TLG 2062 295 :: JOANNES CHRYSOSTOMUS :: In meretricem et in pharisaeum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In meretricem et in pharisaeum [Sp.] Citation: Vol — pg — (ln) | ||
61.709(51t) | Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον. | |
52 | Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν Δεσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ | |
---|---|---|
55 | Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρω‐ τον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ | |
60 | τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς. Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθή‐ κη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλ‐ αγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, | |
65 | ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλ‐ μῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ὁ λοιμὸς τῶν οἰκητόρων, ἡ τυραννὶς τῶν γάμων, ἡ ἀνα‐ | |
70 | τροπὴ τῆς σεμνότητος, ἡ τῶν ἀνδρογύνων μάχη, ἡ κα‐ κοδάπανος τράπεζα, ἡ τῶν βαλαντίων κένωσις, ἡ τῶν χρημάτων ἐκροὴ, ἡ τῶν καμάτων ἀπώλεια, ἡ τῶν κλη‐ ρονόμων ληνὸς, ἣν ληνοβάται πατοῦντες τὴν ἑαυτῶν γύμνωσιν ὠρχήσαντο. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις | |
75 | ἦν ἁμαρτωλός. Ἀλλ’ ἡ ἁμαρτωλὸς ἐκείνη τῇ δικαιο‐ | |
σύνῃ προσέδραμε, καὶ ὡς ἐν πυρὶ ἀκάνθας τὰς ἁμαρ‐ | Column end | |
61.710(51) | τίας ἀνήλωσεν. Ὁ δρυμὸς παράδεισος γέγονεν, ἡ λέαινα ἀρνίον, ἡ δυσωδία μύρον, ἡ ἀπώλεια θησαυρὸς, ἡ κορώ‐ νη περιστερὰ, ἡ πόρνη παρθένος, ἀδελφὴ Χριστοῦ, νύμ‐ φη τοῦ Λόγου. Στᾶσα γὰρ ὄπισθεν τοῦ Ἰησοῦ ἡ τῆς αἱ‐ | |
55 | μοῤῥοούσης μαθήτρια, δάκρυσι τοὺς πόδας ἔβρεξε, καὶ ταῖς θριξὶν ἐξέμαξε, καὶ τοῖς χείλεσι κατεφίλει τὰ ἴχνη, καὶ μύρῳ πολυτίμῳ ἤλειφεν. Ὅλα τὰ ὅπλα τῆς ἁμαρ‐ τίας τῷ βασιλεῖ προσήνεγκεν, εἰρήνην αἰτῶν· καὶ τὴν πανοπλίαν τῶν κακῶν τοῖς ποσὶ τοῦ Δεσπότου προσ‐ | |
60 | ήγαγε. Καὶ ἐπειδὴ πάλαι ἠναγκασμένοις δάκρυσι πολ‐ λοὺς εἰς πάθος ἐξέλυσεν, ἀληθινοῖς νῦν δάκρυσι τὸν Δε‐ σπότην δυσωπήσασα, ἑαυτὴν ἀπέλυσε· καὶ ἡ τὰς τρίχας κακομηχάνως πλέξασα, καὶ ἀσέμνως πυργώσασα ταῖς θριξὶν ὡς ὀθόνῃ, τοῦ Χριστοῦ τοὺς πόδας ἐξέμασσεν | |
65 | οὐ τὸν Δεσπότην λευκαίνουσα, ἀλλ’ ἑαυτὴν ἁγιάζουσα. Ἐξωμολογεῖτο γὰρ διὰ τῶν τριχῶν, ὅσους δι’ αὐτῶν ἀγκιστρεύσασα εἰς θάνατον ἡλίευσε. Καὶ μύρῳ ἤλειφε πολυτίμῳ. Διὰ τί; Ἐπειδὴ πάλαι μυριζομένη πολλοὺς ἐβορβόρωσεν· ὁμοίως καὶ τοῖς ἀρώμασι κακῶς χρησα‐ | |
70 | μένη, εἰς κύνας ῥινηλάτας τοὺς ἐραστὰς μετεσκεύαζε. Νῦν δὲ τῷ μύρῳ καλῶς χρησαμένη, καὶ τῷ ἀληθινῷ τὸ μύρον προσκομίσασα, τὰ σατανικὰ μυρίσματα ἀπενί‐ ψατο. Εἶτα ὡς ὁ Κύριος αὐτὴν προσεδέξατο ταῦτα πράττουσαν, ὁ Σίμων ἐψιθύριζε, Δεσποτικῆς ἀγαθότητος | |
75 | λογοθέτης γινόμενος. Λέγει αὐτῷ Δεσπότης· Σίμων, ὁ | 709 |
61.711 | ἐπὶ τιμῇ καλέσας με, καὶ ἀτιμάσας με, ὡς οὐ προσ‐ εδόκησα· Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ | |
5 | φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, —σὺ ὁ Φαρισαῖος, ὁ βαρύτερα, καὶ πλείονα ἔχων τὰ ψυχικὰ ἁμαρτήματα· Ἐπειδὴ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν | |
10 | βασιλείαν τῶν οὐρανῶν· —ὁ δὲ ἕτερος πεντήκοντα, ὁ ὑπεύθυνος τῆς πόρνης τρόπος. Μὴ ἐχόντων καὶ αὐ‐ τῶν ἀποδοῦναι διὰ κατορθωμάτων καλῶν πράξεων, ἀμφοτέροις ἐχαρίσατο πίστιν λαβὼν, καὶ σχίσας τὸ χει‐ ρόγραφον. Εἰπὲ, τίς αὐτὸν πλεῖον ἀγαπήσει; Εἶτα | |
15 | ὁ Φαρισαῖος, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο, Καὶ δικαστὴς ἑαυτοῦ ὁ ὑπεύθυνος ἐγίνετο, | |
καὶ τὸν Δεσπότην ἐπαινέτην εὕρισκε λέγοντα· Ὀρθῶς | Column end | |
61.712 | ἔκρινας. Ἄκουε λοιπόν· Βλέπεις ταύτην τὴν γυναῖκα τὴν ὀλιγότερά σου χρεωστήσασαν, καὶ πλείονα ξένια καὶ δῶρα προσκομίσασαν; βλέπεις ταύτην τὴν γυναῖκα τὴν πολλῶν ἀπώλειαν γενομένην; τὸν ἔμψυχον τάφον· | |
5 | τὸν περιφερόμενον θάνατον; Εἰσῆλθόν σου εἰς τὸν οἶκον· ὕδωρ, τὸ εὔωνον καὶ πᾶσι προκείμενον, ἐπὶ τοὺς πόδας μου οὐκ ἤνεγκας· αὕτη δὲ πηγὰς δακρύων ἐξ ὀμμάτων τοῖς ποσί μου προσήνεγκε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ τὰ χείλη αὐτῆς τοῖς ἐμοῖς ποσὶν | |
10 | ὑπέστρωσεν. Ἐλαίῳ τὴν κεφαλήν μου, ὡς ἐλεηθεὶς παρ’ ἐμοῦ, οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ τὸ σῶμα, τῇ δὲ πίστει τὴν θεότητά μου ἐμύρισεν. Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ἵνα πληρωθῇ τὸ ἐν ψαλμοῖς εἰρημένον, Ἀφῆκας τὰς ἀνο‐ | |
15 | μίας τοῦ λαοῦ σου, καὶ τὸ ὑπὸ Ἰωάννου κηρυχθὲν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ | |
κόσμου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 711 |