TLG 2062 291 :: JOANNES CHRYSOSTOMUS :: In Rachelem et infantes [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Rachelem et infantes [Sp.] Citation: Vol — pg — (ln) | ||
61.697(47t) | Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια. | |
48 | Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς τῶν ἀκροδρύων λαμβάνοντες, ὁμοῦ τοῖς κλάδοις καὶ τοῖς δένδρεσι τοὺς | |
---|---|---|
61.697(50) | ἐπαίνους διδόασι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγα‐ πητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν. Ὥσπερ γὰρ ἐκ τῆς τῶν δένδρων πιότητος ἡ γλυκεῖα πιότης τοῖς καρποῖς παραπέμπεται· | |
55 | οὕτω καὶ τῷ προειρημένῳ ἀνδρὶ ἐκ τῆς τοῦ Πνεύματος χάριτος τὸ γλυκὺ τοῦ λόγου ἀναπέμπεται. Καρπωσώ‐ μεθα τοίνυν τῶν λόγων τοὺς ἡδίστους καρποὺς, καθά‐ περ φοίνικας γλυκεροὺς ἐκ τῆς δικαίας ῥίζης τῶν πατέρων τὸ γλύκασμα κεκτημένους· καὶ τὸ μὲν γλυ‐ | |
60 | κὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν. Τὸ γὰρ τῶν πατέρων γέρας ἐκ τῆς τῶν υἱῶν εὐκοσμίας συνέστηκε· μᾶλλον δὲ οἱ τῶν υἱῶν στέφανοι ἐκ τῆς τῶν πατέρων εὐδοξίας καλλωπίζονται. Ἀλλ’ ἐπειδὴ ἀπὸ τοῦ | |
65 | ἀναγνώσματος τοῦ στεναγμοῦ τῆς Ῥαχὴλ, καθάπερ ὑπὸ κέντρου, νυττόμενος πρὸς αὐτὴν ἀποστρέφομαι· Λέγε μοι, ὦ Ῥαχὴλ, λέγε τὸν ἐν τῷ στεναγμῷ σου κρυπτό‐ μενον πόνον· οὕτω γὰρ τὸ σκάφος τῆς διανοίας σου, τὸ ὑπὸ τῆς λύπης βαρυνόμενον, κουφισθήσεται· προ‐ | |
70 | φερομένων δὲ τῶν λόγων ἐκ τῆς καρδίας σου σημαινόν‐ των τὸν πόνον, συνεξέρχεται τοῖς ῥήμασι καὶ τὸ βαρὺ τῆς λύπης. Λέγε μοι τοίνυν, Ῥαχὴλ, τί κλαίεις; ὁρῶ γάρ σου τὰ δάκρυα περὶ τὰς παρειὰς ποταμηδὸν ἐπιῤ‐ ῥέοντα, καὶ τὸ πνεῦμα πικρῶς περὶ τὴν καρδίαν εἱλού‐ | |
75 | μενον, καὶ διὰ τῶν μυκτήρων ἀτάκτως φερόμενον. Τί λύεις σου τὰς κόμας, καὶ ταύτας προφέρεις, ἃς δεῖ σε | |
κρύπτειν; τί τῶν αἰδεσίμων γυναικῶν τὸ σεμνὸν μυστή‐ | Column end | |
61.698(47) | ριον ἐκπομπεύεις νικωμένη ὑπὸ τῆς ἄγαν μανίας; Οἴμοι, οἴμοι Ῥαχήλ! λαλήσω λοιπὸν ἐν πικρίᾳ ψυχῆς συνεχομένη· καὶ τί εἴπω; Βούλομαι ἐκ καρδίας προ‐ | |
61.698(50) | φέρειν τὸν λόγον, καὶ πάλιν ἀναποδίζω, τὴν αἰτίαν τῶν κακῶν καὶ τῆς μεγίστης συμφορᾶς οὐχ εὑρίσκουσα. Ὢ βασιλέως Ἡρώδου τοῦ διδάσκοντός με μὴ φονεύειν, καὶ ἔργῳ τὸν ἑαυτοῦ νόμον ἀκυροῦντος! ὃν ἐνόμιζον βασι‐ λέα εἶναι τῆς εὐταξίας, τοῦτον ἡγεμόνα τῆς ἀταξίας | |
55 | ὁρῶ νῦν, ἀτάκτως καὶ ἀνόμως ἐργαζόμενον. Ὢ μεγί‐ στης ἀνοίας! ὁ ἕνα φόνον ποιήσας ὑπεύθυνος θανάτου γίνεται, καὶ Ἡρώδης τοσούτους φόνους ποιήσας, βασι‐ λεὺς ὀνομάζεται. Καὶ οἱ μὲν γεωργοὶ ἐξ οἰκείων θησαυ‐ ρῶν τὸν σπόρον προφέροντες ἐν σχισταῖς λαγόσι τῆς | |
60 | γῆς καθαρὸν τὸν σῖτον ῥαίνουσιν· ὁπόταν δὲ βλαστήσαν‐ τες οἱ ἀστάχυες λαμπρὰν τὴν ὥραν τοῦ σπόρου σημαί‐ νωσιν, τότε δὴ τὰς χεῖρας ἐκτείναντες ὀξείᾳ δρεπάνῃ τὰ λήϊα τέμνουσιν. Ἡρώδης δὲ τὰ τῆς ἐμῆς κοιλίας γεννή‐ ματα μήπω τὰ ἄνθη τῆς ἡλικίας κυπριάσαντα, μήπω | |
65 | τῶν ἐαρινῶν τῶν χαρίτων ἰούλων περὶ τὰς παρειὰς ἀνατεί‐ λαντα, ὀξείᾳ μαχαίρᾳ τῶν ἐμῶν λαγόνων τὴν χλόην ἀπ‐ εμάρανεν. Οἴμοι, οἴμοι! τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει· ἡ ψυχή μου σπαράττεται τῇ καρδίᾳ· οὐ σιωπήσω. Διὰ γὰρ τὴν | |
70 | ἄγαμον νύμφην Μαριὰμ ταῦτα ὑπομένω, διὰ τὸν ἐν φάτνῃ κρυπτόμενον Λόγον. Μήπω τοὺς ἐμοὺς βότρυας, τῶν αἰσθήσεων τοὺς ῥῶγας περκάζοντας ἤδη ἀφανισμένους ὁρῶ. Οἴμοι, οἴμοι! οὕσπερ ἐνναμηνιαίῳ χρόνῳ μετὰ πό‐ νων βαστάσασα ἡ φύσις ὡρίμους ποιήσασα ἔτεκε, τού‐ | |
75 | τους ἀώρους μιᾷ πληγῇ μαχαίρας σφαγέντας ὁρῶ. | |
Οἴμοι! ὦ παρθένε Μαριὰμ, ὁμοῦ τε καὶ μήτηρ, ἡ ἄν‐ | 697 | |
61.699 | δρα οὐ γινώσκουσα, καὶ υἱὸν γεννήσασα, σὺ τὸν πόνον τῶν μητέρων οὐκ οἶδας· εἰ γὰρ ᾔδεις, ἔκλαυσας ἄν. Ἀπόνως ἐβάστασας, ἀπόνως ἐκύησας, ἀπόνως τὸν οὐ‐ ράνιον Λόγον ἐν τῷ οἴκῳ τῆς μήτρας σου ἐξένισας, | |
5 | ἀπόνως τὸ οὐράνιον ἄνθος τῇ οἰκουμένῃ ἐβλάστησας. Ἀλλὰ δεῦρο λοιπὸν, καὶ μηκέτι θρήνει, ἀλλὰ παῦσαι τοῦ πένθους, Ῥαχήλ. Ἡρώδης τοὺς σοὺς νηπίους ἐπὶ γῆς ἀπέκτεινεν, ἀλλὰ τούτους Θεὸς ἐν οὐρανῷ ἀνατρέ‐ φει· Ἡρώδης τοὺς σοὺς παῖδας τοῦ προσκαίρου | |
10 | φωτὸς ἐστέρησεν, ἀλλὰ τούτους ἐν οὐρανῷ τοῦ ἰδίου φωτὸς ἐμπλήσει. Οὐχ ὁρᾷς αὐτοὺς ἐπὶ γῆς ἁλλομένους, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους ὡς ἄρνας σκιρτῶντας ἐν παραδείσῳ. Νῦν λυπῇ οὐχ ὁρῶσα τού‐ τους ἐπὶ τραπέζης χεῖρας ἐκτείνοντας, ἀλλὰ τότε ὄψει, | |
15 | καὶ χαρήσῃ ὁρῶσα τούτους μετ’ ἀγγέλων εὐωχουμέ‐ νους τὸν οὐράνιον ἄρτον· νῦν λυπῇ οὐχ ὁρῶσα τούτους κελαδοῦντας, ἀλλὰ τότε ὄψει καὶ χαρήσῃ τούτων τῶν νηπίων τὸν χορὸν, δίκην χελιδόνων ἐαρινῶν, ἐν τῷ παραδείσῳ Χριστὸν ἀνυμνοῦντα. Ἐπειδὴ γὰρ ὁ προ‐ | |
20 | φήτης ἔλεγεν, Ἐκ στόματος νηπίων καὶ θηλαζόν‐ των κατηρτίσω αἶνον, προέλαβεν ὁ τῶν νηπίων χορὸς ὕμνους ἐπινικίους Χριστῷ ἑτοιμάζων, τὸν τοῦ προφή‐ του λόγον πληρῶν, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἀλλὰ ταῦτα μὲν, | |
25 | ἀγαπητοὶ, πρὸς ψυχῆς τέρψιν εἰρήκαμεν· λοιπὸν γὰρ ἐπὶ τὴν ἀτραπὸν τοῦ Εὐαγγελίου τραπῶμεν. Ἀκούσας γὰρ, φησὶν, Ἡρώδης ἐταράχθη. Τί ἀκούσας; Ὅτι ὁ βασιλεὺς τῶν Ἰουδαίων ἐγεννήθη. Ὅρα μοι, ἀγαπητὲ, τὸν διάβολον ἐν τῷ Ἡρώδῃ ταραττόμενον, καὶ τοῦτον | |
30 | λίαν. Ὁρᾷ τὸν ποιμένα γεννηθέντα ὁ λύκος, καὶ τοῦτον κρυπτόμενον ἐν φάτνῃ, καὶ τὴν ἰσχυρὰν βακτηρίαν τοῦ Πνεύματος ἐν ταῖς χερσὶ κατέχοντα, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ ὁ δράκων τὸ δέλεαρ τοῦ σώματος, | |
καὶ τὸν νήπιον καθάπερ σκώληκα ἕρποντα· Ἐγὼ γάρ | Column end | |
61.700 | εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ κεχηνὼς ἐπέρ‐ χεται, καὶ θεωρεῖ ἔνδον τὸν οὐράνιον Λόγον ἐν τῇ σαρκὶ, καθάπερ ἄγκιστρον, κρυπτόμενον, καὶ τοῦτον θεωρῶν ταράττεται λίαν. Ὁρᾷ τὸν κόκκον τοῦ σινάπεως ἐπὶ | |
5 | τῆς γῆς ἐληλυθότα, καὶ κλάδους ἐκπέμποντα ἐλπίδος, καὶ μέλλοντα τὸ τῶν ἀνθρώπων γένος ὑπὸ τὰ φύλλα τῆς σωτηρίας σκεπάζεσθαι, καὶ ταῦτα ὁρῶν ὁ μισόκαλος δαίμων ταράττεται λίαν· ὁρᾷ τὴν σοφίαν ἐπὶ γῆς ἐλη‐ λυθυῖαν, καὶ λαβοῦσαν τὴν μικρὰν ζύμην τοῦ σώματος, | |
10 | καὶ μιγνύουσαν εἰς τὰ τρία μέρη τοῦ ἀλεύρου, εἰς ψυ‐ χὴν καὶ σῶμα καὶ πνεῦμα, καὶ μέλλουσαν πᾶσαν τὴν ἀνθρωπότητα εἰς μίαν πίστεως σωτηρίαν ζυμεῖν, καὶ ταῦτα θεωρήσας ταράττεται λίαν. Ὁρᾷ τὸν λεγεῶνα τοῦ δαίμονος ἀπὸ τῆς ἀνθρωπότητος ἐκβαλλόμενον, καὶ εἰς | |
15 | ἄβυσσον ἐκπεμπόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὰ κλεῖθρα τοῦ ᾅδου συντριβόμενα, καὶ τὸν Ἀδὰμ πάλιν εἰς παράδεισον ἀνακοντιζόμενον, καὶ τα‐ ράττεται λίαν· ὁρᾷ πάλιν Εὔαν διὰ Μαρίας σωζομέ‐ νην, καὶ τὸν ὄφιν, ἐν ᾧ μάλιστα ἐθάῤῥει, κτεινόμενον, | |
20 | καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὸ ξύλον τῆς ζωῆς φυτευόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν. Καὶ ἐπιλείψει μοι, ἀγαπητοὶ, διηγουμένῳ ὁ χρόνος τὴν ταραχὴν τοῦ διαβόλου. Λοιπὸν μηδὲν δυνάμενος κατὰ τοῦ Κυρίου ὁ διάβολος ἐπὶ τοὺς νηπίους καὶ ἀτελεῖς τῶν | |
25 | βρεφῶν παῖδας κατατρέχει. Καὶ τίνας κατασφάζει; Ἀπὸ διετοῦς καὶ κατωτέρω· τοὺς δὲ τὴν τριάδα τῶν ἐτῶν ζήσαντας οὐ κατασφάζει. Νήπιοι γὰρ οἱ τὴν δυάδα ὁμολογοῦντες, καὶ τῇ Τριάδι μὴ πιστεύσαντες. Ὅθεν αὕτη ἡ Ῥαχὴλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τούτους πενθεῖ, | |
30 | ὥστε τὴν φωνὴν αὐτῆς ἀκουσθῆναι ἐν Ῥαμᾷ, τουτ‐ έστιν, ἐν ὑψηλῷ· οὕτω γὰρ ἑρμηνεύεται Ῥαμὰ, ὑψηλὴ, ἡ ἄνω Ἱερουσαλὴμ παρὰ τῷ ὑψίστῳ Θεῷ· ᾧ πρέπει πᾶσα δόξα, κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 699 |