TLG 2062 290 :: JOANNES CHRYSOSTOMUS :: In illud: Memor fui dei [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Memor fui dei [Sp.]

Citation: Vol — pg — (ln)

61

.

689

(24t)

Εἰς τὸ, «Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην.»
25 Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ὁ μελῳδὸς ἐμαρτυρήσατο Δαυΐδ. Οὐκ ἐξ οἰκείας φύσεως ἐμαρτύ‐ ρατο, ἀλλ’ ἐξ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐκελάδησεν· οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ καὶ σοφῶς ὁ Δαυῒδ ἐλι‐ τάνευσεν· οὐκ ἀπὸ χειλέων μόνον ἐμέμνητο, ἀλλὰ καὶ
30ἡ καρδία ἐδίδαξεν· οὐκ ἐν νυκτὶ ἢ ἡμέρᾳ ἐπελανθάνετο ὁ Δαυῒδ, ἀλλὰ καὶ ταῦτα αἰτῶν κατὰ πᾶσαν ὥραν ἐμέ‐ μνητο. Καὶ ἵνα μάθῃς ὅτι ἀλήθειαν καὶ οὐ ψεῦδος δια‐ γράφομεν, ἀπ’ αὐτῆς τῆς ἐγγράφου ἱστορίας τὰς μελ‐ ῳδίας τοῦ ἁγίου Πνεύματος τρυγήσωμεν. Ἐμνήσθην
35τοῦ Θεοῦ, καὶ ηὐφράνθην, εἶπεν ὁ Δαυΐδ. Καὶ εἰ θέλεις γνῶναι ἀληθῶς, ὅτι καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐμέμνητο ὁ Δαυῒδ τοῦ Θεοῦ, καὶ μνημονεύων ηὐφραί‐ νετο, μετὰ πολλῆς φιληκοΐας πρόσεχε τὰ λεγόμενα· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε· καὶ,
40Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογή‐ σασθαί σοι, Κύριε· Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
45Καὶ πάλιν, Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ὥρα ἀργὴ, ἐν ᾗ ἐπελανθάνετο; οὐχ ἑωθινὴ, ἢ νυκτερινή. Εἴ γε θέλεις μαθεῖν ἀληθῶς, ὅτι οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Θεοῦ ὁ Δαυῒδ, ἀλλὰ μετὰ συνοχῆς καρ‐

61

.

689

(50)

δίας, ἄκουε· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Καὶ ἵνα πασῶν τῶν ὡρῶν πέρας ἐπάγῃ ὁ Δαυῒδ, εἶτα λέγει· Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Ἰδοὺ ὡς ὅλην τὴν ἡμέραν
55μελετῶν τὰ λόγια Κυρίου, καὶ μεμνημένος τοῦ Θεοῦ παρ’ ἕκαστα, ποίας ἀπέλαβε χάριτος ἀξίωμα; ἆρα ἐπὶ γῆς τὰς ἀμοιβὰς ἐκολπώσατο; Οἶμαι καὶ αὐτὸν διαπρέ‐ ποντα καὶ βασιλεύοντα ἐπιγείως· ὧδε τοὺς ἐχθροὺς ὑπο‐ τάττοντα, κἀκεῖ τοῖς ἀγγέλοις ἐπιτάττοντα· ὧδε τῆς
60ἐπιγείου βασιλείας τὴν πορφύραν φορέσαντα, καὶ ἐκεῖ τῆς ἐν οὐρανῷ βασιλείας τὴν δόξαν ἀπαστράψαντα· ὧδε τῆς εὐφωνίας τὰς φωνὰς καταλάμψαντα τοῦ ἁγίου Πνεύ‐ ματος, κἀκεῖ τῆς παναρέτου σοφίας τὰς μαρμαρυγὰς καταυγάσαντα. Καὶ ταῦτα μὲν μερικῶς ὑπογράφομεν.
65Τούτων δὲ πάντων τὸ κρεῖττον ἐκληρώσατο. Ὡς γὰρ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον συνεχῶς τὸν Θεὸν παρὰ τοῦ Δαυῒδ ὑμνούμενον ἐπὶ γῆς, λοιπὸν εἰς οὐρανοὺς τὸ ἅγιον Πνεῦμα ἐχώρησεν εἰς πρεσβείαν λέγον· Κύριε, ἐφ’ ἑκά‐ στης ὁ Δαυῒδ μνημονεύει σου, καὶ μνημονεύων εὐφραί‐
70νεται· καὶ αὐτὸς αὐτοῦ μνήσθητι, Κύριε, Θεὸς ἡμῶν, καὶ λέγει· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Λοιπὸν ἀποκρίνεται ὁ φιλάν‐ θρωπος Θεός· Ἐπειδὴ συνεχῶς καὶ συνετῶς μνημονεύει μου ὁ Δαυῒδ, κἀγὼ ἐπὶ πάντων κηρύξω τὴν ἐμὴν πρὸς
75ἐκεῖνον διάθεσιν καὶ ἀγάπην· ὑπὲρ ἁγίους καὶ ἀγγέλους
καὶ δυνάμεις αὐτὸν μεγαλυνῶ ἐπὶ τῆς γῆς. Τί λέγων;Column end

61

.

690

(23)

Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρ‐ δίαν μου· καὶ, Πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν
25παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· καὶ, Τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Τοῦτο δὲ εἰπὼν ἑαυτὸν ἐδειγμάτισεν ὁ Δαυΐδ. Ὁρᾷς ὅτι μέγα κέρδος γίνεται τοῦ ἀνθρώπου τὸ μνημονεύειν τοῦ Θεοῦ; Ἐμνή‐ σθην τοῦ Θεοῦ, εἶπεν ὁ Δαυῒδ, καὶ ηὐφράνθη ἡ καρ‐
30δία μου. Αἱ μὲν γὰρ ἄλλαι εὐφρασίαι διὰ τοῦ στόματος εἰσέρχονται, καὶ διὰ τοῦ ἀφεδρῶνος μεθοδεύονται· ἡ δὲ τοῦ Θεοῦ εὐφρασία, ὡς πηγὴ, μελίῤῥυτα ῥήματα τὴν καρδίαν εὐφραίνει, ὥστε λέγειν τὸν τοιοῦτον· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου; ὑπὲρ μέλι τῷ
35στόματί μου. Ὁ γὰρ τοῦ Θεοῦ μνημονεύων, πάντα τὰ ἀγαθὰ τῆς εὐφροσύνης ἔχει ἐν τῇ καρδίᾳ φωλεύοντα· ἐκεῖ πηγὴ βρύουσα ἀγαθὰ, ἐκεῖ μέλι καὶ κηρίον καὶ λύχνος ἁπτόμενος, ἐκεῖ θησαυρὸς κρυπτόμενος τῆς ἁγίας Τριάδος. Λοιπὸν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦ‐
40μα ἔρχονται, καὶ μονὴν παρ’ αὐτῷ λαμβάνουσι, καὶ λοιπὸν οὐκ ἔτι γίνεται ἄνθρωπος κατηχούμενος, ἀλλ’ ἄγγελος θεοφορούμενος. Ἐπειδὴ οὖν τοιαύτης χά‐ ριτος κατηξίωται ὁ ἄνθρωπος, καὶ τοιαύτης εὐφρασίας ἀπολαύσας ηὐφραίνετο ὁ Δαυῒδ, καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ εὐ‐
45φρασίας ἀπολαύοντες, συνεχῶς μνημονεύσωμεν τοῦ Θεοῦ, ἵνα τῶν αὐτοῦ ἀγαθῶν ἀπολαύσωμεν. Φέρε οὖν τῆς παρου‐ σίας τοῦ Σωτῆρος τὰς ἀρετὰς μεταλλεύσωμεν, καὶ τὴν ἐπίγειον αὐτοῦ παρουσίαν ὡς στήλην πανάρετον ἀν‐ υμνήσωμεν· ἐπειδὴ ἤκουσα παρὰ τῆς γλώττης τῶν πα‐

61

.

690

(50)

ρανόμων Ἰουδαίων βλασφημίας τεκμήρια, καὶ ἐπειδὴ ἀπιστοῦσι τὰς Γραφὰς, ἃς ἀναξίως ἀναγινώσκουσι, καὶ οὐ γινώσκουσι τὸ μυστήριον. Τὸ γὰρ ὅτι ἐκ παρθένου ἐτέχθη ὁ Κύριος, ἐν αὐτῷ σκανδαλίζονται, φησὶν, οἱ ἄθλιοι καὶ παμπόνηροι. Ὢ τῆς ἀνοίας! ὢ τῶν παρὰ
55φύσιν παρανόμων! ποία γραφὴ, ἢ ποῖος προφήτης οὐ σαλπίζει τοῦ Κυρίου ταύτας τὰς χάριτας; Πρῶτος τὴν Παρθένον ὁ Σολομὼν ἐμακάρισεν, ὁ τῆς μεγάλης σοφίας ἡνίοχος, λέγων· Μακαρία ἡ στεῖρα ἡ ἀμίαν‐ τος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. Στεῖραν
60γὰρ λέγει πρὸ τοῦ ἐπισκηνῶσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πρὸ τοῦ ἀνθῆσαι τὸν ἥλιον. Οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ὅτι μετὰ ἀνδρὸς οὐχ ὡμίλησεν. Ὅτε δὲ ἤκουσε περὶ τῆς ἀμιάντου στείρας Ἡσαΐας ὁ τίμιος, εὐθὺς τοῦ σοφοῦ τὸ ῥητὸν ἐσπαργάνωσε, καὶ τῷ αὐτῷ
65ἐμελῴδησε· Σὺ, φησὶν, εἶπας στεῖραν ἀμίαντον· κἀγὼ λέγω· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ἕως γὰρ νῦν οὐκ ἔτεκες· ἀπὸ τοῦ νῦν εὐφράνθητι, ὅτι ὃν οὐ χωροῦσιν οἱ οὐρανοὶ, δέξασθαι κατηξίωσαι. Ὡς δὲ οἱ δύο μάρτυρες ταῦτα ἐκήρυττον, ἐζήτουν καὶ ἄλλον ἕτε‐
70ρον μῖξαι εἰς τὸ μυστήριον, ἵνα ἐπὶ τριῶν μαρτύρων σταθῇ ἀσφαλὲς τὸ ζητούμενον. Ὡς δὲ ταῦτα διενοοῦντο, ἑκάτεροι εὗρον Δαυῒδ τῆς μελῳδίας τὸν ῥήτορα, καὶ ὑπομιμνήσκουσιν αὐτὸν τῆς οἰκονομίας τὰ μέλλοντα.
Ὡς δὲ ἤκουσε τὸ μυστήριον, σάλπιγγος φωνὴν ἀντεφώ‐689

61

.

691

νησεν· Ἰδοὺ ἑκάτεροι περὶ τῆς στείρας εἰρήκατε· διὰ τί οὐκ εἰρήκατε περὶ τῆς ἐνδόξου κυήσεως; Εὐθέως νοήσας Ἡσαΐας τὸ φρόνιμον, ἀντιβάλλει τοῖς ῥήμασιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται·
5υἱόν. Καὶ ὁ Σολομὼν ἐδευτέρωσεν· Ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν. Ταῦτα ἀκούσας Δαυῒδ ἔφησε πρὸς αὐτούς· Ἰδοὺ εἰρήκατε ὅτι τέξεται· ἐν ποίῳ τόπῳ; ἐν πόλει, ἢ ἐν ἐρήμῳ ἢ ἐν χώρᾳ; Λέγουσι πρὸς αὐτόν· Σὺ περὶ τοῦ τόπου καὶ τῆς πόλεως ἑρμήνευσον· περισ‐
10σοτέρας γὰρ χάριτος ἠξίωσαι. Τότε Δαυῒδ, τοῦ Πνεύ‐ ματος εἰπόντος αὐτῷ τὴν ἐνέργειαν, μεγαλοφώνῳ κραυγῇ ἐστηλίτευσε τὸ μυστήριον· Ὑμεῖς, φησὶν, ἐν κρυφῇ δονιτεύετε, ἐγὼ ὑψηλῇ τῇ φωνῇ ἀνυμνήσω τὴν κύησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν
15ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Καὶ συνεὶς ἐπὶ τούτοις τοῖς δόγμασιν, ὅτι βαθὺ τὸ αἴνιγμα, ἐζωγράφησεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐ‐ τὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· τουτέστιν, ἐν Βη‐ θλεέμ· Ἐφραθὰ γὰρ ὀνομάζεται. Ἠκούσαμεν αὐτὴν
20ἐν Ἐφραθᾷ, ὅτι ἔγκυός ἐστιν· ἐκεῖ γὰρ ἐξῆλθεν ἡ ἀκοὴ, ὅτι ἔγκυός ἐστιν ἡ Παρθένος. Τότε δὲ ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, εἰς τὸ σπήλαιον, ὅπου τὸ φῶς ἐφανέρωσεν. Ὧδε ἠκούσαμεν αὐτὴν ἔγκυον, ὧδε περὶ ἀνδρὸς ἀκοὴν ἐδεξάμεθα· ἐκεῖ μητέρα τοῦ
25Κυρίου ηὑρήκαμεν. Ἰδοὺ ἐκ τῶν σῶν τρεῖς σοι παρ‐ εστήσαμεν μάρτυρας τὴν δόξαν τῆς Παρθένου κηρύτ‐ τοντας· οὐχ ὅτι μόνον τούτους εὑρήκαμεν· ἅπαντες γὰρ αὐτὸν οἱ προφῆται ἑωρακότες ἐλπίζουσιν· ἀλλ’ ἐπὶ τριῶν μαρτύρων ἑστάναι τὸ δίκαιον. Ἐγὼ δὲ ἐπὶ τῶν τριῶν
30οὐ τρακτεύω· ἀλλὰ δός μοι ἕνα πιστότατον μάρτυρα λέγοντα ψεύδεσθαι τὸ μυστήριον, ἢ ἐξ ἀνδρὸς ἀποκυῆσαι τὴν Παρθένον· ἢ τοῦτο ἀπόδειξον, ἐπιστρέψας ὡς Θεο‐ τόκον προσκύνησον. Ἢ δεῖξον τὸν Σωτῆρα ἐν τάφῳ καὶ σορῷ κατεχόμενον, ἢ ἐγώ σοι δεικνύω ἐν δεξιᾷ τοῦ Πα‐
35τρὸς καθεζόμενον. Οὐ γὰρ ἐξ ἀλλοφύλων, ἀλλ’ ἐκ τοῦ σοῦ γένους προσφέρω τὸν μάρτυρα λέγοντα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Περὶ τῶν Ἰουδαίων λέγει· οὐ γὰρ ἄλλος ἐστὶν ἐχθρὸς,
40εἰ μὴ ὁ σταυρὸν ἀρνούμενος. Ἀλλ’ ἐγὼ ἐάσας τὴν θεομάχον συναγωγὴν, πρὸς τὴν θεόπνευστον Ἐκκλησίαν συνέρωμαι. Ἐάν σοι εἴπῃ Ἰουδαῖος, Εἰπὲ πῶς ἐγέννησεν ἡ παρθένος δίχα ἀνδρὸς, εἰπὲ αὐτῷ καὶ σύ· Πῶς ἔτεκε τὴν Εὔαν ὁ Ἀδὰμ δίχα
45γυναικός; Πῶς ἔτεκεν ἡ παρθένος δίχα σπορᾶς; πῶς ἐξήνθησεν ἡ γῆ δίχα σπέρματος; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς ἔβρυσεν ἡ παρθένος τὸ ὕδωρ ἡ ἀκρότο‐ μος; Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς τοῦ Ἀαρὼν ἡ ῥάβδος ἐβλάστησε; Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς

61

.

691

(50)

οὐρανόθεν τὸ μάννα; πῶς ἐπληθύνετο ἡ ὑδρία; πῶς ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε τὸ ἄνθος; πῶς Ἐλισ‐ σαίου τὸ ἔλαιον ἔβρυσεν εἰς τοὺς κεράμους; Πῶς ἐγέν‐ νησεν ἡ παρθένος; εἰπὲ, πῶς ἐπὶ Γεδεὼν ὁ πόκος ἀπ‐ έλυσε δρόσον; εἰπὲ, πῶς ἐπὶ τοῦ Σαμψὼν τὸ ὀστέον
55ἔβρυσε τὸ ὕδωρ; εἰπὲ, πῶς ἐφύλαξεν ἡ κάμινος τοὺς παῖδας; εἰπὲ, πῶς ἐπὶ Μανωὲ ἀνήφθη ἡ πέτρα δίχα ὕλης; εἰπὲ, πῶς ἐκαίετο ἡ βάτος, καὶ οὐ κατεκαίετο; εἰπὲ, πῶς οὐ κατεφλέχθη Ἠλίας ἐν τῷ ἅρματι τῷ πυρίνῳ; εἰπὲ, πῶς ὁ Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον, καὶ πάλιν
60ἐξῆλθε; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς Ἡσαΐας τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ἐθεάσατο; εἰπὲ, πῶς Δανιὴλ ἐφανέρωσε τὸ κεκρυμμέ‐ νον ἐνύπνιον τῷ Ναβουχοδονόσωρ; πῶς Ἰεζεκιὴλ ἐφ’ ἅρ‐ ματος Χερουβὶμ καθήμενον εἶδε τὸν ἀόρατον; Πῶς ἔτε‐
65κεν ἡ παρθένος; πῶς Ἱερεμίας ἐκ μήτρας ἡγιάσθη προφήτης; εἰπὲ, πῶς τὰ νεκρὰ τοῦ προφήτου ὀστᾶ τὸν νεκρὸν ἤγειραν τότε; εἰπὲ, πῶς ἡ Ἐρυθρὰ ἐπετρώθη ῥάβδῳ; εἰπὲ, πῶς ὁ Ἰορδάνης ἀνεπόδισε τὸ ῥεῦμα; εἰπὲ, πῶς τὰ δένδρα τοὺς καρποὺς ἐγκυμονοῦσιν; εἰπὲ,
70πῶς ἡ ἄμπελος φέρει τὸν βότρυν; εἰπὲ, πῶς ἐγέννησεν ἡ νὺξ τὴν ἡμέραν; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ὁ φωστὴρ τοῦ ἡλίου θερμαίνει τὸν κόσμον, εἰπὲ, πῶς ὁ οὐρανὸς τοὺς ἀστέρας ἐκφαίνει; Καὶ ἐπὶ τούτων εἰσὶ μυστήρια ἄῤῥητα, κεκρυμμένα καὶ ἀκατά‐
75ληπτα ἐν οὐρανοῖς. Εἰ ταῦτά μοι ἑρμηνεύσῃς ὁ τῶν Ἰουδαίων ἐκσκέπτωρ, οἶδα ὅτι καταλαμβάνεις καὶ τὴν κύησιν τῆς Παρθένου. Ἀλλὰ σὺ ἀλλότριος εἶ κἀκείνων καὶ τούτων τῶν μυστηρίων· ἡμεῖς δὲ καὶ ταῦτα φιλο‐ φρονοῦμεν, κἀκεῖνα πιστεύομεν. Ἑρμήνευσον τοὺς
80προφήτας, καὶ βλέπε τῆς παρουσίας τοὺς ῥήτορας. Στε‐Column end

61

.

692

φανούσθω τὸ κήρυγμα. Ὅσα ἐποίησε καὶ ἔπαθε, ταῦτα οἱ προλαβόντες πρὸ τοσούτων γενεῶν ἐζωγράφησαν. Πρῶτος ἱκετεύει Δαυΐδ· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Καὶ ἐπιτυχὼν τῆς αἰτήσεως, εὐαγγελίζεται καὶ
5λέγει· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Καὶ ἐπειδὴ ὡς παιδίον εἶχε φανῆναι, λέγει Ἡσαΐας. Παιδίον ἐγεννήθη ἡμῖν. Ὅτι δὲ ἔμελλεν αἴρειν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, Ἰδοὺ ὁ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθή‐
10σεται τὰ χειροποίητα Αἰγύπτου. Νεφέλην κούφην εἰ‐ κότως ὁ λόγος τὴν Παρθένον ἐκάλεσεν, ὅτι ἀνθρωπο‐ ποιοῦ σπέρματος βάρος οὐκ ἐδέξατο. Ὅτι δὲ ἤμελλεν ἐν Ἰορδάνῃ βαπτίζεσθαι, λέγει Ἱερεμίας· Πῶς ποιή‐ σῃς ἐν φρυάγματι τοῦ Ἰορδάνου; Καὶ τί κατ’ εἶδος
15ἀριθμοῦμεν; Φέρε δὴ ὅλας ὁμοῦ τὰς προφητείας εἰς ἕνα φωστῆρα συνεχόμενος. Περὶ τῆς ἑρμηνείας Γαβριὴλ λέγει· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ‐ ώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμ‐ προσθέν σου. Καὶ περὶ τῆς τοῦ Χριστοῦ ἀπαντῆς καὶ
20τοῦ Βαπτιστοῦ Δαυῒδ λέγει· Ἔλεος καὶ ἀλήθεια συν‐ ήντησαν· καὶ περὶ τοῦ ἀσπασμοῦ τῆς Ἐλισάβετ πρὸς τὴν ἁγίαν καὶ ἁγνὴν Θεοτόκον, Δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Καὶ πάλιν περὶ τοῦ Ἰωάννου καὶ περὶ τοῦ Κυρίου λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν,
25καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ περὶ τῶν ἀποστόλων λέγει· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ περὶ τῆς μαρτυρίας τῆς ἄνωθεν Δαυῒδ λέγει· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ περὶ τῶν νοσούν‐ των λέγει· Ἀπέστειλε τὸν λόγον αὑτοῦ καὶ ἰάσατο
30αὐτούς· καὶ περὶ τῶν ἁμαρτωλῶν λέγει· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει· καὶ περὶ τῶν ἐγερθέντων νε‐ κρῶν, Ἀναστήσονται οἱ νεκροί· καὶ περὶ τῶν κατεχο‐ μένων ψυχῶν, Καὶ οἱ ἐν σκότει καθήμενοι, φῶς ἀν‐ έτειλεν ὑμῖν. Καὶ περὶ τοῦ Καϊάφα καὶ Ἡρώδου λέγει·
35Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Ἀβραάμ· καὶ περὶ τοῦ Ἰούδα, Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυ‐ νεν ἐπ’ ἐμὲ πτερνισμόν· καὶ περὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων καὶ ἀρχιερέων, Ἥξει Κύριος εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ περὶ τοῦ
40σταυροῦ· Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ περὶ τοῦ λῃστοῦ τοῦ ἐκ δεξιῶν, Δεξιὰ Κυ‐ ρίου ἐποίησε δύναμιν· καὶ περὶ τοῦ τάφου· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ· καὶ περὶ τοῦ στεφάνου τοῦ ἐξ ἀκανθῶν, Ἡ ἄμπελός μου ἀντὶ βοτρύων ἀκάνθας
45ἐβλάστησε· καὶ περὶ τοῦ πειρασθῆναι ὑπὸ τοῦ Πονη‐ ροῦ, Ἐχθρὸς ὠνείδισε τὸν Κύριον· καὶ περὶ τοῦ κλη‐ θῆναι Υἱὸν ἀνθρώπου, Καὶ ἐπὶ Υἱὸν ὃν ἐκραταίωσας ἑαυτῷ· καὶ περὶ τῆς ταφῆς αὐτοῦ, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ περὶ τῆς ἀνα‐

61

.

692

(50)

στάσεως τοῦ Κυρίου, Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; καὶ περὶ τῆς ἀναλήψεως αὐτοῦ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ· καὶ περὶ τῆς ἄνω καθέδρας, Κάθου ἐκ δεξιῶν μου. Καὶ τί πολλὰ λέγω; Ὅλας γὰρ τὰς προφητείας οὐδὲ οἱ ῥήτορες ἐξαγγέλλουσι τὰς περὶ
55τῆς χάριτος τοῦ Χριστοῦ ᾀδομένας. Θέλεις γνῶναι κα‐ λῆς ἱστορίας ἀσφάλειαν; ὅτι περὶ τὴν Καινὴν Διαθήκην ἡ Παλαιὰ ἐζωγράφησε, καὶ τὰ ὧδε οἰκονομούμενα, ἐκεῖ σκιογραφούμενα; Βλέπε μοι αὐτὸν ἐκεῖ εἰς τὴν σκηνὴν τοῦ Ἀβραὰμ μετὰ δύο ἀγγέλων παραγενόμενον, καὶ
60ὧδε μετὰ δώδεκα μαθητῶν εἰς τὸν οἶκον Ζακχαίου εἰσ‐ ερχόμενον. Βλέπε μοι αὐτὸν ἐκεῖ δύο ἀδελφοὺς εἰς ἱερωσύνην καλέσαντα, καὶ ὧδε δύο ἀδελφοὺς εἰς ἀπο‐ στολὴν ἐκλεξάμενον· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦ‐ σιν αὐτοῦ, καὶ Πέτρος καὶ Ἀνδρέας ἐν τοῖς ἀποστόλοις
65αὐτοῦ. Βλέπε μοι αὐτὸν ἐκεῖ τὸν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἐγείραντα, καὶ ὧδε τῆς χήρας τὸν μονογενῆ δι’ ἑαυτοῦ ἐγείραντα· ἐκεῖ δι’ Ἑλισαίου τὸν Νεεμὰν καθα‐ ρισθέντα, καὶ ὧδε δι’ ἑαυτοῦ τὸν λεπρὸν ἀπολούοντα· ἐκεῖ τὴν Μαριὰμ ἀδελφὴν τῶν ἁγίων προφητῶν ἐμβι‐
70βάζοντα, καὶ ὧδε τὴν αὐτὴν προσηγορίαν ἀδελφῆς τῶν ἁγίων ἀποστόλων ἐπονομάσαντα· ἐκεῖ ἐκ τῶν προφη‐ τῶν τέσσαρας μεγαλύναντα, καὶ ὧδε τὸν ἀριθμὸν τέσ‐ σαρας εὐαγγελιστὰς σεμνύνοντα. Ἐκεῖ δώδεκα προ‐ φήτας ἑτέρους ἐτύπωσε, καὶ ὧδε δώδεκα τὸν ἀριθμὸν
75ἀποστόλους ἐκάλεσεν· ἐκεῖ τοῖς μεγάλοις προφήταις ὑπουργοὺς ἀνέδειξε, καὶ ὧδε τοῖς ἀποστόλοις ἑβδομή‐ κοντα. Θαδδαῖος ἐτύγχανε τοίνυν ὁ θεραπεύσας τὸν Ἄβγαρον. Ἐκεῖ Ἰησοῦς ὁ τοῦ Ναυὴ τοὺς βασιλεῖς τῆς Παλαιστίνης ἐπαίδευσεν, ὧδε Ἰησοῦς ὁ ἀληθινὸς Θεὸς
80τοὺς βασιλεῖς τῆς οἰκουμένης ἐδόξασεν· ἐκεῖ δώδεκα691

61

.

693

πηγαὶ ἐν Ἐδὲμ βρύουσιν, ὧδε δώδεκα μαθηταὶ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης βάπτισμα πηγάζουσιν· ἐκεῖ ἑβδο‐ μήκοντα στελέχη φοινίκων ἐδείχθησαν, ὧδε ἑβδομή‐ κοντα μαθηταὶ τῶν ἀποστόλων ἐβλάστησαν· ἐκεῖ τὸ πι‐
5κρανθὲν ὕδωρ ξύλον ἐγλύκανε, καὶ ὧδε τὸ πικρότατον τῶν ἁμαρτιῶν εἰς γλυκεῖαν χαρισμάτων πηγὴν τοῦ σταυροῦ τὸ ξύλον μετέβαλεν· ἐκεῖ ἡ σκηνὴ τοῦ μαρτυ‐ ρίου ἡγιάσθη, ὧδε ἡ σκηνὴ τοῦ παστοφορίου ἐδοξάσθη· ἐκεῖ Δαυῒδ ἐμελῴδησε τοὺς ὕμνους, καὶ ὧδε Παῦλος
10ἐκελάδησε τὰς διδασκαλίας· ἐκεῖ Ἠλίας ἐκ τῶν προ‐ φητῶν ἀνεδείχθη παρθένος, καὶ ὧδε ὁμοίως Ἰωάννης ἐκ τῶν ἀποστόλων παρθένος· ἐκεῖ Ἠλίας ἐν τῷ ἅρματι ἐκάθησε τῷ πυρίνῳ, καὶ ὧδε Ἰωάννης ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Κυρίου· Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ κατανα‐
15λίσκον ἐστίν. Ἐκεῖ τρεῖς ἀνεδείχθησαν μεγάλοι, ἔχοντες τοῦ Σωτῆρος τὸ ὄνομα, τῆς ἐνδόξου Τριάδος δηλοῦντες τὸν χαρακτῆρα, οἱ τρεῖς ἅγιοι δυνατοί. Οὐ γὰρ ἁπλῶς ἦσαν τῶν τυχόντων, οὐδὲ τῶν ἀγεννῶν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ μέγας ἐν ἱερεῦσιν· ἔπειτα οἱ
20τρεῖς ἀξιόπιστοι μάρτυρες τὸν ὑπογραμμὸν σεμνύνουσι τῆς ἁγίας Τριάδος. Ἕλκεται δέ μου ἀληθῶς ἡ διάνοια καὶ εἰς ἕτερα ἐκπηδῆσαι, εἰς σωτήριον πίστιν. Οὐ γὰρ ἀφίσταμαι τοῦ προφήτου λέγοντος· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐ‐
25φράνθην· ὃν ἡ πανάρετος Σοφία ἐν τοῖς ᾄσμασιν ἀνακηρύττει· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα. Ἄρα τίς ἐστιν ὁ βοῤῥᾶς, ἢ ὁ νότος; ἢ τίς ἐστιν ὁ κῆ‐ πος; ἢ τίνα τὰ ἐν τῷ κήπῳ φυτά; ἢ τίνα τὰ ἀρώματα
30τὰ ῥέοντα; Ἐγὼ τοῦτο εἶναι οἶμαι, ὡς ἑρμηνεύει ἡ Γραφὴ, βοῤῥᾶν εἶναι τὴν ἁγίαν Παρθένον, νότον τὸν Σωτῆρα τοῦ κόσμου, φυτὰ τοὺς ἁγίους μάρτυρας καὶ ἀποστόλους, πηγὴν ἄρδουσαν τὸν κῆπον τὸ βάπτισμα τοῦ Σωτῆρος, φύλακα τοῦ κήπου τοῦ σταυροῦ τὴν
35σφραγῖδα, ἀρώματα εἶναι τὰ ἰάματα καὶ τὰ χαρίσματα τοῦ Σωτῆρος. Τοῦτο οὖν ἐστιν· Ἐξεγείρου, βοῤῥᾶ, τουτέστιν, ἡ Παρθένος ἐκ τῆς Γαλιλαίας· καὶ ἔρχου, νότε· δεῦρο, Χριστὲ, ἐκ τοῦ οὐρανοῦ ἀπὸ μεσημβρίας, καὶ ἔμπνευσον εἰς τὴν ἁγίαν Παρθένον· διάπνευσον εἰς
40τὸν κόσμον, καὶ ἐξέγειρον τοὺς ἁγίους μάρτυρας, καὶ ἀποστόλους, καὶ ῥευσάτωσαν τὰ ἀρώματα ἐπὶ τοὺς ἀσθε‐ νεῖς καὶ πεπλανημένους. Ταῦτα τὰ ἀρώματα εἰς δια‐ φόρους πήγνυται χάριτας, καὶ γίνεται τοῖς ἀσθενοῦσιν ὑγιείας τεκμήριον, τοῖς πεπλανημένοις ἐπιστροφῆς
45ἔλεγχος, τοῖς ἁμαρτωλοῖς μετανοίας συνήγορος, τοῖς δικαίοις εὐρωστίας βοήθημα. Πῶς οὖν ἐπαξίως ὑμνήσωμεν τῶν ἰαμάτων τὰ ἰάματα, τὴν ζωοποιὸν ἐλπίδα, τὴν ἐπίγειον ζωὴν, τὴν οὐράνιον σωτηρίαν; Πῶς ἐμυρίζετο ἡ γῆ, ὅτε ταῦτα ἔῤῥεον τὰ ἀρώματα;

61

.

693

(50)

πῶς δὲ πάλιν ἡ γῆ ἔφερε τὰ ἴδια θυμιάματα; καὶ τῷ Δεσπότῃ μετὰ φόβου προσφέρουσα ἔλεγε· Σὺ, φησὶ, Δέσποτα, παρέχεις τὰ οὐράνια ἀρώματα, κἀγὼ τὰ ἐπί‐ γεια τῶν θυμιαμάτων προσφέρω τῇ σῇ θεότητι· σὺ, Δέσποτα, μυρίζεις μου τὰ νῶτα τοῖς ἁγίοις σου καὶ
55παναχράντοις ἴχνεσι, κἀγὼ μύρα σκιρτῶσα προσφέρω σοι. Εἶτα ἐπ’ ἀμφοτέροις τούτοις τοῖς ἅπασιν εὐφραινο‐ μένη ἡ γῆ πρὸς τὴν σύνδουλον ἅπασαν κτίσιν ἐβόα· Δεῦτε, συνάχθητε πάντες οἱ ἔγγονοί μου, καὶ ἴδετε ἐπὶ γῆς τὸν ἐν οὐρανοῖς δοξαζόμενον· δεῦτε, βλέπετε ἐν
60ἀγκάλαις γυναικὸς βασταζόμενον τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον· δεῦτε, ἴδετε γαλακτοτροφούμενον, τὸν ἐποχετεύοντα γάλα ταῖς θηλείαις· δεῦτε, ἴδετε ἐν γαστρὶ Παρθένου χωρούμενον, τὸν ἐν οὐρανοῖς μὴ χωρούμενον· δεῦτε, ἴδετε παρὰ μητρὸς τροφὴν λαμβάνοντα, τὸν τὰ
65πέρατα διατρέφοντα· δεῦτε, ἴδετε διδασκάλοις παραδι‐ δόμενον, τὸν διδασκάλους παιδεύοντα· δεῦτε, ἴδετε ὑπὸ ἀνθρώπων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δοξαζόμε‐ νον· δεῦτε, ἴδετε εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον, τὸν ὑπεράνω τῶν οὐρανῶν καθεζόμενον· δεῦτε, βλέπετε
70μετὰ τῆς Χαναναίας διαλεγόμενον τὸν ὑπὸ τῆς Χερου‐ βικῆς λειτουργίας ἀνυμνούμενον· δεῦτε, ἴδετε ὑπὸ γυ‐ ναικὸς ἁμαρτωλοῦ συνερχόμενον τὸν ἐν δεξιᾷ τοῦ Πα‐ τρὸς καθεζόμενον· δεῦτε, ἴδετε τὸν ὑπὸ τῆς ἀσθενούσης γυναικὸς τοῖς κρασπέδοις ψαυόμενον, τὸν ὑπὸ τῆς ἀσω‐
75μάτου φύσεως τῶν δυνάμεων προσκυνούμενον· δεῦτε, ἴδετε γεννηθέντα ὡς ἄνθρωπον, τὸν ὑπάρχοντα τῶν αἰώνων ποιητήν· δεῦτε, ἴδετε νηπιάζοντα τὸν πρὸ κατα‐ βολὴς κόσμου ὑπάρχοντα· δεῦτε, ἴδετε, ὑπὸ ἀρχιερέων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δορυφορούμενον· δεῦτε,
80ὅλα τὰ κτίσματα τὸν κτίσαντα βλέποντα· καὶ ὡς ἔστινColumn end

61

.

694

ἡ ζωὴ ἐπὶ γῆς, πάντες ζήσατε· δεῦτε, πάντες θεοφο‐ ρήθητε· δεῦτε, μικροὶ μετὰ τῶν μεγάλων συνέλθετε, οἱ πένητες μετὰ τῶν πλουσίων, οἱ δοῦλοι μετὰ τῶν κυ‐ ρίων, οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων, τὰ ἑρπετὰ καὶ
5τὰ τετράποδα μετὰ τῶν πετεινῶν, καὶ βλέπετε τὸν τὴν ζωὴν χαρισάμενον. Οἱ καιροὶ τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου ἀλλάγητε, καὶ παρὰ φύσιν καρποφορήσατε, καὶ τὰς ἐπικαρπίας ἑαυτῶν προσκομίσατε τῷ ἐγκυμώ‐ σαντι ὑμῶν τοὺς καρπούς· πάντα ποιήσατε, καὶ μυρίσατε
10τὴν θεότητα· ἢ τὰ ὑμέτερα προσαγάγετε θυμιάματα, ἢ παρ’ ἐκείνου τρυγήσατε τὰ ἀρώματα. Ὡς δὲ ἐν πᾶσι τούτοις παρωράθη τοῖς ἐγγόνοις ἡ γῆ, ἰδοὺ πάντα, καθὼς εἶπε, συνέτρεχον, καὶ οἱ ἔρημοι τόποι ἐβλάστη‐ σαν, καὶ πολλὴν εὐωδίαν ἐδείξαντο· ἵνα τὴν προφητείαν
15Ἡσαΐου τελέσωσι τὴν μελῳδήσασαν· Ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ὑλοχαρήσει καὶ εὐωδιάσει τὰ ἔρημα τοῦ Ἰορδάνου. Τούτων οὕτω πραττομένων καλῶς, λοιπὸν καὶ ἡ θάλασσα αὐτὴ ἐπεθύ‐ μησε τῆς εὐωδίας ἀπολαύειν, καὶ ἤρξατο δημοσιεύειν
20ἑαυτὴν, καὶ τῇ γῇ λέγουσα ἀντέβαλεν· Καί μοι λοιπὸν τὸν Κύριον παραχώρησον· μὴ γὰρ μόνον σός ἐστιν ὁ Δεσπότης, ὅτι ὅλης αὐτοῦ παρεδέξω τῆς θεότητος τὴν χάριν· παρακάλεσον αὐτὸν ἐλθεῖν πρός με, μήποτε ἐγὼ ἐρχομένη πρὸς αὐτὸν, ὅλον σου ἐξαφανίσω τὸ πρόσωπον.
25Εἰ μὴ γὰρ ἐπέγνων αὐτὸν, καὶ ἐδεδοίκειν τὸν ἐμὲ σφραγίσαντα καὶ πεδήσαντα ἀλύτοις δεσμοῖς, πάλαι ἂν ἐλθοῦσα ἔκαμψά σου τὰ πέρατα. Ἢ οὐκ ἔγνως, ὅτι προ‐ τιμοτέρα καὶ προγενεστέρα σου κεχώρηκα; πρὸ τοῦ γάρ σε φανῆναι, ἐγὼ ἐν ταῖς ἀβύσσοις ἐχόρευον. Ἀπόδος
30μοι τὸν Δεσπότην τὸν ἴδιον, καθὼς ὁ προφήτης εἶπεν· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τότε ἐπήγαγε· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Σὺ οὖν ὕστερον ἐπλάσθης. Ἐξηραμ‐ μένη, μήτηρ κονιορτοῦ, ἀκόρεστε, καὶ τάφε νεκρῶν,
35αἱμάτων, δολίων καὶ ἁμαρτημάτων οἶκος, τί τυραννεῖς τὴν πρεσβύτιδά σου, καὶ μόνη κατέχεις τὸν Κύριον; Ἀπόδος μοι λοιπὸν αὐτὸν, ἵνα πληρωθῇ τὸ εἰρημένον, Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου· ἀπόδος μοι τὸν ἴδιον πλαστουργὸν, ἵνα καὶ τοὺς ἐμοὺς κόλπους πλη‐
40ρώσῃ ἐν χάριτι. Καὶ οὕτω συνεχομένη παρὰ τῆς θαλάσ‐ σης ἡ γῆ τῷ αὐτοῦ νεύματι, κοσμοφυσῶσα ἐπόμπευε λέγουσα· Μὴ γάρ σου χείρων ὑπάρχω, ἐρεομένη, καὶ κεχαυνωμένη, καὶ ἀστατοῦσα, καὶ συρίζουσα, ἐπικρο‐ ρύητε καὶ χολέρας, πόας ἡνίοχε, καὶ ἀχρησίμευτε βίου,
45ἁλμυρονάματε καὶ δυσοδόχυτε, πορείαις ἀνεπίβατε, καταιγίδος σύμφυλε, τετραχυμμένη τοῖς λαίλαψιν· εἰ οἶσθα, ὡς σὺ ἔφης προτιμοτέρα εἶναι, ἐν σοὶ πρῶτον ἂν ἐσκήνωσεν ὁ Δεσπότης· νῦν δὲ τούτου φαίνεταί μου τὸ ἀξίωμα, ὅτι σου ὑπάρχω ὑπερέχουσα, ἐξότι ἐν ἐμοὶ

61

.

694

(50)

πρῶτον τὰς ἀκτῖνας ἀπέλυσε τῆς θεότητος. Τοσοῦτόν σου προτιμοτέρα καθέστηκα, ὅσον ἐγὼ μήτηρ ἀνθρώπων, καὶ σὺ ἑρπετῶν· ἐγὼ τῆς ἁγίας Παρθένου μήτηρ εἰμὶ, ἥτις τὸν Δεσπότην ἐξήνθησε· σὺ δὲ τοῦ πονηροῦ δρά‐ κοντος, ὅστις ἐμπαίζει τὰ ζῶά σου· ἐγώ εἰμι μήτηρ
55προφητῶν καὶ ἀποστόλων καὶ ἁγίων ἀνδρῶν· σὺ δὲ ἀγρίων καὶ πονηρῶν μήτηρ ἑρπετῶν, καὶ δυσπλοούντων φθορά· ἐγὼ παράδεισος καὶ ἐπικάρπιος ἔχουσα ἄνθη καὶ ἀρώματα, σὺ δὲ ἀνέμους καὶ λιμένας καὶ ἀταξίας. Εἰ ἦν ἐν ἐμοὶ τοῦ κατέχειν τὸν Κύριον, οὐκ ἂν παραγενέσθαι
60αὐτὸν πρὸς σὲ παρεχώρησα. Ὡς δὲ, τῶν τηνικαῦτα ἀντι‐ πραττόντων τῶν στοιχείων τοῖς νεύμασιν, ὁ πάντα πλη‐ ρῶν, καὶ πάντα οἰκονομῶν Κύριος πρὸς αὐτὴν τὴν θά‐ λασσαν παραγίνεται, τοῖς ἁγίοις ἴχνεσι δοξάσαι καὶ τιμῆσαι τῶν ὑδάτων τὴν ἤπειρον βουλόμενος, λοιπὸν ἡ
65θάλασσα τοὺς κόλπους ἁπλώσασα μετὰ πολλῆς χαρᾶς τὸν Κύριον ὑπεδέξατο λέγουσα· Δεῦτε, πάντα τὰ ζῶα τὰ μικρὰ μετὰ τῶν μεγάλων, συνέλθετε τὰ ἐν τοῖς βά‐ θεσιν, ἐπαναπλεύσατε τὸν ἐξ ἀρχῆς ὑμᾶς ἐνθρονιάσαντα, καὶ τὸ ζῇν ὑμῖν χαρισάμενον· πάντα τὰ ἐναντία τοῦ
70χειμῶνος φιμώθητε πνεύματα, καὶ τοῦ παρόντος φρί‐ ξατε τὴν θεότητα· πᾶσαι αἱ καταιγίδες, λαίλαπες, ἡσυ‐ χάσατε τῆς δυναστείας τὸ μέγεθος· πάντες οἱ ἄνεμοι καὶ χειμῶνες συστάλητε, καὶ πάντα τὰ κύματα ἠρεμή‐ σατε καὶ γαληνιάσατε, καὶ τὸν Κύριον τῆς ζωῆς καὶ
75τοῦ θανάτου μετὰ χαρᾶς ὑποδέξασθε. Τίς ἀναγγελεῖ μοι σήμερον, ὅτι πελαγοβάτην ἔχω ἐπιβάτην τὸν Κύριον; Μεγαλυνθείην ἀπὸ τῆς σήμερον, ὅτι Χερουβικὴ ἐγενό‐ μην καθέδρα, καὶ Σεραφικὰς στιβάδας ἀνέλαβον· ὅτι τὸν ἐκεῖ καθεζόμενον ὧδε ἔχω βαδίζοντα· τὸν ἐπὶ πτε‐
80ρύγων ἀνέμων ἱπτάμενον, ἐν ταῖς νήσοις ἔχω στελλό‐693

61

.

695

μενον· τὸν ἐπάνω τοσούτων ὑψηλῶν καὶ μετεώρων στε‐ ρεωμάτων ὑψούμενον, ἐπὶ τῆς ἐμῆς ἀγλαϊστοῦ χώρας τοῦτον ἔχω πεζεύοντα. Νῦν οὐκ ἔτι προσαγορεύομαι θάλασσα, ἀλλὰ κολυμβήθρα οὐράνιος· νῦν ἐγενόμην
5λύχνος, σφόδρα ἀστράπτουσα, οὐράνιος· νῦν ἐγενόμην πηγὴ ἰάματα βρύουσα· νῦν ἐγενόμην ἥλιος, ἀκτῖνας αὐγάζουσα· νῦν ἐγενόμην οὐρανὸς μαρμαρυγὰς ἀπο‐ βάλλων, οὐ τὰ τῆς φύσεως ὑποβάλλουσα, ἀλλὰ νάματα τῆς χάριτος βρύουσα.
10 Ὡς δὲ πᾶσα ἡ κτίσις ἠγάλλετο, ὁμοῦ καὶ γῆ καὶ τὰ ὑπ’ οὐρανὸν ἐφαιδρύνοντο χάριτι. Οἱ γὰρ πεπλανημένοι ἐπέστρεφον, οἱ ἁμαρτωλοὶ μετενόουν, οἱ ἀσεβεῖς εὐσέ‐ βουν, οἱ νοσοῦντες ὑγίειαν μετελάμβανον, οἱ νεκροὶ εἰς ζωὴν ἐργαστήριον, οἱ ζῶντες εἰς θεότητος πρόσωπον.
15Ὡς δὲ οἱ δαίμονες ἐδιώκοντο, καὶ ἡ νόσος ἐμαραίνετο, καὶ ὁ θάνατος κατῃσχύνετο λοιπὸν καὶ οἱ ἐν τῷ ᾅδῃ ὑπὸ τοῦ ἐχθροῦ κατεχόμενοι ἀκοὴν περὶ αὐτοῦ δεξάμε‐ νοι, ἰδεῖν τὴν δόξαν ἐσπούδαζον, καὶ λυθῆναι τῶν δεσμῶν ἱκέτευον. Ὡς δὲ εἶδεν ὁ τῆς ἀπωλείας προαγέτης καὶ
20ἄρχων τοῦ σκότους τὰ ὧδε αὐτὸν κατορθώσαντα, καὶ ἕτοιμον πορθῆσαι τὰ τοῦ ᾅδου βασίλεια, πρὸς τοὺς ἐκεῖ φρουροῦντας ὁ Πονηρὸς ηὐτομόλησε δαίμονας λέγων· ὅτι Ὑποκάτω τῆς γῆς ἔρχεται ὁ ὑποκάτω τοῦ οὐρανοῦ σω‐ φρονήσας, τὰ πέρατα ἔρχεται σκυλεῦσαι, καὶ αἰχμαλω‐
25τεῦσαι ἡμῶν τὰ ταμιεῖα τὰ ἄδηλα. Ἀποκριθέντες δὲ λέγουσι πρὸς αὐτὸν οἱ ἀλάστορες· Καὶ τίς ἐστί σου ἰσχυρότερος; οὐκ ἔλεγες, Οὐκ ἔστι μου δυνατώτερος ὁ ἐμοὶ ἀντιταττόμενος; Νῦν ἐδειλίασας παρ’ ἐκείνου λω‐ φούμενος; Τέως πείρασον πολεμῆσαι· θάρσησον, καὶ
30εὑρήσεις αὐτὸν κατὰ πάντα ἡττώμενον. Ὁ δὲ, Ἐπεί‐ ρασα, φησὶ, καὶ ἐδοκίμασα, καὶ πάντοθέν μου τὰς δυ‐ ναστείας ἐκράτησεν· εἰς τὴν ἔρημον αὐτὸν ἐπολέμησα, καὶ ἔρημόν με πάντοθεν ἀπέδειξεν. Οὔτε πρὸς τοὺς μαθη‐ τὰς αὐτοῦ ἴσχυσα· τὴν αὐτὴν γὰρ δόξαν κἀκείνους
35ὑστέρησεν. Οἱ δὲ πρὸς αὐτόν· Τέως εἴσελθε ἔσωθεν, καὶ τὰς χαλκᾶς πύλας ἀπόκλεισον, καὶ τοὺς σιδηροῦς μοχλοὺς καθειρξώμεθα, καὶ τὰ βέλη ἡμῶν εὐτρεπί‐ σωμεν. Ταῦτα καὶ τὰ τοιαῦτα κραζόντων τῶν πονη‐ ρῶν, ἰδοὺ δὴ καὶ ὁ Κύριος μετὰ πυροφόρων στρατιῶν
40παραγίνεται. Ἀνοίξατέ μοι πύλας, οἱ τῶν δαιμόνων ἄρχοντες· εἰσελεύσεται γὰρ ὁ βασιλεὺς τῆς δόξης. Οἱ δὲ ἔνδοθεν ὑπάρχοντες ἐτόλμων, καὶ ἀποκρίνοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ὁ δὲ στρατηγὸς
45τῶν δαιμόνων ἔλεγεν αὐτοῖς ἔνδοθεν· Οὐκ εἶπον ὑμῖν, ὅτι κραταιός ἐστι καὶ δυνατὸς ἐν πολέμῳ, καὶ ἰσχυρὸς ἐν ἰσχύϊ; Οἱ δὲ ἄγγελοι ἐπεσπούδαζον· Ἄρατε πύλας, πρὶν αὐτὰς συντρίψωμεν, καὶ τοὺς μοχλοὺς κατεάξω‐ μεν· μετ’ εἰρήνης ἀνοίξατε, πρὶν μετ’ ὀργῆς εἰσέλθω‐

61

.

695

(50)

μεν. Ἄρατε πύλας, οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ εἰσ‐ ελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οἱ δὲ φόβῳ συν‐ εχόμενοι ὡς ἀμφέβαλλον ῥήμασι· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; αὐτοὶ ἀπεκρίναντο· Κύριός ἐστι τῶν δυνάμεων, τῶν ἄνω καὶ τῶν κάτω Δεσπότης. Καὶ
55ὡς ἐστασίαζον, μὴ ἀνοίγοντες τρόμῳ παιδευόμενοι, νεύ‐ ματι τῆς θεότητος εὐθέως αἱ πύλαι συνετρίβησαν, καὶ οἱ μοχλοὶ κατεάγησαν, καὶ ἐπληρώθη τῆς προφητείας τὸ κήρυγμα τὸ πρὸ τοσούτων γενεῶν σαλπιζόμενον, ὅτι Συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδη‐
60ροῦς συνέθλασεν. Εἶτα ἐν ἀπορίᾳ γενόμενοι οἱ τῆς λοιδορίας ἐργάται, εἶπαν οἱ ἄνομοι. Ἔχοντες τὰ βέλη καὶ τὰς ῥομφαίας, ἐφορμήσωμεν αὐτῷ. Ὁ δὲ τὰς πύλας συγκλάσας, κἀκείνους συνέτριψε, καὶ ἐπλήρωσε τὰς δύο κηρυττούσας προφητείας· Κύριος συντρίβων πο‐
65λέμους, Κύριος ὄνομα αὐτῷ. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Ὡς δὲ εἶδον οἱ κατάκλειστοι τὸ φῶς τῆς ἀϊδίου ζωῆς, ἀνεβόησαν λέγοντες· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρεα ἐκάλουν τὰ τοῦ ᾅδου στερεώ‐
70ματα. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· τουτέστιν, ἐξέστησαν οἱ διαβολικοὶ ἄρχοντες· Ὕπνω‐ σαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀπενεκρώ‐ θησαν γὰρ ὑπὸ τοῦ Κυρίου, καὶ ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν ἀπώλεσαν, καὶ οὐχ εὗρον οὐδέν. Ἀπὸ ἐπιτιμή‐
75σεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβη‐ κότες τοῖς ἵπποις. Ἵππους λέγει τὰς ψυχὰς τῶν κατ‐ εχομένων, καὶ ἐπιβάτας τοὺς πονηροὺς δαίμονας, δαί‐ μονας τοὺς ἀνελεημόνως παιδεύοντας τὰς τῶν ἀνθρώπων ψυχάς. Ἐνύσταξαν καὶ ἀπενεκρώθησαν. Τότε ὡς εἶδον
80τῶν ψυχῶν τὴν σωτηρίαν, καὶ τὴν ἰδίαν ἀπώλειαν, τὴνColumn end

61

.

696

αὐτῶν ἐλευθερίαν, καὶ τὴν ἑαυτῶν δουλείαν, αὐτοὺς ἀπολυομένους, καὶ ἑαυτοὺς ἀλύτοις δεσμοῖς κατεχομέ‐ νους, ἀνεβόησαν μετὰ ἰσχυρᾶς κραυγῆς· Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι κατὰ πρόσωπον; Μα‐
5στιγοῦντας ψυχὰς ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν ἐφ’ ἡμᾶς δικαίαν· οὐ γὰρ ἐκρίνομεν δικαίως· διὰ τοῦτο κρινόμεθα, διὰ τοῦτο φειδοῦς οὐ τυγχάνομεν. Ἀνίλεως γὰρ ἡ κτίσις τῷ μὴ ποιήσαντι ἔλεον. Κατέκλει‐ σεν αὐτοὺς εἰς τὰ ταμιεῖα τοῦ ᾅδου, ὑπὸ ὀσμῆς δρακόν‐
10των κολαζομένους, δήσας αὐτοὺς δεσμοῖς ἀλύτοις. Λα‐ βὼν δὲ τὰς ψυχὰς πάσας συνῆξεν ὁ Κύριος, καὶ τὴν προφητείαν Ἱερεμίου ἐπλήρωσε. Συνήγαγε πέρδιξ ἃ οὐκ ἔτεκεν. Ἃς γὰρ ὁ ἐχθρὸς κατήγαγεν εἰς τὸν ᾅδην, ταύτας ὁ Κύριος συνήγαγεν· ἃς ἐκεῖ ἔτεκεν ὁ διάβολος,
15μᾶλλον δὲ διεσκόρπισε, ταύτας συνήγαγεν ὁ Χριστός. Ἀνάστητε, εἶπεν ὁ Κύριος, καὶ ἀναβῶμεν εἰς τὸν οὐ‐ ρανόν. Τοῦτο δὲ ὅλον γέγονε πληροῦν τῆς προφητείας τὸ αἴνιγμα, Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος· τουτέστιν, εἰς τὴν οὐράνιον Ἱερουσαλήμ. Αἱ κάτω πύλαι
20ἠνοίγησαν, μᾶλλον δὲ συνετρίβησαν· ἀνάγκη λοιπὸν ἀνοιγῆναι καὶ τὰς ἄνω πύλας τῶν οὐρανῶν· καὶ γὰρ καὶ οἱ ἄνω πυλωροὶ ἀγνοοῦντες ἐκώλυον. Ὡς γὰρ κατ‐ ῆλθεν, οὐκ ἔγνωσαν· διὰ τοῦτο ἀνερχόμενον αὐτὸν οὐκ ἐγνώρισαν, καὶ τέως τρακτεύειν ἐπεχείρουν (εἶχε γὰρ
25μεθ’ ἑαυτοῦ τὰς ψυχὰς ὁ Κύριος, ἃς ἐλυτρώσατο, καὶ τὸν λῃστὴν, μᾶλλον δὲ μαθητὴν), λέγοντες· Τίς ἐστιν ὁ μετὰ τοσαύτης παρατάξεως ἐρχόμενος; Οἱ δὲ προαγα‐ γόντες ἄγγελοι ἐσήμαινον τῆς θεότητος τὸ ἀξίωμα. Οἱ δὲ οὐκ ἠπείγοντο, ἀγνοίᾳ τρυχόμενοι· Καὶ εἰ ὁ Κύ‐
30ριός ἐστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατ‐ ερχόμενον; μὴ γὰρ καὶ ἄλλοτε οὐ κατέβη, καὶ τὴν κιβω‐ τὸν διετάξατο ἐπὶ τοῦ Νῶε; ἐπὶ τοῦ Ἀβραὰμ εἰς τὴν σκηνὴν παρεγένετο, ἐπὶ τοῦ Ἰακὼβ ἐν τῇ κλίμακι, ἐπὶ τοῦ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους ὡμίλησεν, ἐπὶ τοῦ
35Μωϋσέως εἰς τὸ ὄρος Σινᾶ, ἐπὶ Ἰησοῦ εἰς Ἱεριχὼ, ἐπὶ Ἠλία εἰς τὸ σπήλαιον. Καὶ οὐκ ἔστι γενεὰ, ὅπου οὐ κατέβη, καὶ οὐκ ἔλαθεν ἡμᾶς. Καὶ νῦν, ὡς λέγεται, εἰ ὁ Κύριος πάρεστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐ‐ τὸν κατερχόμενον; Ἀπεκρίθησαν οἱ προάγοντες· Αὐτός
40ἐστιν ὁ τότε κατερχόμενος· ἵνα μὴ γνωρισθῇ ἀνερχόμε‐ νος, δουλικὴν εἰκόνα ἐφόρησεν, ἵνα μὴ γνῶτε δεσποτι‐ κὴν μεγαλοπρέπειαν. Καὶ μάθετε Δεσποτικὸν μυστή‐ ριον, καὶ σόφισμα Κυριακὸν, καὶ μὴ κωλύσητε φιλαν‐ θρωπίας πρόθεσιν. Εἰ γὰρ ἐγνώκατε αὐτὸν ἐν ταπεινώ‐
45σει πολλῇ κατερχόμενον χάριν τοῦ πλάσματος, ἐκωλύετε τὴν κατάβασιν καὶ ἀπεστερεῖτε τῆς σωτηρίας τὸν ἄν‐ θρωπον, καὶ δίχα τῆς ἄνω βασιλείας λοφούμενον. Νῦν ἀνοίξατε, γονυπετήσατε. Εἶτα ἀποκρίνονται καὶ αὐτοί· Εἰ μὴ φωνῆς αὐτοῦ θείας ἀκούσωμεν, οὐκ ἂν τὰς θύ‐

61

.

696

(50)

ρας ἀνοίξοιμεν. Οὐδεὶς γὰρ διαβαίνει ἔνθεν ἀκάθαρτος. Αὕτη γὰρ, φησὶν, ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσ‐ ελεύσονται ἐν αὐτῇ. Τότε ὁ Κύριος φωνῇ τιμίᾳ ἐλά‐ λησεν· Ἐγώ εἰμι ὁ ζητούμενος, ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι
55τῷ Κυρίῳ· τουτέστιν, Ἃ ἔπραξα καὶ πέπονθα, ὅσα ἐποίησα καλὰ καὶ ἀπείληφα κακά. Ἀπαγγελῶ τῶν δι‐ καίων τὰ τεκμήρια, τῶν ἰάσεων τὰ χαρίσματα, τῶν πράξεων τὰ κατορθώματα. Ἀνοίξατέ μοι πύλας δι‐ καιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ
60Κυρίῳ. Τότε γνόντες τοῦ ἀχράντου φωνὴν Δεσποτικὴν, οἱ τὰς πύλας κατέχοντες, μετὰ φόβου εἰς προσκύνησιν ἐξήλθοσαν· Οὐκ οἴδαμέν σε, Δέσποτα, κατερχόμενον, προσκυνοῦμέν σε ἀνερχόμενον. Εἶτα αὐτὸς παρερχόμε‐ νος ἀναντιῤῥήτως, καὶ οἱ ἀκόλουθοι. Οἱ δὲ τοὺς ὄπισθεν
65εἰσερχομένους ἐκώλυον λέγοντες· Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι καὶ ἅρπαγες; ἵνα τί τοῦτο πράττεται παρὰ τῆς σῆς ἁγιότητος; Ταύτας τὰς πύλας σὺ ἐκύρωσας, σὺ πυλωροὺς ἡμᾶς κατέστησας,
70σὺ νόμον ἡμῖν ἐδογμάτισας, ὅτι Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς. Οὐχὶ λέ‐ λεκται περὶ σοῦ, ὅτι Πρόσταγμα ἔθετο, καὶ οὐ παρ‐ ελεύσεται; Εἶπας γὰρ, Μόνοι δίκαιοι εἰσελεύσονται· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι προσάγονται,
75ὧδε μάγοι καὶ λῃσταὶ καὶ ἅρπαγες εἰσέρχονται; Κἂν πρῶτον δικαίους εἰσάγαγε, καὶ κατόπιν ἁμαρτωλοὺς χειραγώγησον. Ἔσθ’ ὅτε πάντας τούτους εἰσάγεις· δῆ‐ λον ὅτι μετενόησαν· τοῦτον δὲ τὸν λῃστὴν διὰ τί πρὸ πάντων εἰσάγεις εἰς τὰ ἄνω βασίλεια; ποῦ μετέγνω,
80ποῦ μετενόησεν; οὐ μίαν ἡμέραν ἐν τῇ ζωῇ αὐτοῦ δι‐695

61

.

697

επράξατο, οὔτε τι καλὸν πέπραχε πώποτε· ἀλλ’ οὐδὲ ὥραν μίαν ἐχώρησεν εἰς μετάνοιαν. Ἰδοὺ τὰ ἁμαρτή‐ ματα αὐτοῦ ἐγγράφως κατέχομεν, ἃ μὲν ἐν μετανοίᾳ οὐκ ἐξήλειψε, καὶ προηγέτην αὐτὸν εἰς τὸν παράδεισον
5ἁπάντων τῶν δικαίων εἰσφέρεις; Ὁ δὲ Σωτὴρ, Ζητεῖτε αὐτοῦ, φησὶ, τὴν ἁμαρτίαν, ἣν ἐγὼ πρὸ πάντων ἐξ‐ ήλειψα; Ἀργήσει αὐτοῦ τῶν ἁμαρτημάτων τὸ ἔγγραφον, ὅτι ἡ πίστις αὐτοῦ ἀπήλειψεν αὐτό. Λυέσθω τῶν ἀδικη‐ μάτων αὐτοῦ ἡ συγγραφὴ τῇ καλῇ ὁμολογίᾳ. Οὐ μετ‐
10ενόησε πρὸ καιροῦ, ἀλλὰ συνῆκεν εἰς τὸν καιρόν· πρὸ τοῦ θανάτου δίχα πίστεως ὑπῆρχε γυμνὸς, ἐν τῷ θανάτῳ ἡ πίστις αὐτοῦ τῆς θαλάσσης τῶν πλημμυρημάτων ἐνί‐ κησεν· ἐν καιρῷ ἀνέσεως οὐκ ἔγνω, ἀλλ’ ἐν καιρῷ ἀνάγ‐ κης ἐπέγνω τὸ δίκαιον. Ὅτε οἱ μαθηταί μου ἀπέφυγόν
15με, οὗτος προσέφυγέ μοι· ὅτε Πέτρος ἔλεγεν, Οὐκ οἶδα τὸν ἄνθρωπον, τότε οὗτος βασιλέα οὐρανῶν ὡμο‐ λόγησεν· ὅτε ἱερεῖς ἐθανάτουν με, τότε οὗτος ζωῆς ἐκάλεσε Κύριον. Ἐμοὶ τὸ ἔργον τῆς μετανοίας τετέλε‐ σται, τοῦ τὴν πρόθεσιν βλέποντος καὶ τὸ πρόθυμον·
20ἐμοὶ τῆς ὑπομονῆς τὸ δικαίωμα πέπρακται, τοῦ εἰς τὸ ἀγαθὸν τὴν καρδίαν κλίναντος. Διὰ τῆς πλευρᾶς Ἀδὰμ τὸν παράδεισον ἀπέκλεισεν, οὗτος ἐν τῇ ὁμολο‐ γίᾳ ἀνοίγει τὸν ὑπὸ τῆς φλογίνης ῥομφαίας πυλῶνα φρουρούμενον. Μὴ ζητήσατε αὐτοῦ τὴν ἁμαρτίαν, ἣν οὐχ
25εὑρήσετε. Διὰ τοῦτο Δαυῒδ πρὸ τοσούτων γενεῶν προ‐ εφήτευσε· Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Λοιπὸν ὁ Σωτὴρ ἀνῆλθε, νικήσας πᾶσαν ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων ἀπήντη‐
30σαν, καὶ ὡς Δεσπότῃ προσεκύνησαν, καὶ πᾶσα Χερου‐ βικὴ τάξις καὶ Σεραφικὴ λειτουργίᾳ προσεκύνησεν αὐτῷ καὶ τῷ Πατρὶ τῷ γεννήσαντι. Καὶ ὅσα τε Πατρὶ προσελάβετο καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἐκάθισεν ὁ μήποτε γυμνώσας τοὺς πατρικοὺς κόλπους. Εἰ γὰρ καὶ
35κατῆλθεν ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἀλλ’ οὖν τοῦ θρό‐ νου οὐδαμῶς κατελείφθη· εἰ καὶ γέγονεν ἄνθρωπος τέ‐ λειος οἰκονομικῶς, οὐδαμῶς ἔκστασιν ὑπέμεινε τῆς οἰ‐ κείας φυσικῆς θεότητος. Οὐ γὰρ ἐκ προκοπῆς ἀνθρώ‐ που γέγονε Θεὸς ὁ Χριστὸς, μὴ γένοιτο, ἀλλὰ Θεὸς ὢν γέ‐
40γονεν ἄνθρωπος, ἵνα τὸν ἄνθρωπον σώσῃ. Διὸ οὐκ ἄνθρω‐ πον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ Θεὸν ἐνανθρωπήσαν‐ τα ὁμολογοῦμεν· καθὼς ὁ θεσπέσιος ἔφησε Παῦλος· Διὸ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπετάγησαν αὐτῷ, ὡς ὄντι πρὸ πάσης κτίσεως, μᾶλλον δὲ ποιητὴν τῆς κτίσεως,
45καὶ συνδεσπόζοντα καὶ συμβασιλεύοντα τῷ ἀχράντῳ
αὐτοῦ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶ‐Column end

61

.

698

νας. Ἀμήν. Αὐτὸς γάρ ἐστιν ὁ μέλλων κρῖναι τὴν οἰκουμένην, καὶ τὴν ὑπ’ οὐρανὸν πᾶσαν, καὶ ἀποδοῦ‐ ναι ἑκάστῳ καθ’ ἃ ἔπραξε. Τίς οὖν τῆς φιλανθρωπίας λαλήσει τὸν ἔλεον, ἢ τῆς δυναστείας αὐτοῦ τὸ μέγεθος;
5τίς αὐτοῦ τῆς ἀγαθότητος ἐκφράσει τὴν σύνεσιν, ἢ τῆς δυνάμεως τὴν μεγαλειότητα; τίς τῆς εὐσπλαγχνίας αὐτοῦ τοὺς οἰκτιρμοὺς διηγήσεται, ἢ ἐξιχνιάσει τῆς ὑπερβολῆς τὸ ἀξίωμα; ὅτι μὴ καταλιπὼν τὰ ἄνω, δι’ ἡμᾶς ἐπὶ γῆς κατῆλθεν· ὅτι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας λαθὼν,
10εἰς ἄχραντον Παρθένου μήτραν ἐχώρησεν· ἀγγέλων καὶ ἀρχαγγέλων ἔλαθε χοροὺς, καὶ δούλου μορφὴν ἐνεδύσατο, ἵνα σώσῃ τὸν κατ’ εἰκόνα ἄνθρωπον φθορᾶς καὶ θανάτου· καὶ ἀπέθανε τῇ σαρκὶ, ἵνα ἡμᾶς τῆς ἀθανάτου φύσεως αὐ‐ τοῦ κοινωνοὺς ἀπεργάσηται. Καὶ τί ἀνταποδώσομεν αὐτῷ
15περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; ποίας εὐχαριστίας, ἢ ἱκεσίας; Οὐδ’ ἂν πάντα ἡμῶν τὰ μέλη φωνὰς ἀνα‐ λάβωσι, καὶ αἱ τρίχες ἡμῶν λαλιὰς ἐξάγωσι, καὶ πᾶν τὸ ὄργανον ἡμῶν μελῳδίας πληρωθῇ, ἐπαξίως ἀνυμνῆ‐ σαι δυνηθῶμεν τὴν αὐτοῦ πρὸς ἡμᾶς γενομένην συγ‐
20καταβάσεως εὐσπλαγχνίαν καὶ μεγαλειότητα. Ἀλλ’ ὅσον χωροῦμεν, ἀνυμνοῦμεν τὸν μόνον ὑπεράγιον, πρόῤῥησιν ἐκπληροῦντες, τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Διὰ ταύτης γὰρ περιόδου διῆλθον τὰ τοῦ Σωτῆρος μεγάλα καὶ παράδοξα θαύματα, ἵνα καθ’
25ἑκάστην μνημονεύων εὐφραίνωμαι· εἴ γε ἀξίως τῇ μνήμῃ ἐχωρήσαμεν, καθὼς ἔπρεπεν. Ἀλλ’ εἴτε προφά‐ σει, εἴτε ἀληθείᾳ Θεὸς καταγγελθῇ· διὸ μετὰ τοῦ προφήτου λέγωμεν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐ‐ φράνθην. Ὁ δὲ Θεὸς τῶν δυνάμεων, ὁ φιλανθρωπίαν
30καὶ πολλὴν ἀγαθότητα ἀναδειξάμενος, ἡμῶν τὴν ἀσθέ‐ νειαν καὶ τὰς εὐχὰς προσδεχόμενος χάριτι, καὶ εἰς κρείττονα ἀγαθὴν πρόνοιαν ἀγαγὼν, αὐτὸς ἡμῶν τη‐ ρήσει τὴν ψυχὴν ἀκηλίδωτον, τὸ σῶμα ἄσπιλον, τὸ πνεῦμα ἀρύπωτον, τὴν ζωὴν ἀνεπηρέαστον φυλάξειε,
35τὴν πίστιν ἀσύλωτον, τὴν φιλαδελφίαν ἀνύβριστον, τὴν παρθενίαν ἀμώμητον, τὴν φιλίαν ἀθρύλλητον, τὴν ἀγάπην ἀνυπόκριτον, τὴν ἀρετὴν ἀκλυδώνιστον, τὴν δικαιοσύνην ἀνεμπόδιστον, τὴν πίστιν καρπουμένην. Τὰς πύλας ἡμῖν τοῦ παραδείσου ἀναπετάσειε, καὶ φλο‐
40γίνην ῥομφαίαν κατασβέσειε, καὶ τὴν θύραν τῆς βασι‐ λείας ἀνοίξειε, καὶ τὴν ἀκήρατον ἀπόλαυσιν εὐτρεπί‐ σειε, καὶ ἐκ δεξιῶν στήσειε, καὶ τῇ δεξιᾷ στεφανώσειε τῇ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῷ πρέπει δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ
45Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.697