TLG 2062 293 :: JOANNES CHRYSOSTOMUS :: In Martham, Mariam et Lazarum [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Martham, Mariam et Lazarum [Sp.]

Citation: Vol — pg — (ln)

61

.

701

(41t)

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.
42 Ὅσοι τῆς Δεσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε, τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε. Ἤδη γὰρ Μαρία μυρίζει,
45καὶ ἡ Ἐκκλησία εὐωδιάζεται· ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται. Μαρία μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ ἐκ νεκρῶν τῷ Κυρίῳ συνανάκειται. Ἔντιμον γὰρ τὸ τῶν ἀνδρῶν γέ‐ νος, ὅτι ἀνὴρ κατ’ εἰκόνα Θεοῦ ἐγένετο, ἡ δὲ γυνὴ ἐκ

61

.

701

(50)

τῆς εἰκόνος τοῦ ἀνδρὸς, τὸν μὲν ἄνδρα δοξάζουσα, τὸν δὲ Χριστὸν οὐ χαρακτηρίζουσα. Καὶ τίς τούτων μάρ‐ τυς, ἵνα μὴ μέμψιν καρπωσώμεθα; Ἄκουε τοῦ Παύλου βοῶντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει τὴν κεφαλὴν κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·
55γυνὴ δὲ δόξα ἀνδρός ἐστι. Γυνὴ δὲ δόξα τοῦ ἰδίου ἀνδρός· οὐ γὰρ τῶν ἀλλοτρίων οὐ διὰ τὴν ἀρχαίαν ματαιοσυμβουλίαν, ἀλλὰ διὰ τὴν τελευταίαν γνησίαν τεκνογονίαν. Αὕτη γὰρ τὴν γυναῖκα τῆς κατάρας ἀπ‐ ήλλαξεν ἡ γνησία τεκνογονία. Καὶ τίς τούτων μάρτυς;
60Ὁ αὐτὸς Ἀπόστολος βοῶν· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθή‐ σεται δὲ πάλιν διὰ τεκνογονίας. Ὁρᾷς ὅτι διὰ τῆς τεκνογονίας σώζεται ἡ γυνή; οὐχ ὅτι Εὔα τὸν Κάϊν ἐξέβρασεν, ἀλλ’ ὅτι ἡ ἔνδοξος Παρθένος τὸν Ἰησοῦν ἐκυο‐
65φόρησε. Μαρία τοίνυν μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ Λάζαρος τῷ Κυρίῳ συνανάκειται, καθὼς ἀρτίως ἤκου‐ σας. Μαρία τὴν Ἐκκλησίαν εἰκονογραφεῖ· ἀνεκλιπὲς γὰρ τῆς Ἐκκλησίας τὸ μύρον. Μάρθα δὲ τὴν συναγωγὴν ὑποδεικνύει· ὀλιγόπιστος γὰρ, καὶ τῶν ἐπιγείων φίλη·
70Λάζαρος τὸ σκῆπτρον τῆς ἀναστάσεως βαστάζει, ὡς ἤκουσας ἀρτίως τοῦ εὐαγγελιστοῦ βοῶντος· Ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγει‐ ρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν
75ἀνακειμένων αὐτῷ. Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν·
ἡ δὲ οἰκία ὅλη ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.Column end

61

.

702

(40)

Εἶδες γυναικὸς ἐργασίαν, καὶ πῶς τὴν Ἐκκλησίαν προ‐ εικονογράφησεν; Ἡ Μαρία τὰς πολλὰς τῶν γυναικῶν ἀπεσόβησεν ἐκ τῆς κακεργασίας αὐτῶν, καὶ ἐδίδαξε λίτραν μύρου βαστάζειν, καὶ μὴ κεφαλὴν Βαπτιστοῦ ἀποτέμνειν· τὸν Κύριον μυρίζειν, καὶ μὴ τῷ Ἰούδᾳ
45συγκλέπτειν· τὰς τρίχας ἐκλύειν, καὶ μὴ τὰς ἁμαρτίας συσφίγγειν· ἀδελφὴν Λαζάρου προσαγορεύεσθαι, καὶ μὴ θυγατέρα τοῦ διαβόλου φημίζεσθαι. Ταῦτά μοι διὰ τὴν συναγωγὴν Ἰουδαίων εἴρηται, τὴν τὸν Κύριον μὴ μυρίσασαν, ἀλλ’ ὄξος καὶ χολὴν ποτίσασαν, τὴν

61

.

702

(50)

αἱμάτων φίλην, τὴν ἀεὶ ἐναντίως τοῦ Δεσπότου Χρι‐ στοῦ διαπραττομένην, τὴν σπουδάζουσαν τὸν Λάζαρον θανατῶσαι, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ τίς ἄρα πιστι‐ κώτερος; ὁ Κύριος ἐγείρων, ἢ ἐκεῖνοι ἀποκτείνοντες; Ὡς ἀρτίως ἤκουσας τοῦ εὐαγγελιστοῦ λέγοντος· Ἔγνω
55ὄχλος πολὺς τῶν Ἰουδαίων, ὅτι ἐκεῖ ἐστιν Ἰησοῦς· καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τὴν τῶν Ἰουδαίων συναγωγὴν,
60πῶς ἀνθρωποκτόνος, προφητοκτόνος, ὥστε εἰς Κυριοκτονίαν ἐλάσαι; ᾗ καὶ αὐτὸς ὁ Κύριος αὐτοπροσ‐ ώπως ὡς φιλοφόνῳ καὶ λῃστρικῇ ἔλεγεν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ἕως
65πότε φονεύσῃ, καὶ οὐκ ἐπιστρέφεις; Μέθῃ μεθύεις μὴ οἰνοποτοῦσα, ἡ αἱμάτων φίλη. Καὶ ἵνα μάθῃς, ὅτι οὐ κόμπος τὰ ῥήματα, ἄκουε τοῦ Κυρίου λέγοντος διὰ τοῦ προφήτου· Ἀκούσατε ταῦτα πάντα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, οἱ
70βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέ‐ φοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱε‐ ρουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν· Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσ‐ ωπόν μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν,
75οὐκ εἰσακούσομαι· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος
πλήρεις; Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ701

61

.

703

πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Ὁ εἰς Βηθα‐ νίαν ἐλθὼν Κύριος, αὐτὸς καὶ ὧδε πάρεστιν· ὧδε γὰρ κυρίως Βηθανία ὁ παρὼν οἶκος ὀνομάζεται ἐπεὶ Βηθα‐ νία οἶκος εἰρήνης λέγεται, οἶκος δὲ εἰρήνης ὁ παρὼν
5τοῦ Κυρίου οἶκος, εἰς ὃν ἡμεῖς οἰκήτορες καθ’ ἑκάστην ἡμέραν πρὸς τὸν οἰκοδεσπότην βοῶμεν· Δόξα ἐν ὑψί‐ στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐ‐ δοκία. Ὁ εἰς Βηθανίαν ἐλθὼν, αὐτὸς καὶ ὧδε παραγί‐ νεται· παραγίνεται δὲ οὐχ ὡς μὴ παρὼν, ἀλλ’ ὡς ὢν,
10καὶ παρὼν, καὶ ἐρχόμενος. Ταύτην τὴν τοῦ Κυρίου ἔλευσιν καὶ ὁ προφήτης προθεωρήσας ἔλεγεν· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἀληθὴς ὁ λόγος, Μετὰ ἰσχύος ὁ Κύριος ἔρχεται. Πῶς μετὰ
15ἰσχύος; Ὡς τὸν ᾅδην σκυλεύσας, ὡς τὸν Λάζαρον τῆς ἀναστάσεως γεύσας, ὡς μυρίας εὐεργεσίας τὸν κόσμον ἐμπλήσας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Τίς γὰρ ἰσχυρότερος τοῦ εἰπόντος, Λάζαρε, δεῦρο ἔξω; Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἔρχεται ὁ
20μὴ ἀπών· ἤκουσας γὰρ, Ἐξέλθωμεν εἰς ἀπάντη‐ σιν τοῦ παρόντος καὶ ἐρχομένου, οὐ γῆν βαδίζοντες τῇ τῶν ποδῶν μεταστάσει, ἀλλὰ τὰς ψυχὰς καθαί‐ ροντες τῇ τῶν τρόπων βελτιώσει. Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος εὐχαριστοῦντες· ποιήσωμεν
25ὃ ἐποίησεν ἡ ἀδελφὴ Μωϋσέως· δραστικωτέρας ἐκεί‐ νης φωνὰς βάλωμεν, ἐπειδὴ καὶ χαλεπώτερος τοῦ Φαραὼ ὁ τῇ λίμνῃ τοῦ ὕδατος καταποντισθεὶς διά‐ βολος. Ἀσπάσωμεν οὖν τὰ τῆς νίκης σύμβολα, οὐ τύμπανα χειροκρατούμενα, ἀλλὰ καὶ βαΐα φοινίκων
30βλαστήματα· βοήσωμεν μετὰ τῶν ὁμοπίστων ἀδελφῶν, ἅπερ ἀρτίως ἠκούσαμεν· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ταύτην τὴν βασιλικὴν τοῦ Κυρίου ἔλευ‐ σιν Ἡσαΐας ὁ προφήτης προθεωρήσας ἔλεγε, καθὼς
35προεῖπον· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὡς νε‐ κροὺς ἐγείρας· καὶ οὐχ ἁπλῶς νεκροὺς, ἀλλὰ σεσηπότας, διαῤῥυέντας, ἰχωροστατήσαντας, τριχορυήσαντας, τε‐ ταρταῖον τὸν Λάζαρον ἐκ τῶν τάφων ἀναστήσας, ὡς ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ
40Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λά‐ ζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Τί τοιοῦτον Μωϋσῆς ἐποίησεν, οἷον ὁ Δεσπότης ἡμῶν Χριστός; Μωϋσῆς μὲν ἐθανάτωσεν· οὐ γὰρ ἐζωοποίησεν. Αἰσχυνέσθωσαν λοι‐ πὸν Ἰουδαίων παῖδες, οἱ τὸν Μωϋσῆν ἐγκωμιάζοντες,
45καὶ τὸν Δεσπότην Χριστὸν λοιδοροῦντες. Ἀλλ’ εὐθέως Ἰουδαῖος παρεκπηδᾷ λέγων· Καὶ παρ’ ἡμῖν οὐκ ἀνέστη νεκρός; οὐκ ἤγειρεν Ἠλίας ὁ προφήτης τὸν τῆς Σαρ‐ επτίας χήρας υἱόν; ἄνθρωπος δὲ ὁ Ἠλίας. Πῶς οὖν ἐπὶ τοῦ διδασκάλου ὑμῶν μεγαλοφρονεῖτε, θεοδυναμίαν

61

.

703

(50)

αὐτῷ μαρτυροῦντες, διότι ἤγειρε Λάζαρον ἐκ νεκρῶν; Τί λέγεις, ὦ Ἰουδαῖε; συγκρίνεις τὸν Ἠλίαν, καὶ τὸν Δεσπότην Χριστόν; Ἄλλο παιδεία δουλικὴ, καὶ ἄλλο ἐξουσία θεϊκή. Εἰ μὴ γὰρ ἔγνως πρῶτον τὸν τρόπον τῆς νεκρεγερσίας, οὐ μὴ συνίδῃς τὸν λόγον τῆς θεϊκῆς ἐξου‐
55σίας. Ἄκουε συνετῶς· ὁ ἐπὶ τοῦ Ἠλία νεκρὸς, ὁ υἱὸς τῆς Σαρεπτίας χήρας, εἰ καὶ θανάτῳ παρεδόθη, ἀλλ’ ὅμως οὐ διὰ τὴν φυσικὴν ἔκλειψιν, ἀλλὰ διὰ παιδείαν καὶ θλῖψιν τοῦ Ἠλία, πρὸς τὸ καμφθῆναι τὸν Ἠλίαν ἐκ τῆς σκληροκαρδίας εἰς συμπάθειαν. Ὀργισθεὶς γάρ
60ποτε ὁ Ἠλίας, καθὼς ἴστε σαφῶς, τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ Ἰσραηλιτικῷ λαῷ διὰ τὴν παρανομίαν τῆς Ἰεζάβελ, μεθ’ ὅρκου ἀπεφήνατο λέγων· Ζῇ Κύριος ὁ Θεὸς, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος, ἢ ὑετὸς ἐπὶ γῆς, εἰ μὴ διὰ στόματός μου. Ταύτῃ τῇ ἀνύδρῳ ἀπο‐
65φάσει τοῦ Ἠλία ὁ τῶν ὅλων Θεὸς οὐκ ἠρέσθη, πληροῖ δὲ τὴν τοῦ δούλου ἀπόφασιν. Ἤθελε γὰρ αὐτὸν τὸν δή‐ σαντα τὰς νεφέλας τῇ στειρώσει τῶν πλουτιαίων ὑετῶν, θᾶττον λυθῆναι τὴν συμφορὰν τῆς ἀνυδρίας. Ὁ δὲ Ἠλίας οὐ προσέθετο τῇ διαλλαγῇ. Ἄλλως γὰρ ὁ Θεὸς σπλαγχνί‐
70ζεται, καὶ ἄλλως ἄνθρωπος σκληρύνεται. Ὁ Κύριος οὖν ἐπὶ τῇ σκληρίᾳ τοῦ δούλου ἤθελε παρακαλέσαι τὸν δοῦ‐ λον, ἵνα δανείσῃ τῇ γῇ ὑετὸν διὰ τοῦ λόγου. Ἀνοίκειον γὰρ τῷ Θεῷ ἦν ἄνθρωπον παρακαλέσαι· διὸ καὶ ὡς Θεὸς ἄλλην μετῆλθε πραγματείαν. Ποίαν ταύτην;
75Ἄκουε συνετῶς· τῆς ἀβροχίας τοίνυν ἐπιτεινομένης, ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ οὐκ ὠγκώθη πρὸς ὄμβρων τόκον νεφέλη. Ἤρξατο οὖν ὁ Ἠλίας ὀλιγωρεῖν τῇ δίψῃ, ἀλλ’ ὅμως ἐκαρτέρει βαστάζων τὴν ἔνδειαν, ἐκ φιλονει‐ κίας τοῦτο ποιῶν· ἤθελε γὰρ καὶ αὐτὸς ἐκτριβῆναι, ἢ
80διαλλαγῆναι τῷ οἴκῳ Ἀχαάβ. Τί οὖν ὁ Κύριος; Σοφί‐Column end

61

.

704

ζεται τὸν ἴδιον δοῦλον, οὐ παρακαλῶν, ἀλλὰ λέγων· Ἀνάστηθι ἐντεῦθεν, καὶ πορεύθητι εἰς τὸν χειμάῤ‐ ῥουν Χοῤῥὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου, καὶ πίεσαι ὕδωρ ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν
5ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ἵνα θρέψῃ τὸν Ἠλίαν, ἀλλ’ ἵνα ὑβρίσῃ· οὐχ ἵνα τιμήσῃ, ἀλλ’ ἵνα διὰ τῆς ἐφυβρίστου τροφῆς εἰς συμπάθειαν αὐτὸν ἑλκύσῃ. Ἀνοίκειον γὰρ ἦν τὸν προ‐ φήτην διὰ κοράκων τραφῆναι, καὶ κρεοφόρον αὐτῷ τρά‐
10πεζαν παρατεθῆναι τῷ ἐξ ἀρχῆς ἀσκητικοὺς πόνους διατεμόντι. Ἴσχυε γὰρ ὁ Κύριος ἢ διὰ περιστερῶν θρέ‐ ψαι τὸν δίκαιον, ἢ διὰ τῆς τοῦ μάννα δόσεως, καθ’ ὁμοιότητα τῶν υἱῶν Ἰσραὴλ, ἢ παραπλησίως τῷ Δανιὴλ φακοφόρον ἄνδρα τὸν Ἀμβακοὺμ παραστῆσαι· ἴσχυεν
15ὁ Κύριος τὸν Ἠλίαν σεμνῶς διαθρέψαι, ἐπειδὴ καὶ ἐν ἄλλῃ καθόδῳ σεμνῶς αὐτὸν διέθρεψεν. Ἡνίκα γὰρ ἄλ‐ λοτε Ἠλίας φεύγων τὴν Ἰεζάβελ ἔρημον κατέλαβε, καὶ ἐν τῇ ἐρήμῳ ἐκάθευδε σὺν πολλῷ τῷ λιμῷ καὶ τῇ δίψῃ, ὅτι πολλὴ ἡ τῆς φυγῆς ὁδὸς, τίθησιν οὖν ὁ Κύριος πρὸς
20κεφαλὴν αὐτοῦ ἄρτον καὶ ὕδωρ, καὶ αὖθις νύττει τὴν πλευρὰν αὐτοῦ, καὶ οὐκ ἄλλο μέρος. Διὰ τί; Ἄκουε συνετῶς· τὴν πλευρὰν αὐτοῦ νύττει, ἐπειδὴ ἀπειλὴν πλευρᾶς ἔφυγε. Καὶ πρὸς αὐτὸν ὁ Κύριος· Ἠλία, ἀνάστηθι, καὶ φάγε καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ
25ὁδός. Ἀναστὰς δὲ ὁ Ἠλίας καὶ φαγὼν καὶ πιὼν, ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσα‐ ράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, οὐχ ὡς πεινῶν, ἀλλ’ ὡς ἐμπεπλησμένος. Τοιαύτη γὰρ ἡ θεοδώ‐ ρητος βρῶσις. Ὁ ἐκεῖσε τοίνυν γνησίως διαθρέψας,
30ἴσχυσε καὶ ἐν τῷ παρόντι οὐρανόθεν αὐτὸν διαθρέψαι· ἀλλὰ παρίστησιν αὐτῷ ἀνοίκειον τράπεζαν, ὅπως διὰ τῆς ἐφυβρίστου τροφῆς καμφθῇ πρὸς συμπάθειαν καὶ οἶκτον. Ὁ δὲ ἔμενεν ἀκαμπής. Δέον γὰρ τὸν Ἠλίαν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πίεσαι ἐκ τοῦ χει‐
35μάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μηδαμῶς, Κύριε· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κοινὸν καὶ ἀκάθαρτον· κόρακάς μοι παριστᾷς τοὺς ἐπιβούλους τοῦ Νῶε; κρεοφόρον τράπεζαν εὐτρεπίζεις
40ὡς ἐθνικῷ καὶ ἀλλοφύλῳ, ἀσκητικοῖς ἔθεσιν ἐξ ἀρχῆς προσεντραφέντι; ἔδει ταῦτα παρακλητικῶς τὸν Ἠλίαν προσενέγκαι τὰ ῥήματα. Ἀλλ’ οὐδὲν τούτων ὁ Ἠλίας· ᾔδει γὰρ, ὅτι ἐὰν αἰτιάσηται τὴν ἀνοίκειον τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; οὐ κα‐
45ταδέχῃ πιεῖν ῥυπαρὸν ὕδωρ, ὑετὸν μὴ ἐάσας κατελ‐ θεῖν; ἐπυράκτωσας γὰρ τὴν γῆν τοῦ Ἰσραήλ· οὐκ ἔστιν εὑρεῖν σταγόνα ὕδατος ἐν φρέατι, οὔτε ἐν πηγῇ νοτίδα. Ὃ οὖν ἐποίησας, κατάδεξαι. Οὐ προσδέχῃ κρεοφόρον κοράκων τροφήν; Οὐκ ἔστιν εὑρεῖν ἄρτον,

61

.

704

(50)

οὐδὲ στάχυν, οὐδὲ χλοηφόρον λάχανον, μήποτε ὄμβρου μήτε δρόσου πεσούσης ἐπὶ τῆς γῆς τῇ σῇ τοῦ στόματος κλειθρώσει· οὐδὲν ἔστιν εὑρεῖν, εἰ μὴ κρέα μόνα, καὶ ταῦτα νεκριμαῖα, τῶν ζώων τελευτησάντων τῇ ἐκλείψει τῶν τροφῶν. Τί οὖν οὐ προσδέχῃ τὴν
55τράπεζαν τῶν σῶν καμάτων; Ὅπως οὖν μηδὲν τού‐ των ἀκούσῃ ὁ Ἠλίας, κατεδέξατο τὴν ἀνοίκειον τρά‐ πεζαν. Εἵλατο γὰρ μᾶλλον ἀνομβρίαν βαστάσαι πο‐ λυχρόνιον, ἢ τὸν ὀμβροφόρον δανεῖσαι λόγον. Τί οὖν ὁ πάνσοφος Κύριος; Ὡς εἶδεν αὐτὸν προσμένοντα τῇ
60σκληρίᾳ, ἄλλην πραγματείαν μετέρχεται ἰσχυροτέραν τῆς πρώτης. Ποίαν ταύτην· Ξηραίνει τὸν ποταμὸν, συστέλλει τοὺς κόρακας, βάλλει φωνὴν πρὸς αὐτόν· Πορεύου εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦ‐ μαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Ὁρᾷς πῶς
65ἔσπευδεν εἰς συμπάθειαν αὐτὸν κλῖναι ὁ Κύριος; Οὐ γὰρ ἀπέστειλεν αὐτὸν εἰς οἶκον ἀρχοντικὸν, ἢ εἰς βασι‐ λικὸν, ἢ εἰς εὔπορόν τινα γυναῖκα, ἀλλὰ πρὸς χήραν ἐνδεομένην, ὅπως κἂν οὕτω καμφθῇ πρὸς συμπά‐ θειαν. Ὁ δὲ καὶ οὕτως ἀκαμπὴς ἔμενε. Δέον γὰρ αὐ‐
70τὸν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, βοῆσαι, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μὴ καταγάγῃς με εἰς ταπείνω‐ σιν, ὦ Δέσποτα· Σιδωνίοις με παραπέμπεις, καὶ γυ‐
75ναικὶ χήρᾳ παρενοχλεῖν με προστάττεις, ἧς ὁ ἄρτος δακρύων πεπληρωμένος, ἡ τράπεζα στεναγμῶν ἀνά‐ μεστος, ἡ κλίνη κατάρας προσκεφάλαιον ἔχουσα; ἀλλ’ οὐδὲν τούτων ὁ Ἠλίας. Ἔγνω γὰρ ὅτι, ἐὰν παραιτήση‐ ται τῆς χήρας τὴν τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος·
80Τί λέγεις, ὦ Ἠλία; παραιτῇ τῆς χήρας τὴν703

61

.

705

τράπεζαν, ὁ πᾶσαν τὴν γῆν Ἰσραὴλ στειρεύειν παρασκευάσας, χήραν αὐτὴν ἐργασάμενος, στεῖ‐ ραν καὶ ἄτεκνον, καρποὺς μὴ τίκτουσαν, καὶ σὺ πα‐ ραιτῇ τῆς χήρας τὴν τράπεζαν; Ὅπως οὖν μηδὲν τού‐
5των ἀκούσῃ ὁ Ἠλίας, εὐθέως ἐστείλατο τὴν ἐπὶ Σιδω‐ νίους ἀποδημίαν, ἐν εὐφροσύνῃ, ἢ ὀδύνῃ ποριζόμενος. Ἄκουσον δὲ πρὸς ταῦτα. Ξενισθεὶς ὁ Ἠλίας ὑπὸ τῆς χήρας εὗρεν ἀδαπάνητον τράπεζαν, γνησίαν, ἁρμόδιον, ἀσκητικὴν, ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλά‐
10ρια. Τί γὰρ οὖν; δύο ξυλάρια μόνα εἶχεν ἡ χήρα; Ναί. Πῶς; Ἄκουσον, καὶ ἐρῶ σοι. Αὕτη ἡ μνημονευθεῖσα χήρα εἰκόνα τῆς Ἐκκλησίας ἔφερε· διὸ πρὸς αὐτὴν ἀποστέλλεται ὁ προφήτης. Εἰσελθὼν τοιγαροῦν ὁ προ‐ φήτης εἰς τὸν οἶκον τῆς χήρας· εὗρεν ὡς ἀληθῶς τῆς
15Ἐκκλησίας ἡμῶν τὴν ἐνθήκην· εὗρεν ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια· ὕδωρ, τὸ βάπτισμα· ἔλαιον, τὸ χρίσμα· ἄλευρον, ὁ ἄρτος· δύο ξυλάρια, τοῦ σταυροῦ τὸ κατόρθωμα. Ἦν δὲ καὶ πρὸς τὴν χήραν βοήσας ὁ Ἠλίας· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ
20ἐλαττονήσει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει. Ἀνελλιπὲς γὰρ ἡ χάρις τῆς ὀρθοδόξου πίστεως. Εὑρὼν τοιγαροῦν ὁ Ἠλίας τὴν ἀδάπανον τράπεζαν τῆς χήρας, ηὐφράνθη, ἠγαλλιάσατο, λέγων πρὸς ἑαυτόν· Ὧδε διά‐ ξω τοῦ λοιποῦ, ὧδε τὸν ἅπαντά μου χρόνον διατρίβω·
25ἁρμόδιον γὰρ τὴν τράπεζαν εὗρον, οὐδείς μοι λόγος τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ λαῷ Ἰσραὴλ, καὶ τῇ μανίᾳ τῆς Ἰεζάβελ· ἐχέτωσαν κληρονομίαν, τὴν ἀβροχίαν· ἐγὼ γὰρ τῶν ἐνταῦθα οὐδ’ ὅλως χωρίζομαι. Ταῦτα λέγων ὁ Ἠλίας πρὸς ἑαυτὸν εὐφραντικῶς λογιζόμενος, μὴ συν‐
30ειδὼς, ὡς ἄνθρωπος, ὅτι ἐν τῇ εὐφρασίᾳ τὴν ὀδύνην ἔμελλεν εὑρίσκειν. Ἴστε πάντες, πῶς ἡ χήρα δύο παῖ‐ δας ἔχουσα γνησίους καὶ ὁμοκοιλίους, ὄρθρου τῆς κλί‐ νης διεγερθεῖσα, θεωρεῖ τὸν ἕνα αὐτῆς υἱὸν θανάτῳ πα‐ ραδοθέντα. Εἰ δὲ πέφυκε χήραν ἐπιτηδεύειν ἐπὶ τέκνῳ
35ἄῤῥενι τελείῳ τελευτῶντι, οὐδεὶς ὑμῶν ἀγνοεῖ· ἐνδο‐ ξοτέραν γὰρ ἡγεῖται τὴν τοῦ τέκνου ζωὴν ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου. Οὐ γὰρ προσετέθη κατὰ τὸ εἰωθὸς τῷ νεκρῷ ἡ γυνὴ, οὔτε ἐκήδευσεν, οὔτε πρὸς τὴν ἔξοδον ἠσχολήθη· ἀλλὰ καταλιποῦσα αὐτῆς τὸν
40νεκρὸν, τοῦ Ἠλία καθήψατο, κρατοῦσα, περιάγουσα, ὀχλοποιοῦσα, κράζουσα ἐπὶ πάντων· Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; ἦλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Τουτέστι, Σὺ αὐτὸν ἐθανάτωσας. Εἶδες πῶς ἡ εὐφρο‐
45σύνη τοῦ Ἠλία εἰς ὀδύνην μετῆλθεν; Ὡς φονεὺς κατείχετο· οὕτω γὰρ ἔλεγεν ἡ χήρα, Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; Εἰσῆλθες πρός με τοῦ ἀναμνῆ‐ σαι τὰς ἁμαρτίας μου, θανατῶσαι τὸν υἱόν μου. Σὺ αὐτὸν ἐθανάτωσας· ἡ σὴ εἴσοδος παρεσκεύασε τοῦτο.

61

.

705

(50)

Μὴ εὗρες τὸν παῖδά μου ἀσθενοῦντα; μὴ ἠῤῥώστησεν ἡμέραν μίαν; ἡ σὴ εἴσοδος τὸν θάνατον τοῦ υἱοῦ μου παρέσχε. Τί μοι ἄλευρον ἐχαρίσω, τοῦ ἐσθίον‐ τος μὴ παρόντος; δός μοι τὸν υἱόν μου· σὺ αὐτὸν ἐθανά‐ τωσας κληρονομῆσαι τὸν οἶκόν μου βουλόμενος. Δέξαι σὺ τὸ
55ἄλευρον, καὶ δός μοι τὸν υἱόν μου. Ἐμὲ σιτεύεις, καὶ τὸ τέκνον μου φονεύεις; μετὰ ἰδίων λιμώξω, καὶ μὴ μετὰ ξένων πλουτήσω. Τί ἐμοὶ καὶ σοὶ, ὦ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρ‐ τίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Σὺ τὸν υἱόν
60μου ἐθανάτωσας, σκληρός μοί τις φαίνῃ· οὐκ ἔστιν ἡ εἴσοδός σου εἰθεῖα; Τί διαπράξω, ἀπάγγειλόν μοι. Μὴ ἔφυγες τὸν Θεόν σου; μὴ τὰ τοῦ Ἰωνᾶ διεπράξω πράγματα. Τραχύς τίς μοι φαίνῃ. Πῦρ πνέεις, φόνον ὀρέγῃ, ἀβροχίαν βαστάζεις, πεντηκοντάρχας κατα‐
65καίεις· ἐγνώσθη μοι γὰρ οὖν τὰ κατὰ σέ. Οὐκ ἀρκεῖ σοι ὅτι τοὺς ὁμοφύλους σου ἔπνιξας, ἀλλὰ καὶ ὧδε παρα‐ γέγονας τὰ ὅμοια διαπράξασθαι; Πολλοὺς ἔπαιξας, ἐμὲ δὲ οὐ παίξεις· δός μοι τὸν υἱόν μου. Τί οὖν ὁ Ἠλίας; Συνεκάμφθη εὐθέως· ἔγνω γὰρ τοῦ Κυρίου τὸ
70σφύγμα. Διὸ μέγα στενάξας ὡς ἡττηθεὶς, ἐβόησε λέγων· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ’
ἧς ἐγὼ οἰκῶ μετ’ αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανα‐Column end

61

.

706

τῶσαι τὸν υἱὸν αὐτῆς· σὸν τὸ ἔργον· ἐπέγνω γὰρ, Δέσποτα. Ἰδοὺ ὑπὸ χήρας βιάζομαι· ἀεὶ γὰρ σκληροτά‐ ταις γυναιξὶ παραπέμπεις με. Τὴν Ἰεζάβελ ἔφυγα, καὶ εἰς ταύτην περιέπεσα. Πολλοὺς πειρασμοὺς ὑπέμεινα,
5ταύτης δὲ τὴν γλῶτταν βαστάσαι οὐ δύναμαι. Σὺ εἶ ὁ εἰρηκώς μοι, Δέσποτα· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ δια‐ τρέφειν σε ἐκεῖ. Καὶ ἰδοὺ διαστρέφει· οὐ γὰρ διατρέ‐ φει. Ὡς φονεὺς κατέχομαι· καὶ καλῶς κατέχομαι· ἀν‐
10θηρὸς γὰρ ἦν ὁ παῖς ἐν τῇ εἰσόδῳ μου· πῶς οὖν ἀθρόυς θανάτῳ παρεδόθη, οὐκ οἶδα. Λύτρωσαί με, Κύριε, τῆς ὀχλήσεως ταύτης· θέατρόν μοι περιέστησεν, αἰσχύνην μοι περιέθηκε, θλίψιν μοι πολλὴν ἐπήγαγε. Δὸς τὴν ψυχὴν, καὶ παρέχω τὴν βροχήν· πληροφόρησον τὴν
15χήραν, καὶ ἀρδεύω τὴν χώραν· δὸς τοῦ παιδὸς τὴν παλαι‐ βίωσιν, καὶ κινῶ τὴν γλῶτταν πρὸς ὀμβροδοσίαν. Ταῦτα μέντοι διὰ τὴν προῤῥηθεῖσαν τοῦ Λαζάρου νεκρεγερσίαν, καὶ τὴν τῶν Ἰουδαίων ἀντιλογίαν, ὅτι ἄλλως Δεσπό‐ της αὐθεντεῖ, καὶ ἄλλως δοῦλος ἐγείρει. Ἠλίας ἤγειρε
20νεκρὸν, ἀλλ’ ὅμως οὐκ ηὐθέντησεν· ὠδυνήθη γὰρ πολλὰ καὶ ἐθλίβη καὶ στενώσει περιέπεσε. Διὸ ἐβόησεν ἐν προσευχῇ λέγων· Οἴμοι! Ὅπου δὲ τὸ, οἴμοι· ἐκεῖ ὀδύνη ψυχῆς. Οὕτω γὰρ καὶ ἀλλαχοῦ εὑρήσεις τὸν προφήτην ὀδυρόμενον καὶ λέγοντα· Οἴμοι! ὅτι κατελείφθην ὡς
25συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ· καὶ πάλιν ἕτερος προφήτης, Οἴμοι, οἴμοι εἰς ἡμέραν! ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ αὐτὴ ὡς ταλαιπωρία· καὶ πάλιν ἄλλος, Οἴμοι! ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς. Πανταχοῦ ὀδύνη τὸ Οἴμοι.
30Οὕτω καὶ Ἠλίας ἐνταῦθα· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίτον. Ὅρα οὖν ἐνταῦθα, πῶς ἐν τῷ νόμῳ τῆς χάριτος τὸ μυστή‐ ριον εἰκονογραφεῖται. Τὸ γὰρ, Ἐνεφύσησε τρίτον,
35τῆς ἀδιαιρέτου Τριάδος τὴν εἴσοδον παριστᾷ. Καὶ ἐπ‐ εκαλέσατο τὸν Θεὸν, καὶ εἶπεν· Ἐπιστραφήτω δὴ, Κύριε, ἡ ψυχὴ τοῦ παιδαρίου εἰς αὐτόν. Καὶ ἐγένετο οὕτω. Τί λέγεις, ὦ Ἰουδαῖε; μήτι τοιοῦτον ὁ Κύριος, οἷον Ἠλίας; μήτι τοιοῦτον Ἠλίας, οἷον ὁ Κύριος; μὴ
40ἔκλινεν ὁ Κύριος γόνυ; μὴ ἐπλάτυνε τὴν προσευχήν; Αὐτῷ γὰρ πᾶσα προσευχὴ ἀναπέμπεται· φωνὴν ἀφῆκε μόνον, Λάζαρε, δεῦρο ἔξω, ὡς δεσπότης δοῦλον καλῶν. Τί οὖν; ἐξῆλθεν ὡς δοῦλος ὑπακούσας δεσπότῃ; Ἐξῆλ‐ θεν, οὐκ ἐβράδυνεν, οὐκ ἀνέμεινεν ὁ ᾅδης, οὐκ ἐστα‐
45σίασεν ὁ θάνατος, οὐκ ἀνεβάλοντο αἱ κάτω δυνάμεις· ἀλλὰ μᾶλλον κατεπλάγησαν. Ὁ γὰρ ᾅδης ἔχων τὸν Λάζαρον ἤδη τέσσαρας ἡμέρας ἐν τοῖς ἰδίοις χωρίοις πανταχόθεν διαλυθέντα, ὡς ἀγόμφωτον σκάφος, λοιπὸν ἀμέριμνος ἦν· αἱ κάτω δυνάμεις οὐκ εἶχον ἔννοιαν, ὡς

61

.

706

(50)

Λάζαρος τῶν καταχθονίων ἀνασπασθήσεται λοιπόν. Ὡς δὲ ἀθρόον ἡ Δεσποτικὴ φωνὴ ἐν τῷ τάφῳ κατ‐ ελθοῦσα σὺν φωτισμῷ πολλῷ ἤρξατο θᾶττον τὰς μὲν τρίχας τοῦ Λαζάρου ἀντιφυτεύειν τῇ κεφαλῇ, τὸν μυελὸν ἐνθηκιάζειν τῇ κενότητι τῶν καλάμων, τῶν
55δὲ φλεβῶν τὴν μέστωσιν πρὸς ζωτικὸν κατευθύνειν αἷμα, κατεπλάγησαν αἱ κάτω δυνάμεις πρὸς ἀλλήλας βοῶσαι· Τίς οὗτος ὁ καλῶν; τίς οὗτος ὁ αὐθεντῶν; τίς ὁ ἀνα‐ πλάττων διαλελυμένον χοῦν; τίς ὁ ἐξυπνίζων νεκρὸν ὡς ἐξ ὕπνου; τίς ὁ ἀδαμαντίνας πύλας διαῤῥήσσων; τίς ὁ
60βοῶν, Λάζαρε, δεῦρο ἔξω; ἡ φωνὴ μὲν ἀνθρωπόφθογ‐ γος, καὶ ἡ δύναμις θεοδύναμος. Τίς ὁ καλῶν; οὐκ ἔστιν ἄνθρωπος· τὸ μὲν σχῆμα ἀνθρώπου, ἡ δὲ φωνὴ Θεοῦ. Προπέμψωμεν Λάζαρον, ὀξέως αὐτὸν ἀναφορήσωμεν, μὴ κατέλθῃ ὧδε ὁ καλῶν αὐτὸν, μὴ βραδύνοντος τούτου
65ὧδε κατέλθῃ ὁ καλῶν. Ἤρξαντο σαλεύεσθαι οἱ νεκροὶ καὶ κινεῖσθαι. Ἕνα ζημιωθῶμεν, φησὶ, καὶ μὴ ἅπαντας ἀπολέσωμεν. Οὕτως ὁ Λάζαρος ἐξεπήδησεν ἐκ τοῦ κόλ‐ που τοῦ ᾅδου αἰνῶν καὶ εὐλογῶν καὶ δοξάζων τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐνταῦθα τὸν λόγον σφρα‐
70γίσωμεν· τὰ βαΐα τῶν φοινίκων ἀναλεγόμενοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἐξέλθωμεν βοῶντες καὶ λέ‐ γοντες· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.705