τὸ πρὶν, οὐκ ἐκχέει. Ἐδέξατο γὰρ τὸν τῆς εἰρήνης περιόντα μεσίτην καὶ | |
25 | τῷ τῶν ἀνθρώπων προημέρωσε γένει. Πόσοι τῆς ἐπὶ τοῦ Νῶε γενεᾶς μοχθηρότεροι; καὶ κατακλυσμῷ τούτους οὐκ ἐκπλύνει οὐρανός. Πόσοι τῆς Κάϊν θηριωδέστεροι γνώμης; καὶ τοῖς τοῦ Κάϊν αὐτοὺς οὐ τιμωρεῖται ὁ Θεός. Ὅταν γὰρ παροξυνθῇ παρ’ ἡμῶν, πρὸς τὴν σύνθρονον | |
30 | ἰδὼν ἀπαρχὴν, διαλλάττεται· ὅταν τοῖς κάτω θυμωθῇ παροινοῦσι, τὴν ἄμωμον ἀνθρωπότητα βλέπων ἐκ δε‐ ξιῶν, δυσωπεῖται· ὅταν κινήσῃ τὴν ὀργὴν τὸ κάτω πονηρευόμενον γένος, ἄνω πραΰνει τὸν θυμὸν ὁ τοῦ γέ‐ νους συγγενὴς συγκαθήμενος. Τοῦτό σοι Παῦλος γυμνῶν, | |
35 | Χριστὸς, φησὶν, ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγ‐ χάνει ὑπὲρ ἡμῶν, οὐχ ὡς χρώμενος δικαζομένου φω‐ ναῖς· εἰς βασιλείαν γὰρ ἀνῆλθεν ὁ Χριστός· οὐκ ἰδικὴν, ἀλλ’ αὐτὴν τῆς ἀπαρχῆς τὴν ἀνάληψιν εἰς ἐντυχίαν ἐσχημάτισε Παῦλος τὰς διαλλαγὰς ἐκδικοῦσαν. Ὢ τῆς | |
40 | φρικτῆς σήμερον θεωρίας τοῖς δαίμοσι! φρικτὴν γὰρ αὐτοῖς θεωρίαν ἑώρων, ἀνθρώπου κατὰ τὸ φαινόμενον φύσιν, ὁδοιπόρον ἀέρος, ὑψηλοτέραν αὐτῶν ἀναβαίνου‐ σαν, ἀνωτέραν οὐρανοῦ γενομένην. Ἀλλ’ ἐκεῖνοι μὲν ἔστενον, ἄγγελοι δὲ τοῖς μαθηταῖς παριστάντες περι‐ | |
45 | χαρῶς ἐπεβόων· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς οὐρανόν. Τὸ τῆς ἀναλήψεως πιστοῦται μυστήριον. Ἔμενον γὰρ οἱ μα‐ θηταὶ πρὸς οὐρανὸν κεχηνότες καὶ συντεταγμένοι τῷ | |
61.712(50) | βλέμματι· τῆς σαρκὸς δὲ κατὰ μικρὸν ὑψηλοτέρας τῶν ὀφθαλμῶν γενομένης, ἐσείοντο λογισμοῖς ἀπορίας. Οὐ‐ δαμοῦ, φησὶ, τὸ θεωρούμενον σῶμα· τάχα σχήματος ἁπλῶς ἡ ἀνάληψις· τάχα φαντασίας θέα· τάχα πλάνην ὑπεμείναμεν βλέμματος· ἢ πλάνην μὲν ἡμεῖς οὐχ ὑπέ‐ | |
55 | στημεν, εἰς ἀέρα δὲ διελύθη τάχα τὸ σῶμα, καὶ φύσιν οὐκ ἔχει λοιπὸν τοῖς ἐπὶ γῆς ὁρατήν. Μετὰ τοιαύτης ὁρῶντες εἰς οὐρανὸν ἀπορίας ἤκουον τῶν ἀγγέλων ἐξαί‐ φνης· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Τί βούλεται, φησὶν, ὑμῖν ἡ περίεργος | |
60 | ὄψις; τί τὸ βλέμμα τοῖς οὐρανοῖς ἐπικέχηνε; ζητεῖτε πάντως ἐν τοῖς οὐρανοῖς; Εἰσφέρει τὸν Ἰησοῦν ἡ νε‐ φέλη. Ἦ πάλιν τις αὐτὸν ἐνσώματον ὄψεται· ὡς περὶ βεβαίων ἀμφοτέρων θαῤῥεῖτε. Κἂν γὰρ νῦν εἰς οὐρανὸν ἀναληφθῇ, καὶ πάλιν ἐλεύσεται, Ὃν τρόπον ἐθεάσασθε | |
65 | αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἀλλ’ ἐπὶ πολὺ τῆς γλώσσης ἡ νευρὰ μὴ τεινέσθω· χαυνώσωμεν τὴν τῶν λόγων αὐτὴν κεκμηκυῖαν κιθαρῳδίαν· δῶμεν καὶ ταῖς λοιπαῖς κιθάραις ἀκρόασιν· κροτείτω τὴν ἀνάλη‐ ψιν εὐφημία πολύστομος· ᾀδέτω σήμερον κοινῇ πάντων | |
70 | ἀνθρώπων τὸ γένος, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· ὤφθη ἀγγέλοις, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 711 |