TLG 2062 292 :: JOANNES CHRYSOSTOMUS :: In Herodem et infantes [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Herodem et infantes [Sp.] Citation: Vol — pg — (ln) | ||
61.699(35t) | Εἰς τὸν Ἡρώδην καὶ εἰς τὰ νήπια. | |
36 | Ἤθελον μὲν ἀεὶ καὶ πάντοτε τὸν πνευματικὸν ἀφ‐ ηγεῖσθαι λόγον, πειθόμενος Παύλῳ τῷ λέγοντι· Πνευμα‐ τικοῖς πνευματικὰ συγκρίνοντες· μάλιστα δὲ ὅτι χρεώστης ἀπεφάνθην τῆς προτέρας Κυριωνύμου Κυ‐ | |
---|---|---|
40 | ριακῆς. Οὐκ οἶδ’ ὅπως τοῦτο συμβαίνει περὶ ἐμὲ, τοῦ ἀεὶ χρέους μὴ ἀπαλλάττεσθαι τὴν ἐμὴν πενίαν, ὑμῶν τῶν ἀπλήστων ἐν τοῖς πνευματικοῖς δανειστῶν μεθοδευόντων σὺν τόκῳ τὸ ὄφλημα. Ἀλλ’ ὅμως οὐκ ἀποδύρομαι, ὦ φίλοι, ἀλλὰ πλέον ἀγάλλομαι· πλουσίου | |
45 | γὰρ δεσπότου εὔελπις δοῦλός εἰμι. Διὸ συγγνώμην οὐκ αἰτῶ, ἀλλ’ ἐνδοχὴν παρακαλῶ. Ἔχω γὰρ τὸν λογοδότην Θεὸν, τὸν λέγοντα· Ἄνοιξον τὸ στόμα σου, καὶ πλη‐ ρώσω αὐτὸ, οὐ διὰ τὴν τοῦ λαλοῦντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων εὐσεβῆ φιληκοΐαν. Ἤκουες γοῦν τοῦ | |
61.699(50) | εὐαγγελιστοῦ Ματθαίου λέγοντος· Ἰδὼν δὲ ὁ βασι‐ λεὺς Ἡρώδης, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυ‐ μώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ὄντας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν | |
55 | χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ταῦτα ἐν τῇ κατὰ σάρκα γεννήσει τοῦ Χριστοῦ. Ἄκουε δὲ πῶς ἐκ πολ‐ λῶν τῶν χρόνων προελέγετο. Ὅπως, φησὶ πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Κραυγὴ ἐν Ῥαμᾷ ἠκούσθη Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς. | |
60 | Ὁρᾷς πρὸ πόσων γενεῶν κατηγγέλλετο ἡ τοῦ Ἡρώδου ἐπ’ ἐσχάτων τῶν ἡμερῶν μανία; Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὢ τῆς τοῦ Ἡρώ‐ δου μανίας, μᾶλλον δὲ τῆς τοῦ διαβόλου κακίας! αὐ‐ | |
65 | τοῦ γὰρ ἦν καὶ τοῦτο τὸ ἔργον· αὐτὸς ὥπλισε τὸν Ἡρώδην κατὰ τῶν νηπίων. Ἀλλ’ ὅμως καθ’ ἑαυτοῦ τὸ ξίφος τῆς βρεφοκτονίας ἤγειρε· πολλὰ γὰρ ὁ Ἡρώδης μηχανησάμενος οὐκ ἀνεῖλεν Ἰησοῦν, ὃν ἐζήτει· ἡ δὲ τοῦ Ἡρώδου ἀποτυχία, τοῦ διαβόλου ταλαιπωρία. Ἰδὼν, | |
70 | φησὶν, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὦ Ἡρώδη, τί προπετῶς θυμοῦσαι; τί ὁπλίζῃ κατὰ τῶν νηπίων; Ὑπὸ τῶν μάγων ἐνεπαίχθης, καὶ τὰ βρέφη | |
75 | φονοκτονεῖς; μὴ γὰρ τὰ βρέφη τοὺς μάγους ὡδήγησαν; ἀστὴρ αὐτοῖς ἐμήνυσε τὸν τεχθέντα Δεσπότην. Τὸν | |
ἀστέρα οὖν μὴ δυνάμενος τοξεῦσαι, τὰ βρέφη φονο‐ | Column end | |
61.700(35) | κτονεῖς; ἢ διὰ τοῦτο τῆς βασιλείας ἐπελάβου, ἵνα κατὰ θηλαζόντων τὴν ἰσχὺν ἐπιδείξῃ; νηπίοις πολεμεῖς, Ἡ‐ ρώδη; μητέρας ἀτεκνοῖς; μαστοὺς ξηραίνεις; ἀγκάλας γυμνοῖς; σπλάγχνα τιτρώσκεις; γυναιξὶν ὠδινούσαις θρήνους πληθύνεις; ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνελεῖς | |
40 | τὰ βρέφη; Ἔχεις γὰρ ποῦ ἐμπείρῃς τὸ ξίφος. Τοῦτο οὐκ ἔστι φονοκτονῆσαι, ἀλλὰ ἀωροτομῆσαι. Ἐπίδειξον τοῖς παισὶ τὸ ξίφος· ἐὰν φοβηθέντα δειλιάσωσι, φόνευε, κατάσφαζε· ἐὰν δὲ ἱλαρυνόμενα προσδράμωσι τῷ ξίφει, τί προσφέρεις τὸ ξίφος τοῖς προσγελῶσι τῷ ξίφει; Νο‐ | |
45 | μίζεις, Ἡρώδη, μετελθεῖν τὸν Σωτῆρα καὶ φονοκτονῆ‐ σαι τοῦτον; Ἐπειδὴ δὲ ὅλως προῄρησαι, ἔκπεμψον δόγμα, τοὺς μάγους μετακάλεσαι, τὸν ἀστέρα παράστει‐ λον, τὸν Γαβριὴλ φυλάκισον, τοὺς προφήτας ἀνάκρινον, μητέρα Παρθένον ζήτησον· ἐὰν τούτων ἐπιλάβῃ, τότε | |
61.700(50) | δυνήσῃ καὶ τὸν Χριστὸν εὕρασθαι. Οὐ δοξολογεῖς, ἀλλὰ ζητεῖς τὸν ἀρεύστως τεχθέντα; θεομαχεῖς, βασιλεῦ; τὸν βασιλέα τυγχάνοντα πολυπραγμονεῖς; κρατῆσαι θέλεις τὸν κρατοῦντά σε; ὀλέσθαι θέλεις τὸν θέλοντά σε σῶσαι; συσχεῖν πανουργεύεις τὸν παρεστῶτά σοι, καὶ | |
55 | διὰ τὴν πονηρίαν σου ὀφθῆναί σοι μὴ βουλόμενον; οὗ‐ τός ἐστιν, Ἡρώδη, ὁ ἐκ πολλῶν τῶν χρόνων βοήσας· Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν. Ὡς νη‐ πίου καταφρονεῖς τούτου; Πολὺ τοῦ Ἀβραὰμ παλαιό‐ τερός ἐστι κατὰ τὴν θεότητα· οὐ μόνον δὲ τοῦ Ἀβραὰμ | |
60 | παλαιότερος, ἀλλὰ καὶ τοῦ Ἀδὰμ δημιουργός. Οὐ δει‐ λίαν ἠμφίεσται, ἀλλ’ οἰκονομίαν μετέρχεται. Τί οὖν προπετῶς, Ἡρώδη, θυμοῦσαι; Ἀκαίρου θυμοῦ τὸ κέρ‐ δος πτῶσις. Τί τὰ ὅμοια Φαραὼ διαπράττῃ; Ἐκεῖνος ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἑβραίων ποταμοῤῥιφῆναι | |
65 | προσέταξε, καὶ σὺ ἐν Βηθλεὲμ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προστάττεις. Ὢ ὁμόθυμος θυμός! ὢ ἰσοτάλαντος ἀσπλαγχνία! ὢ ὁμοδίαιτος πονηρίας! μᾶλλον δεῖ ἤδη τἀληθέστερον εἰπεῖν, ὅτι ὁ Ἡρώδης τοῦ Φαραὼ πολὺ θηριωδέστερος. Ὡσαύτως δὲ καὶ οἱ δορυ‐ | |
70 | φόροι τοῦ Ἡρώδου τῶν ὑπασπιστῶν τοῦ Φαραὼ πολὺ χαλεπώτεροι. Ὁ Φαραὼ, εἰ καὶ ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προσέταξεν, ἀλλ’ ὅμως ὡς ἀλλοεθνὴς ἐπεχείρει τοῦτο, δεδιὼς μὴ κατ‐ ισχύσῃ τοῦτο τὸ τῶν Ἰσραηλιτῶν γένος, καὶ πορθήσῃ | |
75 | τοὺς Αἰγυπτίους. Φειδοῖ τῶν Αἰγυπτίων τοὺς | |
Ἰσραηλιτῶν παῖδας κατασφάζει· διὰ φόβον πολεμεῖ, | 699 | |
61.701 | οὐ διὰ φθόνον ἀναιρεῖ. Οὕτω γὰρ ὁ Φαραὼ τοῦ Ἡρώδου φιλανθρωπότερος ἦν, ὅτι καὶ ὃν ἐθέσπισε νόμον ἀν‐ έλυσε, καὶ διαλυτὴς ἐγένετο τοῦ ἰδίου θεσπίσματος. Μόνον γὰρ εὗρε τὸν Μωϋσῆν ἐν θήκῃ τῷ ποταμῷ φε‐ | |
5 | ρόμενον· ἀνείλατο τοῦτον διὰ τῆς θυγατρὸς αὐτοῦ, καὶ οὐ μόνον οὐκ ἐφόνευσεν, ἀλλὰ καὶ ὡς υἱὸν ἀνέθρεψε, φειδοῖ τοῦ βρέφους τὸν νόμον καταλύσας. Τί λέγεις, Ἡρώδη; Φαραὼ τὸν Μωϋσέα διασώζει, καὶ σὺ τὸν Δεσπότην Χριστὸν μετελθεῖν προῄρησαι; ἐκεῖνος τὸν | |
10 | μέλλοντα τὴν Αἴγυπτον μαστίζειν περιποιεῖται, καὶ σὺ τὸν σώζοντα τὴν οἰκουμένην φονεύειν θέλεις; Οὕτω πάλιν καὶ τῶν δορυφόρων τοῦ Ἡρώδου οἱ ὑπασπισταὶ τοῦ Φαραὼ αἰδεσιμώτεροι. Αἱ γὰρ μαῖαι ἅμα τῷ τοκετῷ τῶν βρεφῶν βροχῆσαι προσταχθεῖσαι τὰ ἄῤῥενα τῶν | |
15 | Ἑβραίων, οὐ μετῆλθον τοῦτο φιλόθεοι τυγχάνουσαι, καὶ ταῦτα Αἰγύπτιαι οὖσαι τῷ γένει· εἱλίσσετο γὰρ αὐτῶν ἔνδον σπλάγχνα, ἐπιστάμεναι τί πάσχουσι μη‐ τέρες ἀῤῥένων βρεφῶν βιαίῳ θανάτῳ στερούμεναι. Διὸ εἵλαντο μᾶλλον τῷ προσκαίρῳ προσκροῦσαι βασιλεῖ, ἢ | |
20 | τῷ μείζονι βασιλεῖ καὶ Θεῷ ἀντιτάξασθαι. Ὁ δὲ Ἡρώ‐ δης οὐ πρὸς ἄλλο ἔθνος τὴν κακίαν ἐπεδείξατο, ἀλλὰ πρὸς τοὺς ὁμοφύλους τὴν μανίαν ἐτεκτήνατο. Καὶ Φα‐ ραὼ μὲν τῇ Αἰγύπτῳ μόνῃ τὸν τοιοῦτον θυμὸν ἐγύ‐ μνωσε, καὶ οὐ περαιτέρω· Ἡρώδης δὲ οὐ μόνον ἐν | |
25 | Βηθλεὲμ, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς χλωροκο‐ πεῖσθαι τὰ βρέφη προσέταξεν. Ὢ τοῦ ἀδίκου δόγματος ἐκείνου, τοῦ ἀθρόως ἐπισκηψαμένου τότε κατὰ πόλιν καὶ κώμας καὶ ἀγροὺς καὶ ῥύμας! Οὐκ ἦν ποῦ κρύψω‐ σιν αἱ μητέρες τὰ τέκνα· ἔξω γὰρ τῶν μητρικῶν ἀγ‐ | |
30 | καλῶν μένειν οὐκ ἠνείχοντο. Εἰ δέ ποτε μήτηρ ἠβου‐ λήθη κρύψαι τὸ ἴδιον τέκνον ἐκεῖνο κλαυθμῷ ἑαυτὸ παρεδίδου, τῇ πρὸς τὸν μαστὸν φιλίᾳ τὸν θάνατον ἐφελ‐ κόμενον. Ὥσπερ γὰρ ἰχθὺς ἔξω τοῦ ὕδατος ζῇν οὐκ ἀνέχεται, οὕτω καὶ βρέφος μητρικῶν μαστῶν στερού‐ | |
35 | μενον οὐκ εἰς μακρὰν τὴν διαφθορὰν δέχεται. Ὢ τῆς καθολικῆς θρηνῳδίας ἐκείνης! οὐχ εὑρίσκω πῶς δια‐ γράψω τῶν μητρικῶν ὀδυρμῶν τὰ σχήματα. Εἰ βαρβά‐ ρων ἔφοδος ἐγεγόνει, κουφότερον ἂν αἱ μητέρες τὴν ὀδύνην ἔφερον· συμφορὰ γὰρ μεριζομένη μετριώτερον | |
40 | οἶδε δάκνειν τὸν πάσχοντα. Οὐκ ἦν βαρβάρων ἔφοδος, | Column end |
61.702 | ἀλλ’ ἐμφύλιος πόλεμος· βία ἦν ἐντυχίαν μὴ ἔχουσα, παρανομία ἦν νόμον ἔχουσα συνήγορον. Αἱ μητέρες ἐβόων, καὶ ὁ ἀκούων οὐκ ἦν· τὰ βρέφη ἀντεθρήνουν, καὶ ὁ ἐλεῶν οὐ παρῆν· οἱ μαστοὶ τῷ γάλακτι τὴν γῆν | |
5 | κατέῤῥεον, καὶ ὁ Ἡρώδης μᾶλλον ὡς λίθος ἐπεπήγει. Ὠμότεροι τοῦ βασιλέως οἱ δορυφόροι, ἀλληνάλλως τὰ βρέφη μετήρχοντο, τὰ μὲν αὐτῶν πρὸς τοὺς τοίχους σπαράττοντες, τὰ δὲ ἐπὶ τῶν πετρῶν ἐδαφίζοντες, τὰ δὲ καὶ μακρόπνικτα καταλιμπάνοντες. Ἐθορύβει γὰρ | |
10 | αὐτοὺς τοῦ τοιούτου δράματος ὁ ἐργοδιώκτης διάβολος. Ἐπὶ τούτοις οὖν καὶ τοῖς παραπλησίοις αἱ μητέρες ἠσθένουν, καὶ τῷ πάθει μεθύουσαι τῆς εὐπρεπείας οὐκ ἐφρόντιζον. Τοὺς χιτῶνας διεῤῥήγνυον, τοὺς πλοκάμους τῷ ἀέρι διέῤῥιπτον, τοὺς ὀφειλομένους κρύπτεσθαι μα‐ | |
15 | στοὺς ἐδημοσίευον, τὸ στῆθος λίθοις κατήρασσον, τὰς παρειὰς ὡς δήμιοι κατέξεον, τὸν οὐρανὸν ὡς σιωπῶντα κριτὴν ἐμαρτύροντο, ἐντυχίαν ἐποιοῦντο πρὸς τὸν τῶν ὅλων κριτὴν καὶ Δεσπότην, λέγοντες· Τίς ἡ τοσαύτη τοῦ βασιλέως ὠμότης, Δέσποτα; Ἐν τοῖς σοῖς ἐκεῖνος | |
20 | πλάσμασι διαπράττεται· σὺ ἐδημιούργησας, ἐκεῖνος κατασφάττων οὐ παύεται· σὺ εὐχαρίσω, ἐκεῖνος ζη‐ μιοῖ. Διὰ τί δὲ καὶ ἄῤῥενας ἐτέκομεν, εἰ οὕτω τῶν ἀῤ‐ ῥένων πικρὸς ὁ θάνατος; Εἰ σὸν τὸ πρόσταγμα, καὶ ἡμᾶς αὐτὰς συναποθανεῖν κέλευσον· εἰ δὲ τοῦ παρανό‐ | |
25 | μου βασιλέως τὸ ἐγχείρημα καὶ πρόσταγμα, τί θᾶττον αὐτὸν οὐ μετέρχῃ; Ἀλλ’ εἰκὸς μὲν τὰς μητέρας ὑπὸ τοῦ πάθους δακνομένας ταῦτα βοᾷν, μὴ εἰδυίας τὸ συμ‐ φέρον τοῖς αὐτῶν νεοττοῖς. Τί δὲ μακαριώτερον τῶν διὰ τὸν Δεσπότην Χριστὸν ἐπιβουλευομένων; τί μακαριώ‐ | |
30 | τερον τούτων τῶν παίδων, ὅτι οὐ δι’ ἑαυτῶν ἐσφάζοντο μόνον, ἀλλὰ καὶ ὡς αὐτὸς ὁ Χριστὸς ἐφονεύετο; Ὄντως εὔκαιρον εἰπεῖν πρὸς τὰς μητέρας τὸ τοῦ Κυρίου ῥητόν· Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· πρὸς ὀλίγον τοὺς ὑμετέρους κόλπους ἐζημίωσαν, ἀλλὰ τοὺς Ἀβρα‐ | |
35 | μιαίους κόλπους ἐκληρονόμησαν. Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· μηδὲ κωλύετε τὰ νήπια ἔρχεσθαι πρός με· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ | |
κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | 701 |